Συνέβη δέ τι καὶ τοιοῦτον. ἐλθὼν ἐς τὸ Μεδιόλανον ᾤκουν ἔν τινι προαστείῳ. ἐνταῦθα ἔπεμπεν Εὐσεβία πολλάκις πρός με φιλοφρονουμένη καὶ γράφειν κελεύουσα καὶ θαρρεῖν, ὑπὲρ ὅτου ἂν δέωμαι. γράψας ἐγὼ πρὸς αὐτὴν ἐπιστολήν, μᾶλλον δὲ ἱκετηρίαν ὅρκους ἔχουσαν τοιούτους· Οὕτω παισὶ χρήσαιο κληρονόμοις· οὕτω τὰ καὶ τὰ θεός σοι δοίη, πέμπε με οἴκαδε τὴν ταχίστην, ἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς εἰς τὰ βασίλεια πρὸς αὐτοκράτορος γυναῖκα γράμματα εἰσπέμπειν. ἱκέτευσα δὴ τοὺς θεοὺς νύκτωρ δηλῶσαί μοι, εἰ χρὴ πέμπειν παρὰ τὴν βασιλίδα τὸ γραμματεῖον· οἱ δὲ ἐπηπείλησαν, εἰ πέμψαιμι, θάνατον αἴσχιστον. ὡς δὲ ἀληθῆ ταῦτα γράφω, καλῶ τοὺς θεοὺς ἅπαντας μάρτυρας. τὰ μὲν δὴ γράμματα διὰ τοῦτο ἐπέσχον εἰσπέμψαι. ἐξ ἐκείνης δέ μοι τῆς νυκτὸς λογισμὸς εἰσῆλθεν, οὗ καὶ ὑμᾶς ἴσως ἄξιον ἀκοῦσαι. Νῦν, ἔφην, ἐγὼ τοῖς θεοῖς ἀντιτάττεσθαι διανοοῦμαι, καὶ ὑπὲρ ἐμαυτοῦ βουλεύεσθαι κρεῖττον νενόμικα τῶν πάντα εἰδότων. καίτοι φρόνησις ἀνθρωπίνη πρὸς τὸ παρὸν ἀφορῶσα μόνον ἀγαπητῶς ἂν τύχοι καὶ μόγις τοῦ πρὸς ὀλίγον ἀναμαρτήτου. διόπερ οὐδεὶς οὔθ’ ὑπὲρ τῶν εἰς τριακοστὸν ἔτος βουλεύεται οὔτε ὑπὲρ τῶν ἤδη γεγονότων· τὸ μὲν γὰρ περιττόν, τὸ δὲ ἀδύνατον· ἀλλ’ ὑπὲρ τῶν ἐν χερσὶ καὶ ὧν ἀρχαί τινές εἰσιν ἤδη καὶ σπέρματα. φρόνησις δὲ ἡ παρὰ τοῖς θεοῖς ἐπὶ τὸ μήκιστον, μᾶλλον δὲ ἐπὶ πᾶν βλέπουσα μηνύει τε ὀρθῶς καὶ πράττει τὸ λῷον· αἴτιοι γάρ εἰσιν αὐτοὶ καθάπερ τῶν ὄντων, οὕτω δὲ καὶ τῶν ἐσομένων. οὐκοῦν εἰκὸς αὐτοὺς ὑπὲρ τῶν παρόντων ἐπίστασθαι. τέως μὲν οὖν ἐδόκει μοι κατὰ τοῦτο συνετωτέρα τῆς ἔμπροσθεν ἡ δευτέρα γνώμη. σκοπῶν δὲ εἰς τὸ δίκαιον εὐθέως ἔφην· Εἶτα σὺ μὲν ἀγανακτεῖς, εἴ τι τῶν σῶν κτημάτων ἀποστεροίη σε τῆς ἑαυτοῦ χρήσεως ἢ καὶ ἀποδιδράσκοι καλούμενον, κἂν ἵππος τύχῃ κἂν πρόβατον κἂν βοίδιον, ἄνθρωπος δὲ εἶναι βουλόμενος οὐδὲ τῶν ἀγελαίων οὐδὲ τῶν συρφετωδῶν, ἀλλὰ τῶν ἐπιεικῶν καὶ μετρίων ἀποστερεῖς σεαυτοῦ τοὺς θεοὺς καὶ οὐκ ἐπιτρέπεις ἐφ’ ὅ, τι ἂν ἐθέλωσι χρήσασθαί σοι; ὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς. ἡ δὲ ἀνδρεία ποῦ καὶ τίς; γελοῖον. ἕτοιμος γοῦν εἶ καὶ θωπεῦσαι καὶ κολακεῦσαι δέει τοῦ θανάτου, ἐξὸν ἅπαντα καταβαλεῖν καὶ τοῖς θεοῖς ἐπιτρέψαι πράττειν ὡς βούλονται, διελόμενον πρὸς αὐτοὺς τὴν ἐπιμέλειαν τὴν ἑαυτοῦ, καθάπερ καὶ ὁ Σωκράτης ἠξίου, καὶ τὰ μὲν ἐπὶ σοὶ πράττειν ὡς ἂν ἐνδέχηται, τὸ δὲ ὅλον ἐπ’ ἐκείνοις ποιεῖσθαι, κεκτῆσθαι δὲ μηδὲν μηδὲ ἁρπάζειν, τὰ διδόμενα δὲ παρ’ αὐτῶν ἀφελῶς δέχεσθαι. ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες· εἶξαι καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν. οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ’ ἐμὲ καὶ μάλ’ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγον μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχῇ. καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς πόλεις ἀδεῶς κατοικούντων. τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι, τείχη τὰ διηρπασμένα δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων. ἧς δ’ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει· τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι. ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βοσέγου, καὶ ἐμαχεσάμην οὐκ ἀκλεῶς. ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη. ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ. καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν, καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς. τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ’ ἐκεῖνον θριαμβεῦσαι. Τὸ δὴ μετὰ τοῦτο δεύτερος ἐνιαυτὸς καὶ τρίτος, καὶ πάντες μὲν ἀπελήλαντο τῆς Γαλατίας οἱ βάρβαροι, πλεῖσται δὲ ἀνελήφθησαν τῶν πόλεων, παμπληθεῖς δὲ ἀπὸ τῆς Βρεττανίδος ναῦς ἀνήχθησαν. ἑξακοσίων νηῶν ἀνήγαγον στόλον, ὧν τὰς τετρακοσίας ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος πάσας εἰσήγαγον εἰς τὸν Ῥῆνον, ἔργον οὐ μικρὸν διὰ τοὺς ἐπικειμένους καὶ παροικοῦντας πλησίον βαρβάρους. ὁ γοῦν Φλωρέντιος οὕτως ᾤετο τοῦτο ἀδύνατον, ὥστε ἀργύρου δισχιλίας λίτρας ὑπέσχετο μισθὸν ἀποτίσειν τοῖς βαρβάροις ὑπὲρ τῆς παρόδου, καὶ ὁ Κωνστάντιος ὑπὲρ τούτου μαθών· ἐκοινώσατο γὰρ αὐτῷ περὶ τῆς δόσεως· ἐπέστειλε πρός με τὸ αὐτὸ πράττειν κελεύσας, εἰ μὴ παντάπασιν αἰσχρόν μοι φανείη. πῶς δὲ οὐκ ἦν αἰσχρόν, ὅπου Κωνσταντίῳ τοιοῦτον ἐφάνη, λίαν εἰωθότι θεραπεύειν τοὺς βαρβάρους; ἐδόθη μὴν αὐτοῖς οὐδέν· ἀλλ’ ἐπ’ αὐτοὺς στρατεύσας, ἀμυνόντων μοι καὶ παρεστώτων τῶν θεῶν, ὑπεδεξάμην μὲν μοῖραν τοῦ Σαλίων ἔθνους, Χαμάβους δὲ ἐξήλασα, πολλὰς βοῦς καὶ γύναια μετὰ παιδαρίων συλλαβών. οὕτω δὲ πάντας ἐφόβησα καὶ παρεσκεύασα καταπτῆξαι τὴν ἐμὴν ἔφοδον, ὥστε παραχρῆμα λαβεῖν ὁμήρους καὶ τῇ σιτοπομπίᾳ παρασχεῖν ἀσφαλῆ κομιδήν. Μακρόν ἐστι πάντα ἀπαριθμεῖσθαι καὶ τὰ καθ’ ἕκαστον γράφειν, ὅσα ἐν ἐνιαυτοῖς ἔπραξα τέτταρσι· τὰ κεφάλαια δέ· τρίτον ἐπεραιώθην καῖσαρ ἔτι τὸν Ῥῆνον· δισμυρίους ἀπῄτησα παρὰ τῶν βαρβάρων ὑπὲρ τὸν Ῥῆνον ὄντας αἰχμαλώτους· ἐκ δυοῖν ἀγώνοιν καὶ μιᾶς πολιορκίας χιλίους ἐξελὼν ἐζώγρησα, οὐ τὴν ἄχρηστον ἡλικίαν, ἄνδρας δὲ ἡβῶντας· ἔπεμψα τῷ Κωνσταντίῳ τέτταρας ἀριθμοὺς τῶν κρατίστων πεζῶν, τρεῖς ἄλλους τῶν ἐλαττόνων, ἱππέων τάγματα δύο τὰ ἐντιμότατα· πόλεις ἀνέλαβον νῦν μὲν δὴ τῶν θεῶν ἐθελόντων πάσας, τότε δὲ ἀνειλήφειν ἐλάττους ὀλίγῳ τῶν τεσσαράκοντα. μάρτυρας καλῶ τὸν Δία καὶ πάντας θεοὺς πολιούχους τε καὶ ὁμογνίους ὑπὲρ τῆς ἐμῆς προαιρέσεως εἰς αὐτὸν καὶ πίστεως, ὅτι τοιοῦτος γέγονα περὶ αὐτόν, οἷον ἂν εἱλόμην ἐγὼ υἱὸν περὶ ἐμὲ γενέσθαι. τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων. οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. Λουππικῖνον, φησί, καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες· οὓς εἰ καὶ κτείνας ἤμην ἐπιβουλεύσαντας ἔμοιγε φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. τούτους δὲ οὐδὲν ἄχαρι διαθεὶς ὡς ταραχώδεις φύσει καὶ πολεμοποιοὺς κατέσχον, πολλὰ πάνυ δαπανῶν εἰς αὐτοὺς ἐκ τῶν δημοσίων, ἀφελόμενος δ’ οὐδὲν τῶν ὑπαρχόντων ἐκείνοις. ὁρᾶτε, πῶς ἐπεξιέναι τούτοις ὁ Κωνστάντιος νομοθετεῖ. ὁ γὰρ χαλεπαίνων ὑπὲρ τῶν προσηκόντων μηδὲν ἆρ’ οὐκ ὀνειδίζει μοι καὶ κατεγελᾷ τῆς μωρίας, ὅτι τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν, ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς κοινῆς ἡμῶν ἑστίας καὶ συγγενείας τὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα; σκοπεῖτε δὲ ὅπως καὶ γενόμενος αὐτοκράτωρ ἔτι θεραπευτικῶς αὐτῷ προσηνέχθην ἐξ ὧν ἐπέστειλα. Καὶ τὰ πρὸ τούτου δὲ ὁποῖός τις γέγονα περὶ αὐτὸν ἐντεῦθεν εἴσεσθε. αἰσθόμενος, ὅτι τῶν ἁμαρτανομένων κληρονομήσω μὲν αὐτὸς τὴν ἀδοξίαν καὶ τὸν κίνδυνον, ἐξεργασθήσεται δὲ ἑτέροις τὰ πλεῖστα, πρῶτον μὲν ἱκέτευον, εἰ ταῦτα πράττειν αὐτῷ φαίνοιτο καὶ πάντως ἐμὲ προσαγορεύειν καίσαρα δεδογμένον εἴη, ἄνδρας ἀγαθοὺς καὶ σπουδαίους δοῦναί μοι τοὺς ὑπουργοῦντας· ὁ δὲ πρότερον ἔδωκε τοὺς μοχθηροτάτους. ὡς δὲ ὁ μὲν εἷς ὁ πονηρότατος καὶ μάλα ἄσμενος ὑπήκουσεν, οὐδεὶς δὲ ἠξίου τῶν ἄλλων, ἄνδρα δίδωσιν ἄκων ἐμοὶ καὶ μάλα ἀγαθὸν Σαλούστιον, ὃς διὰ τὴν ἀρετὴν εὐθέως αὐτῷ γέγονεν ὕποπτος. οὐκ ἀρκεσθεὶς ἐγὼ τῷ τοιούτῳ, βλέπων δὲ πρὸς τὸ διάφορον τοῦ τρόπου καὶ κατανόησας τῷ μὲν ἄγαν αὐτὸν πιστεύοντα, τῷ δὲ οὐδ’ ὅλως προσέχοντα, τῆς δεξιᾶς αὐτοῦ καὶ τῶν γονάτων ἁψάμενος· Τούτων, ἔφην, οὐδείς ἐστί μοι συνήθης οὐδὲ γέγονεν ἔμπροσθεν· ἐπιστάμενος δὲ αὐτοὺς ἐκ φήμης, σοῦ κελεύσαντος, ἑταίρους ἐμαυτοῦ καὶ φίλους νομίζω, τοῖς πάλαι γνωρίμοις ἐπ’ ἴσης τιμῶν. οὐ μὴν δίκαιον ἢ τούτοις ἐπιτετράφθαι τὰ ἐμὰ ἢ τὰ τούτων ἡμῖν συγκινδυνεῦσαι. τί οὖν ἱκετεύω; γραπτοὺς ἡμῖν δὸς ὥσπερ νόμους, τίνων ἀπέχεσθαι χρὴ καὶ ὅσα πράττειν ἐπιτρέπεις. δῆλον γάρ, ὅτι τὸν μὲν πειθόμενον ἐπαινέσεις, τὸν δὲ ἀπειθοῦντα κολάσεις, εἰ καὶ ὅ, τι μάλιστα νομίζω μηδένα ἀπειθήσειν. Ὅσα μὲν οὖν ἐπεχείρησεν ὁ Πεντάδιος αὐτίκα καινοτομεῖν, οὐδὲν χρὴ λέγειν· ἀντέπραττον δὲ καινοτομεῖν καὶ γίνεταί μοι δυσμενὴς ἐκεῖθεν. εἶτ’ ἄλλον λαβὼν καὶ παρασκευάσας δεύτερον καὶ τρίτον, Παῦλον, Γαυδέντιον, τοὺς ὀνομαστοὺς ἐπ’ ἐμὲ μισθωσάμενος συκοφάντας, Σαλούστιον μὲν ὡς ἐμοὶ φίλον ἀποστῆναι παρασκευάζει, Λουκιλιανὸν δὲ δοθῆναι διάδοχον αὐτίκα. καὶ μικρὸν ὕστερον καὶ Φλωρέντιος ἦν ἐχθρὸς ἐμοὶ διὰ τὰς πλεονεξίας, αἷς ἠναντιούμην. πείθουσιν οὗτοι τὸν Κωνστάντιον ἀφελέσθαι με τῶν στρατοπέδων ἁπάντων, ἴσως τι καὶ ὑπὸ τῆς ζηλοτυπίας τῶν κατορθωμάτων κνιζόμενον, καὶ γράφει γράμματα πολλῆς μὲν ἀτιμίας εἰς ἐμὲ πλήρη, Κελτοῖς δὲ ἀνάστασιν ἀπειλοῦντα· μικροῦ γὰρ δέω φάναι τὸ στρατιωτικὸν ἅπαν ἀδιακρίτως τὸ μαχιμώτατον ἀπαγαγεῖν τῆς Γαλατίας ἐκέλευσεν, ἐπιτάξας τοῦτο τὸ ἔργον Λουππικίνῳ τε καὶ Γιντωνίῳ, ἐμοὶ δὲ ὡς ἂν πρὸς μηδὲν ἐναντιωθείην αὐτοῖς ἐπέστειλεν. Ἐνταῦθα μέντοι τίνα τρόπον τὰ τῶν θεῶν εἴποιμ’ ἂν ἔργα πρὸς ὑμᾶς; διενοούμην· μάρτυρες δὲ αὐτοί· πᾶσαν ἀπορρίψας τὴν βασιλικὴν πολυτέλειαν καὶ παρασκευὴν ἡσυχάζειν, πράττειν δὲ οὐδὲν ὅλως. ἀνέμενον δὲ Φλωρέντιον παραγενέσθαι καὶ τὸν Λουππικῖνον· ἦν γὰρ ὁ μὲν περὶ τὴν Βίενναν, ὁ δὲ ἐν ταῖς Βρεττανίαις. ἐν τούτῳ θόρυβος πολὺς ἦν περὶ πάντας τοὺς ἰδιώτας καὶ τοὺς στρατιώτας, καὶ γράφει τις ἀνώνυμον γραμματεῖον εἰς τὴν ἀστυγείτονά μοι πόλιν πρὸς τοὺς Πετουλάντας τουτουσὶ καὶ Κελτούς· ὀνομάζεται δὲ οὕτω τὰ τάγματα· ἐν ᾧ πολλὰ μὲν ἐγέγραπτο κατ’ ἐκείνου, πολλοὶ δὲ ὑπὲρ τῆς Γαλλιῶν προδοσίας ὀδυρμοί· καὶ μέντοι καὶ τὴν ἐμὴν ἀτιμίαν ὁ τὸ γραμματεῖον συγγράψας ἀπωδύρετο. τοῦτο κομισθὲν ἐκίνησε πάντας, οἳ τὰ Κωνσταντίου μάλιστα ἐφρόνουν, ἐπιθέσθαι μοι κατὰ τὸ καρτερώτατον, ὅπως ἤδη τοὺς στρατιώτας ἐκπέμψαιμι, πρὶν καὶ εἰς τοὺς ἄλλους ἀριθμοὺς ὅμοια ῥιφῆναι. καὶ γὰρ οὐδὲ ἄλλος τις παρῆν τῶν δοκούντων εὔνως ἔχειν ἐμοί, Νεβρίδιος δέ, Πεντάδιος, Δεκέντιος, ὁ παρ’ αὐτοῦ πεμφθεὶς ἐπ’ αὐτὸ τοῦτο Κωνσταντίου. λέγοντος δέ μου χρῆναι περιμένειν ἔτι Λουππικῖνον καὶ Φλωρέντιον, οὐδεὶς ἤκουσεν, ἀλλ’ ἔλεγον πάντες τοὐναντίον ὅτι δεῖ ποιεῖν, εἰ μὴ βούλομαι ταῖς προλαβούσαις ὑποψίαις ὥσπερ ἀπόδειξιν καὶ τεκμήριον τοῦτο προσθεῖναι. εἶτα προσέθεσαν ὡς Νῦν μὲν ἐκπεμφθέντων αὐτῶν σόν ἐστι τὸ ἔργον, ἀφικομένων δὲ τούτων οὐ σοὶ τοῦτο, ἀλλ’ ἐκείνοις λογιεῖται Κωνστάντιος, σὺ δὲ ἐν αἰτίᾳ γενήσῃ. γράψαι δή με ἔπεισαν αὐτῷ, μᾶλλον δὲ ἐβιάσαντο· πείθεται μὲν γὰρ ἐκεῖνος, ᾧπερ ἔξεστι καὶ μὴ πεισθῆναι, βιάζεσθαι δὲ οἷς ἂν ἐξῇ, τοῦ πείθειν οὐδὲν προσδέονται· οὔκουν οὐδὲ οἱ βιασθέντες τῶν πεπεισμένων εἰσίν, ἀλλὰ τῶν ἀναγκασθέντων. ἐσκοποῦμεν ἐνταῦθα, ποίαν ὁδὸν αὐτοὺς χρὴ βαδίζειν, διττῆς οὔσης. ἐγὼ μὲν ἠξίουν ἑτέραν τραπῆναι, οἱ δὲ αὖθις ἀναγκάζουσιν ἐκείνην ἰέναι, μὴ τοῦτο αὐτὸ γενόμενον ὥσπερ ἀφορμήν τινα στάσεως τοῖς στρατιώταις παράσχῃ καὶ ταραχῆς τινος αἴτιον γένηται, εἶτα στασιάζειν ἅπαξ ἀρξάμενοι πάντα ἀθρόως ταράξωσιν.