Οὐκοῦν εἰ ταῦτα παρ’ ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι’ ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ’ ὑμῶν εἰκότως. οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ’ ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. βούλομαι οὖν ὑμῖν τὰ κατ’ ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν· εἰκὸς δὲ ἔνια καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει· ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός· ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ.