Οὐκοῦν εἰ ταῦτα παρ’ ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι’ ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ’ ὑμῶν εἰκότως. οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ’ ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. βούλομαι οὖν ὑμῖν τὰ κατ’ ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν· εἰκὸς δὲ ἔνια καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει· ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός· ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ. Καὶ ὅτι μὲν τὰ πρὸς πατρὸς ἡμῖν ἐντεῦθεν ὅθενπερ καὶ Κωνσταντίῳ τὰ πρὸς πατρὸς ὥρμηται, φανερόν. τὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν. οὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς οἷα εἰργάσατο, ἓξ μὲν ἀνεψιοὺς ἐμοῦ τε καὶ ἑαυτοῦ, πατέρα δὲ τὸν ἐμόν, ἑαυτοῦ δὲ θεῖον, καὶ προσέτι κοινὸν ἕτερον τὸν πρὸς πατρὸς θεῖον ἀδελφόν τε ἐμὸν τὸν πρεσβύτατον ἀκρίτους κτείνας, ἐμὲ δὲ καὶ ἕτερον ἀδελφὸν ἐμὸν ἐθελήσας μὲν κτεῖναι, τέλος δὲ ἐπιβαλὼν φυγήν, ἀφ’ ἧς ἐμὲ μὲν ἀφῆκεν, ἐκεῖνον δὲ ὀλίγῳ πρότερον τῆς σφαγῆς ἐξέδυσε τὸ τοῦ Καίσαρος ὄνομα, τί με δεῖ νῦν ὥσπερ ἐκ τραγῳδίας τὰ ἄρρητα ἀναμετρεῖσθαι; μετεμέλησε γὰρ αὐτῷ, φασί, καὶ ἐδήχθη δεινῶς, ἀπαιδίαν τε ἐντεῦθεν νομίζει δυστυχεῖν, τά τε ἐς τοὺς πολεμίους τοὺς Πέρσας οὐκ εὐτυχῶς πράττειν ἐκ τούτων ὑπολαμβάνει. ταῦτα ἐθρύλουν οἱ περὶ τὴν αὐλὴν τότε καὶ τὸν μακαρίτην ἀδελφὸν ἐμὸν Γάλλον, τοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα· κτείνας γὰρ αὐτὸν παρὰ τοὺς νόμους οὐδὲ τῶν πατρῴων μεταλαχεῖν εἴασε τάφων οὐδὲ τῆς εὐαγοῦς ἠξίωσε μνήμης. Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς, ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ ταραχώδους στρατεύματος. τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ τῆς ἐν Τράλλεσι φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν, οὓς ἐν ἀλλοτρίῳ κτήματι διάγοντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηδενὸς ἡμῖν προσιόντος ξένου μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν. Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν καθείρχθη δυστυχῶς, εἴπερ τις ἄλλος τῶν πώποτε. καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς ὀρείου τροφῆς συνηυξήθη. δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς, ἧς ἐμὲ μὲν οἱ θεοὶ διὰ τῆς φιλοσοφίας καθαρὸν ἀπέφηναν καὶ ἐξάντη, τῷ δὲ οὐδεὶς ἐνέδωκεν. εὐθὺς γὰρ ἀπὸ τῶν ἀγρῶν ἐς τὰ βασίλεια παρελθόντι ἐπειδὴ πρῶτον αὐτῷ περιέθηκεν ἁλουργὲς ἱμάτιον, αὐτίκα φθονεῖν ἀρξάμενος οὐ πρότερον ἐπαύσατο πρὶν καθελεῖν αὐτόν, οὐδὲ τῷ περιελεῖν τὸ πορφυροῦν ἱμάτιον ἀρκεσθείς. καίτοι τοῦ ζῆν γοῦν ἄξιος, εἰ μὴ βασιλεύειν ἐφαίνετο ἐπιτήδειος. ἀλλ’ ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι. ξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον, ὥσπερ τοὺς κακούργους. οὐ γὰρ δὴ τοὺς μὲν λῃστὰς ὁ νόμος ἀπαγορεύει τῷ δήσαντι κτείνειν, τοὺς ἀφαιρεθέντας δὲ τιμάς, ἃς εἶχον, καὶ γενομένους ἐξ ἀρχόντων ἰδιώτας ἀκρίτους φησὶ δεῖν ἀναιρεῖσθαι. τί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοῦς αἰτίους; ἐδέδοντο γὰρ αὐτῷ τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ’ αὐτοῦ κατηγορίας, ἐφ’ αἷς ἐκεῖνος ἀγανακτήσας ἀκρατέστερον μὲν καὶ ἥκιστα βασιλικῶς ἐφῆκε τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει. πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασι κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος, ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; ἀλλ’ ἴσως μὲν ἠμύνατο πικρότερον. οὐ μὴν ἔξω πάντη τοῦ εἰκότος· τὸν γὰρ ἐχθρὸν ὑπ’ ὀργῆς εἰκός τι καὶ ποιεῖν, εἴρηται καὶ πρόσθεν. ἀλλ’ εἰς χάριν ἑνὸς ἀνδρογύνου, τοῦ κατακοιμιστοῦ, καὶ προσέτι τοῦ τῶν μαγείρων ἐπιτρόπου τὸν ἀνεψιόν, τὸν καίσαρα, τὸν τῆς ἀδελφῆς ἄνδρα γενόμενον, τὸν τῆς ἀδελφιδῆς πατέρα, οὗ καὶ αὐτὸς πρότερον ἦν ἀγαγόμενος τὴν ἀδελφήν, πρὸς ὃν αὐτῷ τοσαῦτα θεῶν ὁμογνίων ὑπῆρχε δίκαια, κτεῖναι παρέδωκε τοῖς ἐχθίστοις· ἐμὲ δὲ ἀφῆκε μόγις ἑπτὰ μηνῶν ὅλων ἑλκύσας τῇδε κἀκεῖσε καὶ ποιησάμενος ἔμφρουρον, ὥστε, εἰ μὴ θεῶν τις ἐθελήσας με σωθῆναι τὴν καλὴν καὶ ἀγαθὴν τὸ τηνικαῦτά μοι παρέσχεν εὐμενῆ Εὐσεβίαν, οὐδ’ ἂν ἐγὼ τὰς χεῖρας αὐτοῦ τότε διέφυγον. καίτοι μὰ τοὺς θεοὺς οὐδ’ ὄναρ μοι φανεὶς ἁδελφὸς ἐπεπράχει· καὶ γὰρ οὐδὲ συνῆν αὐτῷ οὐδὲ ἐφοίτων οὐδὲ ἐβάδιζον παρ’ αὐτόν, ὀλιγάκις δὲ ἔγραφον καὶ ὑπὲρ ὀλίγων. ὡς οὖν ἀποφυγὼν ἐκεῖθεν ἄσμενος ἐπορευόμην ἐπὶ τὴν τῆς μητρὸς ἑστίαν· πατρῷον γὰρ οὐδὲν ὑπῆρχέ μοι οὐδὲ ἐκεκτήμην ἐκ τοσούτων, ὅσων εἰκὸς ἦν πατέρα κεκτῆσθαι τὸν ἐμόν, οὐκ ἐλαχίστην βῶλον, οὐκ ἀνδράποδον, οὐκ οἰκίαν· ὁ γάρ τοι καλὸς Κωνστάντιος ἐκληρονόμησεν ἀντ’ ἐμοῦ τὴν πατρῴαν οὐσίαν ἅπασαν, ἐμοί τε, ὅπερ ἔφην, οὐδὲ γρὺ μετέδωκεν αὐτῆς· ἀλλὰ καὶ τῷ ἀδελφῷ τὠμῷ τῶν πατρῴων ἔδωκεν ὀλίγα, πάντων αὐτὸν ἀφελόμενος τῶν μητρῴων.