<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg005.perseus-grc2" n="13"><p rend="align(indent)">Ταῦτα ἔπεισέ με, ταῦτα ἐφάνη μοι δίκαια. καὶ πρῶτον μὲν αὐτὰ τοῖς πάντα ὁρῶσι καὶ ἀκούουσιν ἀνεθέμην θεοῖς. εἶτα θυσάμενος περὶ τῆς ἐξόδου καὶ γενομένων καλῶν τῶν ἱερῶν κατ’ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοῖς στρατιώταις <milestone n="287a" unit="page" resp="Spanheim"/>περὶ τῆς ἐπὶ τάδε πορείας ἔμελλον διαλέγεσθαι, ὑπέρ τε τῆς ἐμαυτοῦ σωτηρίας καὶ πολὺ πλέον ὑπὲρ τῆς τῶν κοινῶν εὐπραγίας καὶ τῆς ἁπάντων ἀνθρώπων ἐλευθερίας αὐτοῦ τε τοῦ Κελτῶν ἔθνους, ὃ δὶς ἤδη τοῖς πολεμίοις ἐξέδωκεν, οὐδὲ τῶν προγονικῶν φεισάμενος τάφων, ὁ τοὺς ἀλλοτρίους πάνυ θεραπεύων, ᾠήθην δεῖν ἔθνη τε προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς <milestone n="287b" unit="page" resp="Spanheim"/>ὁμόνοιαν, εἴσω τῶν νῦν ἐχομένων μένειν, εἰ δὲ πολεμεῖν διανοοῖτο καὶ μηδὲν ἀπὸ τῆς προτέρας γνώμης χαλάσειεν, ὅ, τι ἂν ᾖ τοῖς θεοῖς φίλον πάσχειν ἢ πράττειν, ὡς αἴσχιον ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ ἢ πλήθει δυνάμεως ἀσθενέστερον αὐτοῦ φανῆναι. νῦν μὲν γὰρ εἰ τῷ πλήθει κρατήσειεν, οὐκ ἐκείνου τὸ ἔργον, ἀλλὰ τῆς πολυχειρίας ἐστίν· εἰ δὲ ἐν ταῖς Γαλλίαις περιμένοντά με καὶ τὸ ζῆν ἀγαπῶντα καὶ <milestone n="287c" unit="page" resp="Spanheim"/>διακλίνοντα τὸν κίνδυνον ἁπανταχόθεν περικόψας <pb n="v.2.p.290"/> κατέλαβε, κύκλῳ μὲν ὑπὸ τῶν βαρβάρων, κατὰ στόμα δὲ ὑπὸ τῶν αὐτοῦ στρατοπέδων, τὸ παθεῖν τε οἶμαι τὰ ἔσχατα προσῆν καὶ ἔτι ἡ τῶν πραγμάτων αἰσχύνη οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσι.</p><p rend="align(indent)">Ταῦτα διανοηθείς, ἄνδρες Ἀθηναῖοι, τοῖς τε συστρατιώταις τοῖς ἐμοῖς διῆλθον καὶ πρὸς κοινοὺς τῶν πάντων Ἑλλήνων πολίτας γράφω. <milestone n="287d" unit="page" resp="Spanheim"/>θεοὶ δὲ οἱ πάντων κύριοι συμμαχίαν ἡμῖν τὴν ἑαυτῶν, ὥσπερ ὑπέστησαν, εἰς τέλος δοῖεν καὶ παράσχοιεν ταῖς Ἀθήναις ὑφ’ ἡμῶν τε εἰς ὅσον δύναμις εὖ παθεῖν καὶ τοιούτους σχεῖν ἐς ἀεὶ τοὺς αὐτοκράτορας, οἳ μάλιστα καὶ διαφερόντως αὐτὰς αἰδέσονται καὶ ἀγαπήσουσιν.</p></div></div></body></text></TEI>