<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg005.perseus-grc2" n="12"><p rend="align(indent)">Ἀλλὰ δὴ τὰ μετὰ τοῦτο πῶς πρὸς τὸν Κωνστάντιον διεπραξάμην; οὔπω καὶ τήμερον ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τῇ δοθείσῃ <pb n="v.2.p.286"/> μοι παρὰ τῶν θεῶν ἐπωνυμίᾳ κεχρημαι, καίσαρα δὲ ἐμαυτὸν γέγραφα, καὶ πέπεικα τοὺς στρατιώτας ὀμόσαι μοι μηδενὸς ἐπιθυμήσειν, εἴπερ ἡμῖν ἐπιτρέψειεν ἀδεῶς οἰκεῖν τὰς Γαλλίας, τοῖς <milestone n="286a" unit="page" resp="Spanheim"/>πεπραγμένοις συναινέσας. ἅπαντα τὰ παρ’ ἐμοὶ τάγματα πρὸς αὐτὸν ἔπεμψεν ἐπιστολάς, ἱκετεύοντα περὶ τῆς πρὸς ἀλλήλους ἡμῖν ὁμονοίας. ὁ δὲ ἀντὶ τούτων ἐπέβαλεν ἡμῖν τοὺς βαρβάρους, ἐχθρὸν δὲ ἀνηγόρευσέ με παρ’ ἐκείνοις, καὶ μισθοὺς ἐτέλεσεν, ὅπως τὸ Γαλλιῶν ἔθνος πορθηθείη, γράφων τε ἐν τοῖς ἐν Ἰταλίᾳ παραφυλάττειν <milestone n="286b" unit="page" resp="Spanheim"/>τοὺς ἐκ τῶν Γαλλιῶν παρεκελεύετο, καὶ περὶ τοὺς Γαλλικοὺς ὅρους ἐν ταῖς πλησίον πόλεσιν εἰς τριακοσίας μυριάδας μεδίμνων πυροῦ κατειργασμένου ἐν τῇ Βριγαντίᾳ, τοσοῦτον ἕτερον περὶ τὰς Κοττίας Ἄλπεις ὡς ἐπ’ ἐμὲ στρατεύσων ἐκέλευσε παρασκευασθῆναι. καὶ ταῦτα οὐ λόγοι, σαφῆ δὲ ἔργα. καὶ γὰρ ἃς γέγραφεν ἐπιστολὰς ὑπὸ τῶν βαρβάρων κομισθείσας ἐδεξάμην, καὶ τὰς τροφὰς τὰς παρεσκευασμένας κατέλαβον <milestone n="286c" unit="page" resp="Spanheim"/>καὶ τὰς ἐπιστολὰς Ταύρου. πρὸς τούτοις ἔτι νῦν μοι ὡς καίσαρι γράφει, καὶ οὐδὲ συνθήσεσθαι πώποτε πρός με ὑπέστη, ἀλλ’ Ἐπίκτητόν τινα τῶν Γαλλιῶν ἐπίσκοπον ἔπεμψεν ὡς πιστά μοι περὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ παρέξοντα, καὶ τοῦτο θρυλεῖ δι’ ὅλων αὐτοῦ τῶν ἐπιστολῶν, ὡς οὐκ ἀφαιρησόμενος τοῦ ζῆν, ὑπὲρ δὲ τῆς τιμῆς οὐδὲν μνημονεύει. ἐγὼ δὲ τοὺς μὲν ὅρκους <pb n="v.2.p.288"/> αὐτοῦ τὸ τῆς παροιμίας οἶμαι δεῖν εἰς τέφραν <milestone n="286d" unit="page" resp="Spanheim"/>γράφειν, οὕτως εἰσὶ πιστοί· τῆς τιμῆς δὲ οὐ τοῦ καλοῦ καὶ πρέποντος μόνον, ἀλλὰ καὶ τῆς τῶν φίλων ἕνεκα σωτηρίας ἀντέχομαι· καὶ οὔπω φημὶ τὴν πανταχοῦ γῆς γυμναζομένην πικρίαν.</p></div></div></body></text></TEI>