Πολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν, ἐφ’ οἷς οὐκ ἐκείνοις μόνον τότε ἐξῆν, ἀλλὰ καὶ ὑμῖν νῦν ἔξεστι φιλοτιμεῖσθαι, καὶ πολλῶν ἐγηγερμένων τροπαίων ὑπέρ τε ἁπάσης τῆς Ἑλλάδος κοινῇ καὶ κατ’ ἰδίαν ὑπὲρ αὐτῆς τῆς πόλεως, ἐν οἷς ἠγωνίσατο μόνη πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τὸν βάρβαρον, οὐδέν ἐστι τηλικοῦτον ἔργον οὐδὲ ἀνδραγαθία τοσαύτη, πρὸς ἣν οὐκ ἔνεστι καὶ ταῖς ἄλλαις ἁμιλληθῆναι πόλεσι. τὰ μὲν γὰρ μεθ’ ὑμῶν καὶ αὗται, τὰ δὲ κατ’ ἰδίαν εἰργάσαντο. καὶ ἵνα μὴ μεμνημένος ἔπειτα ἀντιπαραβάλλων ἢ προτιμᾶν ἑτέρας ἑτέραν ἐν οἷς διαμφισβητοῦσι νομισθείην ἢ πρὸς τὸ λυσιτελοῦν, ὥσπερ οἱ ῥήτορες, ἐνδεέστερον ἐπαινεῖν τὰς ἐλαττουμένας, τοῦτο ἐθέλω φράσαι μόνον ὑπὲρ ὑμῶν, ᾧ μηδὲν ἀντίπαλον ἔχομεν ἐξευρεῖν παρὰ τοῖς ἄλλοις Ἕλλησιν, ἐκ τῆς παλαιᾶς φήμης εἰς ἡμᾶς παραδεδομένον. ἀρχόντων μὲν Λακεδαιμονίων οὐ βίᾳ τὴν ἀρχήν, ἀλλὰ δόξῃ δικαιοσύνης παρείλεσθε, καὶ τὸν Ἀριστείδην τὸν δίκαιον οἱ παρ’ ὑμῖν ἐθρέψαντο νόμοι. καίτοι γε ταῦτα οὕτως ὄντα λαμπρὰ τεκμήρια διὰ λαμπροτέρων οἶμαι τῶν ἔργων ὅμως ἐπιστώσασθε. τὸ μὲν γὰρ δόξαι δίκαιον ἴσως ἄν τῳ καὶ ψευδῶς συμβαίη, καὶ τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις ἕνα γενέσθαι σπουδαῖον. ἢ γὰρ οὐχὶ καὶ παρὰ Μήδοις ὑμνεῖταί τις Δηιόκης Ἄβαρίς τε ἐν Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ ὧν τοῦτο ἦν θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις γεγονότες ἔθνεσι τὴν δίκην ὅμως ἐτίμησαν, τὼ μὲν ἀληθῶς, ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος. δῆμον δὲ ὅλον καὶ πόλιν ἐραστὰς ἔργων καὶ λόγων δικαίων ἔξω τῆς παρ’ ὑμῖν οὐ ῥᾴδιον εὑρεῖν. βούλομαι δὲ ὑμᾶς ἑνὸς τῶν παρ’ ὑμῖν πολλῶν γε ὄντων ἔργων ὑπομνῆσαι. Θεμιστοκλέους γὰρ μετὰ τὰ Μηδικὰ γνώμην εἰσηγεῖσθαι διανοουμένου λάθρᾳ καταφλέξαι τὰ νεώρια τῶν Ἑλλήνων, εἶτα μὴ τολμῶντος εἰς τὸν δῆμον λέγειν, ἑνὶ δὲ ὁμολογοῦντος πιστεύσειν τὸ ἀπόρρητον, ὅνπερ ἂν ὁ δῆμος χειροτονήσας προέληται, προυβάλετο μὲν ὁ δῆμος τὸν Ἀριστείδην· ὁ δὲ ἀκούσας τῆς γνώμης ἔκρυψε μὲν τὸ ῥηθέν, ἐξήνεγκε δὲ εἰς τὸν δῆμον, ὡς οὔτε λυσιτελέστερον οὔτε ἀδικώτερον εἴη τι τοῦ βουλεύματος· καὶ ἡ πόλις ἀπεψηφίσατο παραχρῆμα καὶ παρῃτήσατο, πάνυ γε νὴ Δία μεγαλοψύχως καὶ ὃν ἐχρῆν τρόπον ἄνδρας ὑπὸ μάρτυρι τῇ φρονιμωτάτῃ θεῷ τρεφομένους. Οὐκοῦν εἰ ταῦτα παρ’ ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι’ ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ’ ὑμῶν εἰκότως. οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ’ ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. βούλομαι οὖν ὑμῖν τὰ κατ’ ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν· εἰκὸς δὲ ἔνια καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει· ὑμῖν τε καὶ δι’ ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός· ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ. Καὶ ὅτι μὲν τὰ πρὸς πατρὸς ἡμῖν ἐντεῦθεν ὅθενπερ καὶ Κωνσταντίῳ τὰ πρὸς πατρὸς ὥρμηται, φανερόν. τὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν. οὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς οἷα εἰργάσατο, ἓξ μὲν ἀνεψιοὺς ἐμοῦ τε καὶ ἑαυτοῦ, πατέρα δὲ τὸν ἐμόν, ἑαυτοῦ δὲ θεῖον, καὶ προσέτι κοινὸν ἕτερον τὸν πρὸς πατρὸς θεῖον ἀδελφόν τε ἐμὸν τὸν πρεσβύτατον ἀκρίτους κτείνας, ἐμὲ δὲ καὶ ἕτερον ἀδελφὸν ἐμὸν ἐθελήσας μὲν κτεῖναι, τέλος δὲ ἐπιβαλὼν φυγήν, ἀφ’ ἧς ἐμὲ μὲν ἀφῆκεν, ἐκεῖνον δὲ ὀλίγῳ πρότερον τῆς σφαγῆς ἐξέδυσε τὸ τοῦ Καίσαρος ὄνομα, τί με δεῖ νῦν ὥσπερ ἐκ τραγῳδίας τὰ ἄρρητα ἀναμετρεῖσθαι; μετεμέλησε γὰρ αὐτῷ, φασί, καὶ ἐδήχθη δεινῶς, ἀπαιδίαν τε ἐντεῦθεν νομίζει δυστυχεῖν, τά τε ἐς τοὺς πολεμίους τοὺς Πέρσας οὐκ εὐτυχῶς πράττειν ἐκ τούτων ὑπολαμβάνει. ταῦτα ἐθρύλουν οἱ περὶ τὴν αὐλὴν τότε καὶ τὸν μακαρίτην ἀδελφὸν ἐμὸν Γάλλον, τοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα· κτείνας γὰρ αὐτὸν παρὰ τοὺς νόμους οὐδὲ τῶν πατρῴων μεταλαχεῖν εἴασε τάφων οὐδὲ τῆς εὐαγοῦς ἠξίωσε μνήμης. Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς, ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ ταραχώδους στρατεύματος. τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ τῆς ἐν Τράλλεσι φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν, οὓς ἐν ἀλλοτρίῳ κτήματι διάγοντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηδενὸς ἡμῖν προσιόντος ξένου μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν. Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν καθείρχθη δυστυχῶς, εἴπερ τις ἄλλος τῶν πώποτε. καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς ὀρείου τροφῆς συνηυξήθη. δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς, ἧς ἐμὲ μὲν οἱ θεοὶ διὰ τῆς φιλοσοφίας καθαρὸν ἀπέφηναν καὶ ἐξάντη, τῷ δὲ οὐδεὶς ἐνέδωκεν. εὐθὺς γὰρ ἀπὸ τῶν ἀγρῶν ἐς τὰ βασίλεια παρελθόντι ἐπειδὴ πρῶτον αὐτῷ περιέθηκεν ἁλουργὲς ἱμάτιον, αὐτίκα φθονεῖν ἀρξάμενος οὐ πρότερον ἐπαύσατο πρὶν καθελεῖν αὐτόν, οὐδὲ τῷ περιελεῖν τὸ πορφυροῦν ἱμάτιον ἀρκεσθείς. καίτοι τοῦ ζῆν γοῦν ἄξιος, εἰ μὴ βασιλεύειν ἐφαίνετο ἐπιτήδειος. ἀλλ’ ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι. ξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον, ὥσπερ τοὺς κακούργους. οὐ γὰρ δὴ τοὺς μὲν λῃστὰς ὁ νόμος ἀπαγορεύει τῷ δήσαντι κτείνειν, τοὺς ἀφαιρεθέντας δὲ τιμάς, ἃς εἶχον, καὶ γενομένους ἐξ ἀρχόντων ἰδιώτας ἀκρίτους φησὶ δεῖν ἀναιρεῖσθαι. τί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοῦς αἰτίους; ἐδέδοντο γὰρ αὐτῷ τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ’ αὐτοῦ κατηγορίας, ἐφ’ αἷς ἐκεῖνος ἀγανακτήσας ἀκρατέστερον μὲν καὶ ἥκιστα βασιλικῶς ἐφῆκε τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει. πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασι κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος, ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; ἀλλ’ ἴσως μὲν ἠμύνατο πικρότερον. οὐ μὴν ἔξω πάντη τοῦ εἰκότος· τὸν γὰρ ἐχθρὸν ὑπ’ ὀργῆς εἰκός τι καὶ ποιεῖν, εἴρηται καὶ πρόσθεν. ἀλλ’ εἰς χάριν ἑνὸς ἀνδρογύνου, τοῦ κατακοιμιστοῦ, καὶ προσέτι τοῦ τῶν μαγείρων ἐπιτρόπου τὸν ἀνεψιόν, τὸν καίσαρα, τὸν τῆς ἀδελφῆς ἄνδρα γενόμενον, τὸν τῆς ἀδελφιδῆς πατέρα, οὗ καὶ αὐτὸς πρότερον ἦν ἀγαγόμενος τὴν ἀδελφήν, πρὸς ὃν αὐτῷ τοσαῦτα θεῶν ὁμογνίων ὑπῆρχε δίκαια, κτεῖναι παρέδωκε τοῖς ἐχθίστοις· ἐμὲ δὲ ἀφῆκε μόγις ἑπτὰ μηνῶν ὅλων ἑλκύσας τῇδε κἀκεῖσε καὶ ποιησάμενος ἔμφρουρον, ὥστε, εἰ μὴ θεῶν τις ἐθελήσας με σωθῆναι τὴν καλὴν καὶ ἀγαθὴν τὸ τηνικαῦτά μοι παρέσχεν εὐμενῆ Εὐσεβίαν, οὐδ’ ἂν ἐγὼ τὰς χεῖρας αὐτοῦ τότε διέφυγον. καίτοι μὰ τοὺς θεοὺς οὐδ’ ὄναρ μοι φανεὶς ἁδελφὸς ἐπεπράχει· καὶ γὰρ οὐδὲ συνῆν αὐτῷ οὐδὲ ἐφοίτων οὐδὲ ἐβάδιζον παρ’ αὐτόν, ὀλιγάκις δὲ ἔγραφον καὶ ὑπὲρ ὀλίγων. ὡς οὖν ἀποφυγὼν ἐκεῖθεν ἄσμενος ἐπορευόμην ἐπὶ τὴν τῆς μητρὸς ἑστίαν· πατρῷον γὰρ οὐδὲν ὑπῆρχέ μοι οὐδὲ ἐκεκτήμην ἐκ τοσούτων, ὅσων εἰκὸς ἦν πατέρα κεκτῆσθαι τὸν ἐμόν, οὐκ ἐλαχίστην βῶλον, οὐκ ἀνδράποδον, οὐκ οἰκίαν· ὁ γάρ τοι καλὸς Κωνστάντιος ἐκληρονόμησεν ἀντ’ ἐμοῦ τὴν πατρῴαν οὐσίαν ἅπασαν, ἐμοί τε, ὅπερ ἔφην, οὐδὲ γρὺ μετέδωκεν αὐτῆς· ἀλλὰ καὶ τῷ ἀδελφῷ τὠμῷ τῶν πατρῴων ἔδωκεν ὀλίγα, πάντων αὐτὸν ἀφελόμενος τῶν μητρῴων. Ὅσα μὲν οὖν ἔπραξε πρός με πρὶν ὀνόματος μὲν μεταδοῦναί μοι τοῦ σεμνοτάτου, ἔργῳ δὲ εἰς πικροτάτην καὶ χαλεπωτάτην ἐμβαλεῖν δουλείαν, εἰ καὶ μὴ πάντα, τὰ πλεῖστα γοῦν ὅμως ἀκηκόατε πορευομένου δὴ λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου, συκοφάντης τις ἀνεφάνη περὶ τὸ Σίρμιον, ὃς τοῖς ἐκεῖ πράγματα ἔρραψεν ὡς νεώτερα διανοουμένοις· ἴστε δήπουθεν ἀκοῇ τὸν Ἀφρικανὸν καὶ τὸν Μαρῖνον· οὔκουν ὑμᾶς οὐδὲ ὁ Φῆλιξ ἔλαθεν οὐδὲ ὅσα ἐπράχθη περὶ τοὺς ἀνθρώπους. ἀλλ’ ὡς τοῦτο αὐτῷ κατεμηνύθη τὸ πρᾶγμα, καὶ Δυνάμιος ἐξαίφνης, ἄλλος συκοφάντης, ἐκ Κελτῶν ἤγγειλεν ὅσον οὔπω τὸν Σιλουανὸν αὐτῷ πολέμιον ἀναφανεῖσθαι, δείσας παντάπασι καὶ φοβηθεὶς αὐτίκα ἐπ’ ἐμὲ πέμπει, καὶ μικρὸν εἰς τὴν Ἑλλάδα κελεύσας ὑποχωρῆσαι πάλιν ἐκεῖθεν ἐκάλει παρ’ ἑαυτόν, οὔπω πρότερον τεθεαμένος πλὴν ἅπαξ μὲν ἐν Καππαδοκίᾳ, ἅπαξ δὲ ἐν Ἰταλίᾳ, ἀγωνισαμένης Εὐσεβίας, ὡς ἂν ὑπὲρ τῆς σωτηρίας τῆς ἐμαυτοῦ θαρρήσαιμι. καίτοι τὴν αὐτὴν αὐτῷ πόλιν ἓξ ᾤκησα μηνῶν, καὶ μέντοι καὶ ὑπέσχετό με θεάσεσθαι πάλιν. ἀλλ’ ὁ θεοῖς ἐχθρὸς ἀνδρόγυνος, ὁ πιστὸς αὐτοῦ κατακοιμιστής, ἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος· οὐ γὰρ εἴασεν ἐντυχεῖν με πολλάκις αὐτῷ, τυχὸν μὲν οὐδὲ ἐθέλοντι, πλὴν ἀλλὰ τὸ κεφάλαιον ἐκεῖνος ἦν· ὤκνει γὰρ ὡς ἂν μή τινος συνηθείας ἐγγενομένης ἡμῖν πρὸς ἀλλήλους ἔπειτα ἀγαπηθείην καὶ πιστὸς ἀναφανεὶς ἐπιτραπείην τι. Παραγενόμενον δή με τότε πρῶτον ἀπὸ τῆς Ἑλλάδος αὐτίκα διὰ τῶν περὶ τὴν θεραπείαν εὐνούχων ἡ μακαρῖτις Εὐσεβία καὶ λίαν ἐφιλοφρονεῖτο. μικρὸν δὲ ὕστερον ἐπελθόντος τούτου· καὶ γάρ τοι καὶ τὰ περὶ Σιλουανὸν ἐπέπρακτο· λοιπὸν εἴσοδός τε εἰς τὴν αὐλὴν δίδοται, καὶ τὸ λεγόμενον ἡ Θετταλικὴ περιβάλλεται πειθανάγκη. ἀρνουμένου γάρ μου τὴν συνουσίαν στερεῶς ἐν τοῖς βασιλείοις, οἱ μὲν ὥσπερ ἐν κουρείῳ συνελθόντες ἀποκείρουσι τὸν πώγωνα, χλανίδα δὲ ἀμφιεννύουσι καὶ σχηματίζουσιν, ὡς τότε ὑπελάμβανον, πάνυ γελοῖον στρατιώτην· οὐδὲν γάρ μοι τοῦ καλλωπισμοῦ τῶν καθαρμάτων ἥρμοζεν· ἐβάδιζον δὲ οὐχ ὥσπερ ἐκεῖνοι περιβλέπων καὶ σοβῶν ἀλλ’ εἰς γῆν βλέπων, ὥσπερ εἰθίσμην ὑπὸ τοῦ θρέψαντός με παιδαγωγοῦ. τότε μὲν οὖν αὐτοῖς παρέσχον γέλωτα, μικρὸν δὲ ὕστερον ὑποψίαν, εἶτα ἀνέλαμψεν ὁ τοσοῦτος φθόνος. Ἀλλ’ ἐνταῦθα χρὴ μὴ παραλείπειν ἐκεῖνα, πῶς ἐγὼ συνεχώρησα, πῶς ἐδεχόμην ὁμωρόφιος ἐκείνοις γενέσθαι, οὓς ἠπιστάμην παντὶ μέν μου λυμηναμένους τῷ γένει, ὑπώπτευον δὲ οὐκ εἰς μακρὰν ἐπιβουλεύσοντας καὶ ἐμοί. πηγὰς μὲν οὖν ὁπόσας ἀφῆκα δακρύων καὶ θρήνους οἵους, ἀνατείνων εἰς τὴν ἀκρόπολιν τὴν παρ’ ὑμῖν τὰς χεῖρας, ὅτε ἐκαλούμην, καὶ τὴν Ἀθηνᾶν ἱκετεύων σώζειν τὸν ἱκέτην καὶ μὴ ἐκδιδόναι, πολλοὶ τῶν παρ’ ὑμῖν ἑορακότες εἰσί μοι μάρτυρες, αὐτὴ δὲ ἡ θεὸς πρὸ τῶν ἄλλων, ὅτι καὶ θάνατον ᾐτησάμην παρ’ αὐτῆς Ἀθήνησι πρὸ τῆς τότε ὁδοῦ. ὡς μὲν οὖν οὐ προύδωκεν ἡ θεὸς τὸν ἱκέτην οὐδὲ ἐξέδωκεν, ἔργοις ἔδείξεν· γὰρ ἁπανταχοῦ μοι καὶ παρέστησεν ἁπανταχόθεν τοὺς φύλακας, ἐξ Ἡλίου καὶ Σελήνης ἀγγέλους λαβοῦσα.