Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ’ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος ὥσπερ Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν Ἀντίλοχον. ἀλλ’ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα τοῖς καθ’ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, τὴν Ἀπόλλωνος ἴσως ἂν ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ’ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς ἔπεσιν, ὥσπερ οἶμαι τὸ Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν καὶ Ἠέλιος δ’ ἀνόρουσε καὶ Κρήτη τις γαῖ’ ἐστί, καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν ὄντα καὶ εἰς ἡμᾶς ἔτι, τὰ δὲ γιγνόμενα. Ἀλλὰ τῷ μὲν εἴτε μέγεθος ἀρετῆς ὑπερέχον καὶ τῶν προσόντων ἀγαθῶν οὐδαμῶς ἐλάττων σύνεσις εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε μειζόνων ἢ κατὰ τοὺς ἄλλους ὀρέγεσθαι, εἴθ’ ὑπερβολή τις ἀνδρείας καὶ θάρσους εἰς ἀλαζονείαν ἄγουσα καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν, εἴ τις ἄρα καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. ἡμεῖς δὲ τοῖς παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι στέργομεν μέν, ὁπόταν ὁ κήρυξ ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς πάντων ἡμῖν γεγονώς, μὴ τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. Ἐνταῦθα ὑπέρχεταί μοι καὶ τὸ θρυλούμενον, ὡς οὐκ εἰς Ἰλλυριοὺς μόνον, ἀλλὰ καὶ εἰς Θρᾷκας ἀφίξῃ καὶ τοὺς περὶ τὴν θάλατταν ἐκείνην οἰκοῦντας Ἕλληνας, ἐν οἷς γενομένῳ μοι καὶ τραφέντι πολὺς ἐντέτηκεν ἔρως ἀνδρῶν τε καὶ χωρίων καὶ πόλεων. ἴσως δὲ οὐ φαῦλος οὐδὲ ἐκείνων ἐναπολέλειπται ταῖς ψυχαῖς ἔρως ἡμῶν, οἷς εὖ οἶδ’ ὅτι τὸ λεγόμενον ἀσπάσιος ἐλθὼν ἂν γένοιο, δικαίαν ἀμοιβὴν ἀντιδιδοὺς αὐτοῖς ὑπὲρ ὧν ἡμᾶς ἀπολέλοιπας ἐνθάδε. καὶ τοῦτο μὲν οὐχ ὡς εὐχόμενος· ἐπεὶ τό γε ἰέναι πρὸς ἡμᾶς τὴν αὐτὴν ταχέως ἄμεινον· ἀλλ’ ὡς, εἰ γένοιτο, καὶ πρὸς τοῦθ’ ἕξων οὐκ ἀπαραμυθήτως οὐδὲ ἀψυχαγωγήτως ἐννοῶ, συγχαίρων ἐκείνοις, ὅτι σε παρ’ ἡμῶν ὄψονται. Κελτοῖς γὰρ ἐμαυτὸν ἤδη διὰ σὲ συντάττω, ἄνδρα εἰς τοὺς πρώτους τῶν Ἑλλήνων τελοῦντα καὶ κατ’ εὐνομίαν καὶ κατὰ ἀρετὴν τὴν ἄλλην, καὶ ῥητορείαν ἄκρον καὶ φιλοσοφίας οὐκ ἄπειρον, ἧς Ἕλληνες μόνοι τὰ κράτιστα μετεληλύθασι, λόγῳ τἀληθές, ὥσπερ οὖν πέφυκε, θηρεύσαντες, οὐκ ἀπίστοις μύθοις οὐδὲ παραδόξῳ τερατείᾳ προσέχειν ἡμᾶς, ὥσπερ οἱ πολλοὶ τῶν βαρβάρων, ἐάσαντες. Ἀλλὰ καὶ τοῦτο μὲν ὅπως ποτὲ ἔχει, τανῦν ἀφείσθω. σὲ δέ· προπέμπειν ἤδη γὰρ ἄξιον μετ’ εὐφημίας· ἄγοι μὲν θεὸς εὐμενής, ὅποι ποτ’ ἂν δέῃ πορεύεσθαι, Ξένιος δὲ ὑποδέχοιτο καὶ Φίλιος εὔνους, ἄγοι τε διὰ γῆς ἀσφαλῶς· κἂν πλεῖν δέῃ, στορεννύσθω τὰ κύματα· πᾶσι δὲ φανείης φίλος καὶ τίμιος, ἡδὺς μὲν προσιών, ἀλγεινὸς δὲ ἀπολείπων αὐτούς· στέργων δὲ ἡμᾶς ἥκιστα ποθήσειας ἀνδρὸς ἑταίρου καὶ φίλου πιστοῦ κοινωνίαν. εὐμενῆ δὲ καὶ τὸν αὐτοκράτορά σοι θεὸς ἀποφήνειε καὶ τὰ ἄλλα πάντα κατὰ νοῦν διδοίη, καὶ τὴν οἴκαδε παρ’ ἡμᾶς πορείαν ἀσφαλῆ παρασκευάζοι καὶ ταχεῖαν. Ταῦτά σοι μετὰ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν συνεύχομαι, καὶ ἔτι πρὸς τούτοις Οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν, Νοστῆσαι οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν.