Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες καὶ πάντες ὅσοι καὶ ὁπουοῦν σπουδαῖοι. χρὴ δὲ καὶ τὴν οὗ γεγόναμεν τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπαραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης. οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ’ οἷς ἐπιτάττει τραχύτερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. νῦν ἀπαλλάττεσθαι τὸν Ἀναξαγόραν ἀφ’ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ ὀψόμεθα τῶν ἑταίρων, δι’ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. ἀλλ’ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς θηρίοις, οὐδὲν ἀπεικός ἐστι σε διαφερόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσε καὶ νοῦν ἐνῆκεν, ὑφ’ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα τῶν γενομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ λόγος ἐστί μοι, Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ’ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει, Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος φησί. τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν. καὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ· κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ’ εἰς τὴν ἀρετὴν καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ’ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐπῄει ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων ἰνδάλμασι προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακειμένη. οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ’ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτων διεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ αἱρεῖν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι. Ἀλλ’ ὁ μὲν Περικλῆς, ἅτε δὴ μεγαλόφρων ἀνὴρ καὶ τραφεὶς ἐλευθέρως ἐν ἐλευθέρᾳ τῇ πόλει, ὑψηλοτέροις ἐψυχαγώγει λόγοις αὑτόν· ἐγὼ δὲ γεγονὼς ἐκ τῶν οἷοι νῦν βροτοί εἰσιν ἀνθρωπικωτέροις ἐμαυτὸν θέλγω καὶ παράγω λόγοις, καὶ τὸ λίαν πικρὸν ἀφαιρῶ τῆς λύπης, πρὸς ἕκαστον τῶν ἀεί μοι προσπιπτόντων ἀπὸ τοῦ πράγματος δυσχερῶν τε καὶ ἀτόπων φαντασμάτων ἐφαρμόζειν τινὰ παραμυθίαν πειρώμενος, ὥσπερ ἐπῳδὴν θηρίου δήγματι δάκνοντος αὐτὴν ἔσω τὴν καρδίαν ἡμῶν καὶ τὰς φρένας. ἐκεῖνό τοι πρῶτόν ἐστί μοι τῶν φαινομένων δυσχερῶν. νῦν ἐγὼ μόνος ἀπολελείψομαι καθαρᾶς ἐνδεὴς ὁμιλίας καὶ ἐλευθέρας ἐντεύξεως· οὐ γὰρ ἔστι μοι τέως ὅτῳ διαλέξομαι θαρρῶν ὁμοίως. πότερον οὖν οὐδ’ ἐμαυτῷ διαλέγεσθαι ῥᾴδιόν ἐστί μοι; ἀλλ’ ἀφαιρήσεταί μέ τις καὶ τὴν ἔννοιαν καὶ προσαναγκάσει νοεῖν ἕτερα καὶ θαυμάζειν παρ’ ἃ βούλομαι; ἢ τοῦτο μέν ἐστι τέρας ἤδη καὶ προσόμοιον τῷ γράφειν ἐφ’ ὕδατος καὶ τῷ λίθον ἕψειν καὶ τῷ ἱπταμένων ὀρνίθων ἐρευνᾶν ἴχνη τῆς πτήσεως; οὐκοῦν ἐπειδὴ τούτων ἡμᾶς οὐδεὶς ἀφαιρεῖται, συνεσόμεθα δήπουθεν αὐτοί πως ἑαυτοῖς, ἴσως δὲ καὶ ὁ δαίμων ὑποθήσεταί τι χρηστόν· οὐ γὰρ εἰκὸς ἄνδρα ἑαυτὸν ἐπιτρέψαντα τῷ κρείττονι παντάπασιν ἀμεληθῆναι καὶ καταλειφθῆναι παντελῶς ἔρημον· ἀλλ’ αὐτοῦ καὶ ὁ θεὸς χεῖρα ἑὴν ὑπερέσχε καὶ θάρσος ἐνδίδωσι καὶ μένος ἐμπνεῖ καὶ τὰ πρακτέα τίθησιν ἐπὶ νοῦν καὶ τῶν μὴ πρακτέων ἀφίστησιν. εἵπετό τοι καὶ Σωκράτει δαιμονία φωνὴ κωλύουσα πράττειν ὅσα μὴ χρεὼν ἦν· φησὶ δὲ καὶ Ὅμηρος ὑπὲρ Ἀχιλλέως· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν, ὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος, ὅταν ἐπιστρέψας ὁ νοῦς εἰς ἑαυτὸν αὑτῷ τε πρότερον ξυγγένηται καὶ τῷ θεῷ δι’ ἑαυτοῦ μόνου, κωλυόμενος ὑπ’ οὐδενός. οὐ γὰρ ἀκοῆς ὁ νοῦς δεῖται πρὸς τὸ μαθεῖν οὐδὲ μὴν ὁ θεὸς φωνῆς πρὸς τὸ διδάξαι τὰ δέοντα· δέοντα· ἀλλ’ αἰσθήσεως ἔξω πάσης ἀπὸ τοῦ κρείττονος ἡ μετουσία γίνεται τῷ νῷ· τίνα μὲν τρόπον καὶ ὅπως οὐ σχολὴ νῦν ἐπεξιέναι, τὸ δ’ ὅτι γίνεται δῆλον καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες οὐδ’ ἐν τῇ Μεγαρέων ἄξιοι τάττεσθαι μερίδι, ἀλλὰ τῶν ἀπενεγκαμένων ἐπὶ σοφίᾳ τὰ πρωτεῖα. Οὐκοῦν ἐπειδὴ χρὴ προσδοκᾶν καὶ θεὸν ἡμῖν παρέσεσθαι πάντως καὶ ἡμᾶς αὐτοὺς αὑτοῖς συνέσεσθαι, τὸ λίαν δυσχερὲς ἀφαιρετέον ἐστὶ τῆς λύπης. ἐπεὶ καὶ τὸν Ὀδυσσέα μόνον ἐν τῇ νήσῳ καθειργμένον ἑπτὰ τοὺς πάντας ἐνιαυτούς, εἶτ’ ὀδυρόμενον, τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ οὐκ ἄγαμαι. τί γὰρ ὄφελος πόντον ἐπ’ ἰχθυόεντα δέρκεσθαι καὶ λείβειν δάκρυα; τὸ δὲ μὴ προέσθαι μηδ’ ἀπαγορεῦσαι πρὸς τὴν τύχην, ἀλλ’ ἄνδρα μέχρις ἐσχάτων γενέσθαι πόνων καὶ κινδύνων, τοῦτο ἔμοιγε φαίνεται μεῖζον ἢ κατὰ ἄνθρωπον. οὐ δὴ δίκαιον ἐπαινεῖν μὲν αὐτούς, μὴ μιμεῖσθαι δέ, οὐδὲ νομίζειν, ὡς ἐκείνοις μὲν ὁ θεὸς προθύμως συνελάμβανε, τοὺς δὲ νῦν περιόψεται τῆς ἀρετῆς ὁρῶν ἀντιποιουμένους, δι’ ἥνπερ ἄρα κἀκείνοις ἔχαιρεν· οὐ γὰρ διὰ τὸ κάλλος τοῦ σώματος, ἐπεί τοι τὸν Νιρέα μᾶλλον ἐχρῆν ἀγαπᾶσθαι, οὐδὲ διὰ τὴν ἰσχύν, ἀπείρῳ γὰρ ὅσῳ Λαιστρυγόνες καὶ Κύκλωπες ἦσαν αὐτοῦ κρείττους, οὐδὲ διὰ τὸν πλοῦτον, οὕτω γὰρ ἂν ἔμεινεν ἀπόρθητος Τροία. τί δὲ δεῖ πράγματα ἔχειν αὐτὸν ἐπιζητοῦντα τὴν αἰτίαν, δι’ ἣν Ὀδυσσέα φησὶν ὁ ποιητὴς θεοφιλῆ, αὐτοῦ γε ἐξὸν ἀκούειν; Οὕνεκ’ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. δῆλον οὖν ὡς, εἴπερ ἡμῖν ταῦτα προσγένοιτο, τὸ κρεῖττον οὐκ ἐλλείψει τὰ παρ’ ἑαυτοῦ, ἀλλὰ καὶ κατὰ τὸν δοθέντα πάλαι ποτὲ Λακεδαιμονίοις χρησμὸν καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται.