Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ. φησὶ γοῦν ὅτι Χαλεπώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ’ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ. καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διορύττειν τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ ’κεῖνος τοῦ θεοῦ; ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν. ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ’ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν ἀφελὼν τῶν λόγων, ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην. τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων, οἵ με, διὰ τὸν σὸν πόθον σά τε μήδεα σήν τε ἀγανοφροσύνην αὐτὴν προέσθαι τὴν ψυχὴν κινδυνεύοντα, πείσουσιν ἀτρεμεῖν καὶ φέρειν ὅσα δέδωκεν ὁ θεὸς γενναίως; εἰς ταὐτὸ γὰρ ἔοικεν αὐτῷ νοῶν ὁ μέγας αὐτοκράτωρ ταῦθ’ οὕτω νυνὶ βουλεύσασθαι. τί ποτε οὖν ἄρα χρὴ διανοηθέντα καὶ τίνας ἐπῳδὰς εὑρόντα πεῖσαι πρᾴως ἔχειν ὑπὸ τοῦ πάθους θορυβουμένην τὴν ψυχήν; ἆρα ἡμῖν οἱ Ζαμόλξιδός εἰσι μιμητέοι λόγοι, λέγω δὲ τὰς ἐκ Θρᾴκης ἐπῳδάς, ἃς Ἀθήναζε φέρων ὁ Σωκράτης πρὸ τοῦ τὴν ὀδύνην ἰᾶσθαι τῆς κεφαλῆς ἐπᾴδειν ἠξίου τῷ καλῷ Χαρμίδῃ; ἢ τούτους μὲν ἅτε δὴ μείζονας καὶ περὶ μειζόνων οὐ κινητέον, ὥσπερ ἐν θεάτρῳ μικρῷ μηχανὰς μεγάλας, ἀλλ’ ἐκ τῶν ἔμπροσθεν ἔργων, ὧν ἐπυθόμεθα τὰ κλέα, φησὶν ὁ ποιητης, ὥσπερ ἐκ λειμῶνος δρεψάμενοι ποικίλου καὶ πολυειδοῦς ἄνθη τὰ κάλλιστα ψυχαγωγήσομεν αὑτοὺς τοῖς διηγήμασι, μικρὰ τῶν ἐκ φιλοσοφίας αὐτοῖς προστιθέντες; ὥσπερ γὰρ οἶμαι τοῖς λίαν γλυκέσιν οἱ παρεγχέοντες οὐκ οἶδ’ ὁποἶ ἄττα φάρμακα τὸ προσκορὲς αὐτῶν ἀφαιροῦσιν, οὕτω τοῖς διηγήμασιν ἐκ φιλοσοφίας ἔνια προστιθέμενα τὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν, οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαιρεῖται. Τί πρῶτον; τί δ’ ἔπειτα; τί δ’ ὑστάτιον καταλέξω; πότερον ὡς ὁ Σκηπίων ἐκεῖνος, ὁ τὸν Λαίλιον ἀγαπήσας καὶ φιληθεὶς τὸ λεγόμενον ἴσῳ ζυγῷ παρ’ ἐκείνου πάλιν, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδέν, ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον; ὅθεν οἶμαι καὶ λόγον παρέσχε τοῖς ὑπὸ φθόνου τὸν Σκηπίωνα λοιδοροῦσιν, ὡς ποιητὴς μὲν ὁ Λαίλιος εἴη τῶν ἔργων, Ἀφρικανὸς δὲ ὁ τούτων ὑποκριτής. αὕτη τοι καὶ ἡμῖν ἡ φήμη πρόσκειται, καὶ οὐ μόνον οὐ δυχεραίνω χαίρω δὲ ἐπ’ αὐτῇ πλέον. τὸ γὰρ τοῖς ὀρθῶς ὑπ’ ἄλλου γνωσθεῖσι πεισθῆναι μείζονος ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν, Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται λέγων ἀντὶ τοῦ νοήσῃ πάνθ’ ἑαυτῷ. ἐμοὶ δὲ οὐ διὰ τοῦτο χαρίεν εἶναι δοκεῖ· πείθομαι γὰρ ἀληθέστερον μὲν Ἡσίοδον λέγειν, ἀμφοῖν δὲ ἄμεινον Πυθαγόραν, ὃς καὶ τῇ παροιμίᾳ παρέσχε τὴν ἀρχὴν καὶ τὸ λέγεσθαι κοινὰ τὰ φίλων ἔδωκε τῷ βίῳ, οὐ δήπου τὰ χρήματα λέγων μόνον, ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν, ὥσθ’ ὅσα μὲν εὗρες αὐτός, οὐδὲν ἔλαττον ταῦτα τοῦ πεισθέντος ἐστίν, ὅσα δὲ τῶν σῶν ὑπεκρινάμην, τούτων αὐτῶν εἰκότως τὸ ἴσον μετέχεις. ἀλλὰ ταῦτα μὲν ὁποτέρου μᾶλλον ἂν φαίνηται, καὶ θατέρῳ προσήκει, καὶ τοῖς βασκάνοις οὐδὲν ἔσται πλέον ἐκ τῶν λόγων. Ἡμῖν δὲ ἐπανιτέον ἐπὶ τὸν Ἀφρικανὸν καὶ τὸν Λαίλιον. ἐπειδὴ γὰρ ἀνῄρητο μὲν ἡ Καρχηδὼν καὶ τὰ περὶ τὴν Λιβύην ἅπαντα τῆς Ῥώμης ἐγεγόνει δοῦλα, πέμπει μὲν Ἀφρικανὸς τὸν Λαίλιον· ἀνήγετο δὲ ἐκεῖνος εὐαγγέλια τῇ πατρίδι φέρων· καὶ ὁ Σκηπίων ἤχθετο μὲν ἀπολειπόμενος τοῦ φίλου, οὐ μὴν ἀπαραμύθητον αὑτῷ τὸ πάθος ᾤετο. καὶ τὸν Λαίλιον δὲ δυσχεραίνειν εἰκός, ἐπειδὴ μόνος ἀνήγετο, οὐ μὴν ἀφόρητον ἐποιεῖτο τὴν συμφοράν. ἔπλει καὶ Κάτων ἀπολιπὼν οἴκοι τοὺς αὑτοῦ συνήθεις, καὶ Πυθαγόρας, καὶ Πλάτων καὶ Δημόκριτος οὐδένα παραλαβόντες κοινωνὸν τῆς ὁδοῦ, καίτοι πολλοὺς οἴκοι τῶν φιλτάτων ἀπολιμπάνοντες. ἐστρατεύσατο καὶ Περικλῆς ἐπὶ τὴν Σάμον οὐκ ἄγων τὸν Ἀναξαγόραν, καὶ τὴν Εὔβοιαν παρεστήσατο ταῖς μὲν ἐκείνου βουλαῖς, ἐπεπαίδευτο γὰρ ὑπ’ ἐκείνῳ, τὸ σῶμα δὲ οὐκ ἐφελκόμενος ὥσπερ ἄλλο τι τῶν ἀναγκαίων πρὸς τὰς μάχας. καίτοι καὶ τοῦτον ἄκοντα, φασίν, Ἀθηναῖοι τῆς πρὸς τὸν διδάσκαλον ἀπέστησαν συνουσίας. ἀλλ’ ἔφερεν ὡς ἀνὴρ ἔμφρων ὢν τὴν ἄνοιαν τῶν αὑτοῦ πολιτῶν ἐγκρατῶς καὶ πρᾴως. καὶ γὰρ ἀνάγκῃ τῇ πατρίδι καθάπερ μητρὶ δικαίως μὲν οὔ, χαλεπῶς δὲ ὅμως ἐχούσῃ πρὸς τὴν συνουσίαν αὐτῶν, εἴκειν ᾤετο χρῆναι, ταῦτα, ὡς εἰκός, λογιζόμενος· ἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ· Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες καὶ πάντες ὅσοι καὶ ὁπουοῦν σπουδαῖοι. χρὴ δὲ καὶ τὴν οὗ γεγόναμεν τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπαραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης. οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ’ οἷς ἐπιτάττει τραχύτερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. νῦν ἀπαλλάττεσθαι τὸν Ἀναξαγόραν ἀφ’ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ ὀψόμεθα τῶν ἑταίρων, δι’ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. ἀλλ’ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς θηρίοις, οὐδὲν ἀπεικός ἐστι σε διαφερόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσε καὶ νοῦν ἐνῆκεν, ὑφ’ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα τῶν γενομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ λόγος ἐστί μοι, Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ’ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει, Ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος φησί. τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν. καὶ γὰρ οὐδ’, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ· κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ’ εἰς τὴν ἀρετὴν καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ’ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐπῄει ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων ἰνδάλμασι προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακειμένη. οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ’ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτων διεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ αἱρεῖν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι.