Ἀλλ’ εἰ μὴ καὶ πρὸς σὲ διαλεχθείην ὅσα πρὸς ἐμαυτὸν διελέχθην, ἐπειδή σε βαδίζειν ἐπυθόμην χρῆναι παρ’ ἡμῶν, ἔλαττον ἔχειν οἰήσομαι πρὸς παραψυχήν, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πεπορίσθαι τινὰ ῥᾳστώνην ἐμαυτῷ νομιῶ, ἧς σοί γε οὐ μεταδέδωκα. κοινωνήσαντας γὰρ ἡμᾶς ἀλλήλοις πολλῶν, μὲν ἀλγεινῶν, πολλῶν δὲ ἡδέων ἔργων τε καὶ λόγων, ἐν πράγμασιν ἰδίοις τε καὶ δημοσίοις, οἴκοι καὶ ἐπὶ στρατοπέδου, κοινὸν εὑρίσκεσθαι χρὴ τῶν παρόντων, ὁποῖά ποτ’ ἂν ᾖ, παιώνιον ἄκος. ἀλλὰ τίς ἂν ἡμῖν ἢ τὴν Ὀρφέως μιμήσαιτο λύραν ἢ τοῖς Σειρήνων ἀντηχήσειε μέλεσιν ἢ τὸ νηπενθὲς ἐξεύροι φάρμακον; εἴτε λόγος ἦν ἐκεῖνο πλήρης Αἰγυπτίων διηγημάτων, εἴθ’ ὅπερ αὐτὸς ἐποίησεν, ἐν τοῖς ἑπομένοις ἐνυφήνας τὰ Τρωικὰ πάθη, τοῦτο τῆς Ἑλένης παρ’ Αἰγυπτίων μαθούσης, οὐχ ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους, οἳ τὰς μὲν ἀλγηδόνας ἀφαιρήσουσι τῶν ψυχῶν, εὐφροσύνης δὲ καὶ γαλήνης αἴτιοι καταστήσονται. καὶ γάρ πως ἔοικεν ἡδονὴ καὶ λύπη τῆς αὐτῆς κορυφῆς ἐξῆφθαι καὶ παρὰ μέρος ἀλλήλαις ἀντιμεθίστασθαι. τῶν προσπιπτόντων δὲ καὶ τὰ λίαν ἐργώδη φασὶν οἱ σοφοὶ τῷ νοῦν ἔχοντι φέρειν οὐκ ἐλάττονα τῆς δυσκολίας τὴν εὐπάθειαν, ἐπεὶ καὶ τὴν μέλιτταν ἐκ τῆς δριμυτάτης πόας τῆς περὶ τὸν Ὑμηττὸν φυομένης γλυκεῖαν ἀνιμᾶσθαι δρόσον καὶ τοῦ μέλιτος εἶναι δημιουργόν. ἀλλὰ καὶ τῶν σωμάτων ὅσα μὲν ὑγιεινὰ καὶ ῥωμαλέα καθέστηκεν, ὑπὸ τῶν τυχόντων τρέφεται σιτίων, καὶ τὰ δυσχερῆ δοκοῦντα πολλάκις ἐκείνοις οὐκ ἀβλαβῆ μόνον, ἀλλὰ καὶ τῆς ἰσχύος αἴτια γέγονεν· ὅσοις δὲ πονηρῶς ἔχει φύσει καὶ τροφῇ καὶ ἐπιτηδεύσει τὸ σῶμα, τὸν πάντα βίον νοσηλευομένοις, τούτοις καὶ τὰ κουφότατα βαρυτάτας εἴωθε προστιθέναι βλάβας. οὐκοῦν καὶ τῆς διανοίας ὅσοι μὲν οὕτως ἐπεμελήθησαν, ὡς μὴ παμπονήρως ἔχειν, ἀλλ’ ὑγιαίνειν μετρίως, εἰ καὶ μὴ κατὰ τὴν Ἀντισθένους καὶ Σωκράτους ῥώμην μηδὲ τὴν Καλλισθένους ἀνδρείαν μηδὲ τὴν Πολέμωνος ἀπάθειαν, ἀλλ’ ὥστε δύνασθαι τὸ μέτριον ἐν τοῖς τοιούτοις αἱρεῖσθαι, τυχὸν ἂν καὶ ἐν δυσκολωτέροις εὐφραίνοιντο. Ἐγώ τοι καὶ αὐτὸς πεῖραν ἐμαυτοῦ λαμβάνων, ὅπως πρὸς τὴν σὴν πορείαν ἔχω τε καὶ ἕξω, τοσοῦτον ὠδυνήθην, ὅσον ὅτε πρῶτον τὸν ἐμαυτοῦ καθηγεμόνα κατέλιπον οἴκοι· πάντων γὰρ ἀθρόως εἰσῄει με μνήμη, τῆς τῶν πόνων κοινωνίας, ὧν ἀλλήλοις συνδιηνέγκαμεν, τῆς ἀπλάστου καὶ καθαρᾶς ἐντεύξεως, τῆς ἀδόλου καὶ δικαίας ὁμιλίας, τῆς ἐν ἅπασι τοῖς καλοῖς κοινοπραγίας, τῆς πρὸς τοὺς πονηροὺς ἰσορρόπου τε καὶ ἀμεταμελήτου προθυμίας τε καὶ ὁρμῆς, ὡς μετ’ ἀλλήλων ἔστημεν πολλάκις ἶσον θυμὸν ἔχοντες, ὁμότροποι καὶ ποθεινοὶ φίλοι. πρὸς δὲ αὖ τούτοις εἰσῄει με μνήμη τοῦ Οἰώθη δ’ Ὀδυσεύς· εἰμὶ γὰρ ἐγὼ νῦν ἐκείνῳ παραπλήσιος, ἐπεὶ σὲ μὲν κατὰ τὸν Ἕκτορα θεὸς ἐξήγαγεν ἔξω βελῶν, ὧν οἱ συκοφάνται πολλάκις ἀφῆκαν ἐπὶ σέ, μᾶλλον δὲ εἰς ἐμέ, διὰ σοῦ τρῶσαι βουλόμενοι, ταύτῃ με μόνον ἁλώσιμον ὑπολαμβάνοντες, εἰ τοῦ πιστοῦ φίλου καὶ προθύμου συνασπιστοῦ καὶ πρὸς τοὺς κινδύνους ἀπροφασίστου κοινωνοῦ τῆς συνουσίας στερήσειαν. οὐ μὴν ἔλαττον οἶμαί σε διὰ τοῦτο ἀλγεῖν ἢ ἐγὼ νῦν, ὅτι σοι τῶν πόνων καὶ τῶν κινδύνων ἔλαττον μέτεστιν, ἀλλὰ καὶ πλέον ὑπὲρ ἐμοῦ δεδιέναι καὶ τῆς ἐμῆς κεφαλῆς, μή τι πάθῃ. καὶ γάρ τοι καὶ αὐτὸς οὐκ ἐν δευτέρῳ τῶν ἐμὼν ἐθέμην τὰ σά, καὶ σοῦ δὲ ὁμοίως ἔχοντος πρὸς ἡμᾶς ᾐσθόμην. ὅθεν εἰκότως καὶ μάλα δάκνομαι, ὅτι σοι, τῶν ἄλλων ἕνεκα λέγειν δυναμένῳ Οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει, Μόνος εἰμὶ λύπης αἴτιος καὶ φροντίδος. ἀλλὰ τούτου μὲν ἐξ ἴσης, ὡς ἔοικε, κοινωνοῦμεν, σὺ μὲν ὑπὲρ ἡμῶν ἀλγῶν μόνον, ἐγὼ δὲ ἀεὶ ποθῶν τὴν σὴν συνουσίαν καὶ τῆς φιλίας μεμνημένος, ἣν ἐκ τῆς ἀρετῆς. μὲν μάλιστα καὶ προηγουμένως, ἔπειτα καὶ διὰ τὴν χρείαν, ἣν ἐγὼ μὲν σοί, σὺ δὲ ἐμοὶ συνεχῶς παρέσχες, ἀνακραθέντες ἀλλήλοις ὡμολογήσαμεν, οὐχ ὅρκοις οὐδὲ τοιαύταις ἀνάγκαις ταῦτα πιστούμενοι, ὥσπερ ὁ Θησεὺς καὶ ὁ Πειρίθους, ἀλλ’ ἐξ ὧν ἀεὶ ταὐτὰ νοοῦντες καὶ προαιρούμενοι κακὸν μὲν δοῦναι τῶν πολιτῶν τινι τοσοῦτον δέω λέγειν ἀπέσχομεν, ὥστε οὐδὲ ἐβουλευσάμεθά ποτε μετὰ ἀλλήλων· χρηστὸν δὲ εἴ τι γέγονεν ἢ βεβούλευται κοινῇ παρ’ ἡμῶν, τοῦτο ἄλλοις εἰπεῖν μελήσει.