Τοιοῦτος δὲ ὢν καὶ γενόμενος βασιλεὺς μετὰ τὸν πόλεμον εἰκότως οὐ μόνον ἐστὶ ποθεινὸς τοῖς φίλοις καὶ ἀγαπητός, πολλοῖς μὲν τιμῆς καὶ δυνάμεως καὶ παρρησίας μεταδιδούς, χρήματα δὲ αὐτοῖς ἄφθονα χαριζόμενος καὶ χρῆσθαι ὅπως τις βούλεται τῷ πλούτῳ ξυγχωρῶν, ἀλλὰ καὶ τοῖς πολεμίοις τοιοῦτος ἐδόκει. τεκμήριον δὲ ὑμῖν ἐμφανὲς καὶ τοῦδε γιγνέσθω· ἄνδρες, τῆς γερουσίας ὅτιπερ ὄφελος, ἀξιώσει καὶ πλούτῳ καὶ ξυνέσει διαφέροντες τῶν ἄλλων, ὥσπερ ἐς λιμένα καταφεύγοντες τὴν τούτου δεξιάν, ἑστίας τε λιπόντες καὶ οἴκους καὶ παῖδας Παιονίαν μὲν ἀντὶ τῆς Ῥώμης, τὴν μετὰ τούτου δὲ ἀντὶ τῶν φιλτάτων συνουσίαν ἠσπάσαντο, ἴλη τε τῶν ἐπιλέκτων ἱππέων ξὺν τοῖς σημείοις καὶ τὸν στρατηγὸν ἄγουσα τούτῳ τοῦ κινδύνου ξυμμετέχειν μᾶλλον ἢ ἐκείνῳ τῆς εὐτυχίας ἠξίου. καὶ ταῦτα ἅπαντα ἐδρᾶτο πρὸ τῆς μάχης ἣν ἐπὶ τοῦ Δράου ταῖς ᾐόσιν ὁ πρόσθεν λόγος παρέστησεν· ἐντεῦθεν γὰρ ἤδη βεβαίως ἐθάρρουν, τέως δ’ ἐδόκει τὰ τῶν τυράννων ἐπικρατεῖν, πλεονεκτήματός τινος περὶ τοὺς κατασκόπους τοὺς βασιλέως γενομένου, ὃ δὴ ἐκεῖνόν τε ἐποίησεν ὑπὸ τῆς ἡδονῆς ἄφρονα καὶ ἐξετάραττε τοὺς οὐ δυναμένους ἐφικνεῖσθαι οὐδὲ διορᾶν τὴν στρατηγίαν. ὁ δὲ ἦν ἀκατάπληκτος καὶ γεννάδας καθάπερ ἀγαθὸς νεὼς κυβερνήτης, ἐξαπίνης νεφῶν ῥαγείσης λαίλαπος, εἶτα ἐπ’ αὐτῇ τοῦ θεοῦ σείοντος τὸν βυθὸν καὶ τὰς ᾐόνας. ἐνταῦθα γὰρ τοὺς μὲν ἀπείρους δεινὸν καὶ ἄτοπον κατέλαβε δέος, ὁ δὲ ἤδη χαίρει καὶ γάνυται, γαλήνην ἀκριβῆ καὶ νηνεμίαν ἐλπίζων. λέγεται γὰρ δὴ καὶ ὁ Ποσειδῶν συνταράττων τὴν γῆν παύειν τὰ κύματα. καὶ ἡ τύχη δὲ τοὺς ἀνοήτους ἐξαπατᾷ καὶ σφάλλει περὶ τοῖς μείζοσι, μικρὰ πλεονεκτεῖν ἐπιτρέπουσα, τοῖς ἔμφροσι δὲ τὸ βεβαίως θαρσεῖν ὑπὲρ τῶν μειζόνων, ὅταν ἐν τοῖς ἐλάττοσιν αὐτοὺς διαταράττῃ, παρέχει. τοῦτο Λακεδαιμόνιοι παθόντες ἐν Πύλαις οὐκ ἀπηγόρευον οὐδὲ ἔδεισαν τὸν Μῆδον ἐπιφερόμενον, τριακοσίους Σπαρτιατῶν καὶ τὸν βασιλέα περὶ τὰς εἰσβολὰς τῆς Ἑλλάδος προέμενοι· τοῦτο Ῥωμαῖοι πολλάκις παθόντες μείζονα κατώρθουν ὕστερον· ὃ δὴ καὶ βασιλεὺς ἐννοῶν καὶ λογιζόμενος οὐδαμῶς ἐσφάλη τῆς γνώμης. Ἀλλ’ ἐπείπερ ἅπαξ ἑκὼν ὁ λόγος ἐς τοῦτο ἀφῖκται καὶ τὴν εὔνοιαν τοῦ πλήθους καὶ τῶν ἐν τέλει καὶ τῶν φυλάκων, οἵπερ δὴ ξυμφυλάττουσιν αὐτῷ τὴν ἀρχὴν καὶ ἀπείργουσι τοὺς πολεμίους, διηγεῖται· βούλεσθε ὑμῖν ἐναργὲς εἴπω τεκμήριον χθές που ἢ καὶ πρῴην γενόμενον; ἀνὴρ τῶν ἐπιταχθέντων τοῖς ἐν Γαλατίᾳ στρατοπέδοις· ἴστε ἴσως καὶ τοὔνομα καὶ τὸν τρόπον· ὅμηρον φιλίας καὶ πίστεως ἀπέλιπεν οὐδὲν δεομένῳ βασιλεῖ τὸν παῖδα· εἶτα ἦν ἀπιστότερος τῶν λεόντων, οἷς οὐκ ἔστι, φησί, πρὸς ἄνδρας ὅρκια πιστά, ἁρπάζων τε ἐκ τῶν πόλεων τὰ χρήματα καὶ διανέμων τοῖς ἐπιοῦσι βαρβάροις καὶ ὥσπερ λύτρα καταβαλλόμενος, ἐξὸν τῷ σιδήρῳ παρασκευάζειν καὶ οὐ τοῖς χρήμασι ποιεῖσθαι τὴν ἀσφάλειαν· ὁ δὲ ἐκείνους ὑπήγετο διὰ τῶν χρημάτων εἰς εὔνοιαν· καὶ τέλος ἐκ τῆς γυναικωνίτιδος ἀνελόμενος ἁλουργὲς ἱμάτιον γελοῖος ἀληθῶς τύραννος καὶ τραγικὸς ὄντως ἀνεφάνη. ἐνταῦθα οἱ στρατιῶται χαλεπῶς μὲν εἶχον πρὸς τὴν ἀπιστίαν, θῆλυν δὲ οὐχ ὑπομένοντες ὁρᾶν ἐνδεδυκότα στολὴν τὸν δείλαιον ἐπιθέμενοι σπαράττουσιν, οὐδὲ τὸν τῆς σελήνης κύκλον ἄρξαι σφῶν ἀνασχόμενοι. τοῦτο μὲν δὴ παρὰ τῆς τῶν φυλάκων εὐνοίας ὑπῆρξε βασιλεῖ τὸ γέρας, ἀρχῆς ἀμεμφοῦς καὶ δικαίας ἀμοιβὴ θαυμαστή. ὅστις δὲ ἐπ’ αὐτῇ γέγονε ποθεῖτε ἀκούειν· ἀλλ’ οὐδὲ τοῦτο ὑμᾶς λέληθεν, ὅτι μήτε ἐς τὸν ἐκείνου παῖδα χαλεπὸς μήτε ἐς τοὺς φίλους ὕποπτος καὶ δεινὸς εἵλετο γενέσθαι, ἀλλὰ ὡς ἔνι μάλιστα πρᾴως εἶχε καὶ εὐμενὴς πᾶσιν ἦν καίτοι πολλῶν συκοφαντεῖν ἐθελόντων καὶ διηρμένων ἐπὶ τοὺς οὐκ αἰτίους τὰ κέντρα. πολλῶν δὲ τυχὸν ἀληθῶς ἐνόχων ὄντων ταῖς περὶ αὐτῶν ὑποψίαις, ὁμοίως ἅπασιν ἦν πρᾷος τοῖς οὐκ ἐξελεγχθεῖσιν οὐδὲ ἀποφανθεῖσι κοινωνοῖς τῶν ἀτόπων καὶ ἐξαγίστων βουλευμάτων. τὴν δὲ ἐς τὸν τοῦ παρανομήσαντος παῖδα καὶ πατήσαντος πίστιν καὶ ὅρκια φειδὼ ἆρα βασιλικὸν ἀληθῶς καὶ θεῖον φήσομεν, ἢ μᾶλλον ἀποδεξόμεθα τὸν Ἀγαμέμνονα χαλεπαίνοντα καὶ πικραινόμενον τῶν Τρώων οὐ τοῖς ξυνεξελθοῦσι μόνον τῷ Πάριδι καὶ καθυβρίσασι τοῦ Μενέλεω τὴν ἑστίαν, ἀλλὰ καὶ τοῖς κυουμένοις ἔτι καὶ ὧν τυχὸν οὐδὲ αἱ μητέρες τότ’ ἐγεγόνεσαν, ὁπότε ἐκεῖνος τὰ περὶ τὴν ἁρπαγὴν ἐνενόει; εἰ δὴ τὸ μὲν ὠμόν τις οἴεται καὶ τραχὺ καὶ ἀπάνθρωπον ἥκιστα βασιλεῖ πρέπειν, τὸ πρᾷον δὲ οἶμαι καὶ χρηστὸν καὶ φιλάνθρωπον ἁρμόττειν ἥκιστα μὲν χαίροντι τιμωρίαις, ἀχθομένῳ δὲ ἐπὶ ταῖς τῶν ὑπηκόων ξυμφοραῖς, ὅπως ἂν γίγνωνται, εἴτε κακίᾳ σφῶν καὶ ἀμαθίᾳ, εἴτε ἔξωθεν παρὰ τῆς τύχης ἐπάγοιντο, δῆός ἐστι τούτῳ διδοὺς τὰ νικητήρια. ἐννοεῖτε γάρ, ὡς περὶ τὸν παῖδα γέγονε τοῦ φύσαντος ἀμείνων καὶ δικαιότερος, περὶ δὲ τοὺς ἐκείνου φίλους πιστότερος τοῦ τὴν φιλίαν ὁμολογήσαντος. ὁ μὲν γὰρ ἅπαντας προεῖτο, ὁ δὲ ἀπέσωσεν ἅπαντας. καὶ εἰ μὲν ἐκεῖνος ταῦτα περὶ τοῦ βασιλέως ἐγνωκὼς τρόπου ἅτε ἐν πολλῷ χρόνῳ κατανοήσας σφόδρα ἐπίστευεν, ἀσφαλῶς μέν οἱ τὰ τοῦ παιδός, βεβαίως δὲ ὁρμεῖν τὰ τῶν φίλων, συνίει μὲν ὀρθῶς, πολλάκις δὲ ἦν πανοῦργος καὶ μοχθηρὸς καὶ δυστυχής, πολέμιος ἐθέλων εἶναι τῷ τοιούτῳ καὶ ὃν σφόδρα ἀγαθὸν καὶ διαφερόντως πρᾷον ἠπίστατο μισῶν καὶ ἐπιβουλεύων καὶ ἀφαιρούμενος ὧν οὐδαμῶς ἐχρῆν. εἰ δέ, ἀνελπίστου μέν οἱ τοῦ παιδὸς τῆς σωτηρίας τυγχανούσης, χαλεπῆς δὲ καὶ ἀδυνάτου τῆς τῶν φίλων καὶ τῶν συγγενῶν, τὴν ἀπιστίαν ὅμως προείλετο, ὁ μὲν ἦν καὶ διὰ ταῦτα μοχθηρὸς καὶ ἀνόητος καὶ ἀγριώτερος τῶν θηρίων, ὁ δὲ ἥμερος καὶ πρᾷος καὶ μεγαλόφρων, τοῦ μὲν νηπίου κατελεήσας τὴν ἡλικίαν καὶ τὸν τρόπον, τοῖς δὲ οὐκ ἐξελεγχθεῖσι πρᾴως ἔχων, τοῦ δὲ ὑπεριδὼν καὶ καταφρονήσας τῶν πονηρευμάτων. ὁ γὰρ ἃ μηδὲ τῶν ἐχθρῶν τις διὰ μέγεθος ὧν αὑτῷ σύνοιδεν ἀδικημάτων ἐλπίζει ξυγχωρῶν εἰκότως ἀρετῆς ἐστι νικηφόρος, τὴν δίκην μὲν ἐπὶ τὸ κρεῖττον καὶ πρᾳότερον μετατιθείς, σωφροσύνῃ δὲ ὑπερβαλλόμενος τοὺς τὸ μέτριον ἐπιτιθέντας ταῖς τιμωρίαις, ἀνδρείᾳ δὲ διαφέρων τῷ μηδένα πολέμιον ἀξιόχρεων ὑπολαμβάνειν, φρόνησιν δὲ ἐπιδεικνύμενος τῷ συγκαταλύειν τὰς ἔχθρας καὶ οὐ παραπέμπειν εἰς τοὺς παῖδας οὐδὲ εἰς ἐγγόνους προφάσει τῆς ἀκριβοῦς δίκης καὶ τοῦ βούλεσθαι ἐπιεικῶς μάλα πίτυος δίκην τῶν πονηρῶν ἀφανίζειν τὰ σπέρματα. ἐκείνων γὰρ δὴ καὶ τὸ ἔργον τόδε, καὶ ἐπ’ αὐτῷ τὴν εἰκόνα παλαιὸς ἀπέφηνε λόγος. ὁ δὲ ἀγαθὸς βασιλεὺς μιμούμενος ἀτεχνῶς τὸν θεὸν οἶδε μὲν καὶ ἐκ τῶν πετρῶν ἑσμοὺς μελιττῶν ἐξιπταμένους, καὶ ἐκ τοῦ δριμυτάτου ξύλου τὸν γλυκὺν καρπὸν φυόμενον, σῦκά φημι τὰ χαρίεντα, καὶ ἐξ ἀκανθῶν τὴν σίδην καὶ ἄλλα ἐξ ἄλλων φυόμενα ἀνόμοια τοῖς γεννῶσι καὶ ἀποτίκτουσιν. οὔκουν οἴεται ταῦτα χρῆναι πρὸ τῆς ἀκμῆς διαφθείρειν, ἀλλὰ περιμένειν τὸν χρόνον καὶ ἐπιτρέπειν αὐτοῖς ἀπωσαμένοις τῶν πατέρων τὴν ἄνοιαν καὶ τὴν μωρίαν ἀγαθοῖς γενέσθαι καὶ σώφροσι, ζηλωτὰς δὲ γενομένους τῶν πατρῴων ἐπιτηδευμάτων ὑφέξειν ἐν καιρῷ τὴν δίκην, οὐκ ἀλλοτρίοις ἔργοις καὶ ξυμφοραῖς παραναλωθέντας. Ἆρ’ οὖν ὑμῖν ἱκανῶς δοκοῦμεν ἐκτετελεκέναι τὸν ἀληθινὸν ἔπαινον; ἢ ποθεῖτε ἀκούειν ὑμεῖς καὶ τὴν καρτερίαν καὶ τὴν σεμνότητα, καὶ ὡς οὐ μόνον ἐστὶ τῶν πολεμίων ἀήττητος, ἀλλ’ οὔτε αἰσχρᾶς ἐπιθυμίας ἑάλω πώποτε, οὔτε οἰκίας καλῆς οὔτ’ ἐπαύλεως πολυτελοῦς οὔτε ὅρμων σμαραγδίνων ἐπιθυμήσας ἀφείλετο βίᾳ ἢ καὶ πειθοῖ τοὺς κεκτημένους, ἀλλ’ οὐδὲ γυναικὸς ἐλευθέρας οὐδὲ θεραπαίνης, οὐδὲ ὅλως τὴν ἄδικον ἀφροδίτην ἠγάπησε, καὶ ὡς οὐδὲ ὧν ὧραι φύουσιν ἀγαθῶν τὴν ἄμετρον ἀπαιτεῖ πλησμονήν, οὐδὲ αὐτῷ θέρους ὥρᾳ τοῦ κρυστάλλου μέλει, οὐδὲ μεταβάλλει πρὸς τὰς ὥρας τὴν οἴκησιν, τοῖς πονουμένοις δὲ ἀεὶ πάρεστι τῆς ἀρχῆς μέρεσιν ἀντέχων καὶ πρὸς τὸ κρύος καὶ πρὸς τὰ θάλπη τὰ γενναῖα; τούτων δὲ εἴ με κελεύοιτε φέρειν ὑμῖν ἐμφανῆ τὰ τεκμήρια, γνώριμα μὲν ἐρῶ καὶ οὐκ ἀπορήσω, μακρὸς δὲ ὁ λόγος καὶ διωλύγιος, ἐμοί τε οὐ σχολὴ τὰς μούσας ἐπὶ τοσοῦτον θεραπεύειν, ἀλλ’ ὥρα λοιπὸν πρὸς ἔργον τρέπεσθαι.