Ἀλλ’ ἔοικε γὰρ ὁ λόγος, ὥσπερ ὁδοῦ τινος κατάντους ἐπιλαβόμενος, ἀφειδῶς ἐμφορεῖσθαι τῆς καταρρήσεως καὶ πέρα τοῦ δέοντος κολάζειν τῶν ἀνδρῶν τοὺς τρόπους, ὥστε οὐκ ἐπιτρεπτέον αὐτῷ περαιτέρω φοιτᾶν. ἀπαιτητέον δὲ εἰς δύναμιν τὸν ἀγαθὸν ἄνδρα καὶ βασιλικὸν καὶ μεγαλόφρονα. ἔστι δὲ πρῶτον μὲν εὐσεβὴς καὶ οὐκ ὀλίγωρος θεραπείας θεῶν, εἶτα ἐς τοὺς τοκέας ζῶντάς τε οἶμαι καὶ τελευτήσαντας ὅσιος καὶ ἐπιμελής, ἀδελφοῖς τε εὔνους, καὶ ὁμογνίους θεοὺς αἰδούμενος, ἱκέταις καὶ ξένοις πρᾷος καὶ μείλιχος, τοῖς μὲν ἀγαθοῖς τῶν πολιτῶν ἀρέσκειν ἐθέλων, τῶν πολλῶν δὲ ἐπιμελόμενος ἐν δίκῃ καὶ ἐπ’ ὠφελείᾳ· ἀγαπᾷ δὲ πλοῦτον, οὔτι τὸν χρυσῷ καὶ ἀργύρῳ βριθόμενον, φίλων δὲ ἀληθοῦς εὐνοίας καὶ ἀκολακεύτου θεραπείας μεστόν· ἀνδρεῖος μὲν φύσει καὶ μεγαλοπρεπής, πολέμῳ δὲ ἥκιστα χαίρων καὶ στάσιν ἐμφύλιον ἀπεχθαίρων, τούς γε μὴν ἔκ τινος τύχης ἐπιφυομένους ἢ διὰ τὴν σφῶν αὐτῶν μοχθηρίαν ἀνδρείως ὑφιστάμενος καὶ ἀμυνόμενος ἐγκρατῶς, τέλος τε ἐπάγων τοῖς ἔργοις καὶ οὐ πρότερον ἀφιστάμενος, πρὶν ἂν ἐξέλῃ τῶν πολεμίων τὴν δύναμιν καὶ ὑποχείριον αὑτῷ ποιήσηται. κρατήσας δὲ μετὰ τῶν ὅπλων ἔπαυσε τὸ ξίφος φόνων, μίασμα κρίνων τὸν οὐκ ἀμυνόμενον ἔτι κτείνειν καὶ ἀναιρεῖν. φιλόπονος δὲ ὢν φύσει καὶ μεγαλόψυχος κοινωνεῖ μὲν ἅπασι τῶν πόνων, καὶ ἔχειν ἐν αὐτοῖς τὸ πλέον ἀξιοῖ, μεταδίδωσι δὲ ἐκείνοις τῶν κινδύνων τὰ ἔπαθλα, χαίρων καὶ γεγηθὼς οὔτι τῷ πλέον ἔχειν τῶν ἄλλων χρυσίον καὶ ἀργύριον καὶ ἐπαύλεις κόσμῳ πολυτελεῖ κατεσκευασμένας, ἀλλὰ τῷ πολλοὺς μὲν εὖ ποιεῖν δύνασθαι, χαρίζεσθαι δὲ ἅπασιν ὅτου ἂν τύχωσιν ἐνδεεῖς ὄντες· τούτων αὑτὸν ὅ γε ἀληθινὸς ἀξιοῖ βασιλεύς. φιλόπολις δὲ ὢν καὶ φιλοστρατιώτης τῶν μὲν καθάπερ νομεὺς ποιμνίων ἐπιμελεῖται, προνοῶν ὅπως ἂν αὐτῷ θάλλῃ καὶ εὐθηνῆται τὰ θρέμματα δαψιλοῦς καὶ ἀταράχου τῆς νομῆς ἐμπιμπλάμενα, τοὺς δὲ ἐφορᾷ καὶ συνέχει, πρὸς ἀνδρείαν καὶ ῥώμην καὶ πρᾳότητα γυμνάζων καθάπερ σκύλακας εὐφυεῖς καὶ γενναίους τῆς ποίμνης φύλακας, ἔργων τε αὑτῷ κοινωνοὺς καὶ ἐπικούρους τῷ πλήθει νομίζων, ἀλλ’ οὐχὶ ἁρπακτῆράς τινας οὐδὲ λυμεῶνας τῶν ποιμνίων καθάπερ οἱ λύκοι καὶ κυνῶν οἱ φαυλότατοι, οἳ τῆς αὑτῶν φύσεως καὶ τροφῆς ἐπιλαθόμενοι ἀντὶ σωτήρων καὶ προαγωνιστῶν ἀνεφάνησαν αὐτοὶ δηλήμονες· οὐδὲ μὴν ὑπνηλοὺς ἀνέξεται εἶναι καὶ ἀργοὺς καὶ ἀπολέμους, ὅπως ἂν μὴ φυλάκων ἑτέρων οἱ φρουροὶ δέωνται, ἀλλ’ οὐδὲ ἀπειθεῖς τοῖς ἄρχουσιν, εἰδὼς ὅτι τοῦτο μάλιστα πάντων, ἔστι δὲ ὅπου καὶ μόνον ἀπόχρη σωτήριον ἐπιτήδευμα πρὸς πόλεμον· πόνων δὲ ἁπάντων ἀδεεῖς καὶ ἀτεράμονας, οὔτι ῥᾳθύμους ἐργάσεται, ἐπιστάμενος ὅτι μὴ μέγα ὄφελος φύλακος τὸν πόνον φεύγοντος καὶ οὐ δυναμένου καρτερεῖν οὐδὲ ἀντέχειν πρὸς κάματον. ταῦτα δὲ οὐ παραινῶν μόνον οὐδὲ ἐπαινῶν τοῦς ἀγαθοὺς προθύμως καὶ χαριζόμενος ἢ κολάζων ἐγκρατῶς καὶ ἀπαραιτήτως ξυμπείθει πείθει καὶ βιάζεται, ἀλλὰ πολὺ πρότερον αὑτὸν τοιοῦτον ἐπιδεικνύων, ἀπεχόμενος μὲν ἡδονῆς ἁπάσης, χρημάτων δὲ οὐδὲν οὔτε σμικρὸν οὔτε μεῖζον ἐπιθυμῶν καὶ ἀφαιρούμενος τῶν ὑπηκόων, ὕπνῳ τε εἴκων ὀλίγα καὶ τὴν ἀργίαν ἀποστρεφόμενος, ἀληθῶς γὰρ οὐδεὶς οὐδενὸς εἰς οὐδὲν ἄξιος καθεύδων ἀνὴρ ἢ καὶ ἐγρηγορὼς τοῖς καθεύδουσιν ἐμφερής. πειθομένους δὲ αὐτοὺς ἕξει καλῶς αὑτῷ τε οἶμαι καὶ τοῖς ἄρχουσιν, εἰ τοῖς ἀρίστοις πειθόμενος νόμοις καὶ τοῖς ὀρθοῖς ξυνεπόμενος διατάγμασι δῆλος εἴη, καὶ ὅλως τὴν ἡγεμονίαν ἀποδοὺς τῷ φύσει βασιλικῷ καὶ ἡγεμονικῷ τῆς ψυχῆς μορίῳ, ἀλλ’ οὐ τῷ θυμοειδεῖ καὶ ἀκολάστῳ. καὶ καρτερεῖν δὲ καὶ ὑπομένειν τόν τε ἐπὶ στρατιᾶς καὶ ἐν τοῖς ὅπλοις κάματον ὁπόσα τε κατὰ τὴν εἰρήνην ἐξηυρέθη γυμνάσια μελέτης ἕνεκα τῆς πρὸς τοὺς ὀθνείους ἀγῶνας, πῶς ἄν τις μάλιστα πείσας εἴη, ἢ δῆλον ὡς αὐτὸς ὁρώμενος καρτερὸς καὶ ἀδαμάντινος; ἔστι γὰρ ἀληθῶς ἥδιστον θέαμα στρατιώτῃ πονουμένῳ σώφρων αὐτοκράτωρ, συνεφαπτόμενος ἔργων καὶ προθυμούμενος καὶ παρακαλῶν καὶ ἐν τοῖς δοκοῦσι φοβεροῖς φαιδρὸς καὶ ἀδεὴς καὶ ὅπου λίαν θαρροῦσι σεμνὸς καὶ ἐμβριθής. πέφυκε γὰρ ἐξομοιοῦσθαι πρὸς τὸν ἄρχοντα τὰ τῶν ὑπηκόων εὐλαβείας πέρι καὶ θράσους. προνοητέον δὲ αὐτῷ τῶν εἰρημένων οὐ μεῖον ὅπως ἄφθονον τὴν τροφὴν ἔχωσι καὶ οὐδενὸς τῶν ἀναγκαίων ἐνδέωνται. πολλάκις γὰρ οἱ πιστότατοι τῶν ποιμνίων φρουροὶ καὶ φύλακες ὑπὸ τῆς ἐνδείας ἀναγκαζόμενοι ἄγριοί τέ εἰσι τοῖς νομεῦσι καὶ αὐτοὺς πόρρωθεν ἰδόντες περιυλακτοῦσι καὶ οὐδὲ τῶν προβάτων ἀπέσχοντο. Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων ὁ γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος ἢ καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι· στάσιν δὲ ἐξαιρῶν καὶ ἔθη μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην. ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως τὰς ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῦναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανιεῖ καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος, οὐ μᾶλλον ἢ τῶν πολεμίων τις τὸν χάρακα. φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον ἢ τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπεισαγαγεῖν σπέρμα. δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι καταχαρίσασθαί σφιν καὶ προδοῦναι τὸ ἔνδικον. ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας. ἔστι γὰρ ὁ νόμος ἔκγονος τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς ὅ γε ἔμφρων ἀνὴρ περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει· ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμήσεται. Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων, καὶ τῶν μὲν ὑποφαινόντων ἐλπίδας ἀμείνους καὶ οὐ πάντη τὴν θεραπείαν ἀπεστραμμένων, τῶν δὲ ἀνίατα πλημμελούντων· τούτοις δὲ οἱ νόμοι θάνατον λύσιν τῶν κακῶν ἐπενόησαν, οὐκ εἰς τὴν ἐκείνων μᾶλλον, εἰς δὲ τὴν ἄλλων ὠφέλειαν· διττὰς δ’ ἀνάγκη τὰς κρίσεις γίγνεσθαι. οὐκοῦν τῶν μὲν ἰασίμων αὑτῷ προσήκειν ὑπολήψεται τήν τε ἐπίγνωσιν καὶ τὴν θεραπείαν, ἀφέξεται δὲ τῶν ἄλλων μάλα ἐρρωμένως, καὶ οὐκ ἄν ποτε ἑκὼν ἅψαιτο κρίσεως, ἐφ’ ᾗ θάνατος ἡ ζημία παρὰ τῶν νόμων τοῖς ὠφληκόσι τὴν δίκην προηγόρευται. νομοθετῶν δὲ ὑπὲρ τῶν τοιούτων ὕβριν μὲν καὶ χαλεπότητα καὶ πικρίαν τῶν τιμωριῶν ἀφαιρήσει, ἀποκληρώσει δὲ αὐτοῖς ἀνδρῶν σωφρόνων καὶ διὰ παντὸς τοῦ βίου βάσανον οὐ φαύλην τῆς αὑτῶν ἀρετῆς παρασχομένων δικαστήριον, οἳ μηδὲν αὐθαδῶς μηδὲ ὁρμῇ τινι παντελῶς ἀλόγῳ χρώμενοι, ἐν ἡμέρας μορίῳ σμικρῷ βουλευσάμενοι, τυχὸν δὲ οὐδὲ βουλῇ δόντες, ὑπὲρ ἀνδρὸς πολίτου τὴν μέλαιναν οἴσουσι ψῆφον. αὐτῷ δὲ οὔτε ἐν τῇ χειρὶ ξίφος εἰς πολίτου, κἂν ἀδικῇ τὰ ἔσχατα, φόνον οὔτε ἐν τῇ ψυχῇ κέντρον ὑπεῖναι χρή, ὅπου καὶ τὴν τῶν μελιττῶν ὁρῶμεν βασιλεύουσαν καθαρὰν ὑπὸ τῆς φύσεως πλήκτρου γενομένην. ἀλλ’ οὐκ εἰς μελίττας βλεπτέον, εἰς αὐτὸν δὲ οἶμαι τῶν θεῶν τὸν βασιλέα οὗπερ εἶναι χρὴ τὸν ἀληθῶς ἄρχοντα προφήτην καὶ ὑπηρέτην. οὐκοῦν ὅσα μὲν ἀγαθὰ γέγονε παντελῶς τῆς ἐναντίας ἄμικτα φύσεως καὶ ἐπ’ ὠφελείᾳ κοινῇ τῶν ἀνθρώπων καὶ τοῦ παντὸς κόσμου, τούτων δὲ αὐτὸς ἦν τε καὶ ἔστι δημιουργός· τὰ κακὰ δὲ οὔτ’ ἐγέννησεν οὔτ’ ἐπέταξεν εἶναι, ἀλλ’ αὐτὰ μὲν ἐφυγάδευσεν ἐξ οὐρανοῦ, περὶ δὲ τὴν γῆν στρεφόμενα καὶ τὴν ἐκεῖθεν ἀποικίαν σταλεῖσαν τῶν ψυχῶν διαλαβόμενα κρίνειν ἐπέταξε καὶ διακαθαίρειν τοῖς αὑτοῦ παισὶ καὶ ἐγγόνοις. τούτων δὲ οἱ μέν εἰσι σωτῆρες καὶ ἐπίκουροι τῆς ἰνθρωπίνης φύσεως, ἄλλοι δὲ ἀπαραίτητοι κριταί, τῶν ἀδικημάτων ὀξεῖαν καὶ δεινὴν ἐπάγοντες δίκην ζῶσί τε ἀνθρώποις καὶ ἀπολυθεῖσι τῶν σωμάτων, οἱ δὲ ὥσπερ δήμιοι τιμωροί τινες καὶ ἀποπληρωταὶ τῶν δικασθέντων, ἕτερον τῶν φαύλων καὶ ἀνοήτων δαιμόνων τὸ φῦλον· ἃ δὴ μιμητέον τῷ γενναίῳ καὶ θεοφιλεῖ, καὶ μεταδοτέον πολλοῖς μὲν τῆς ἑαυτοῦ ἀρετῆς διὰ φιλίας ἐς ταύτην τὴν κοινωνίαν προσληφθεῖσιν. ἀρχὰς δὲ ἐπιτρεπτέον οἰκείας ἑκάστου τῇ φύσει καὶ προαιρέσει, τῷ μὲν ἀνδρώδει καὶ τολμηρῷ καὶ μεγαλοθύμῳ μετὰ ξυνέσεως στρατιωτικάς, ἵν’ εἰς δέον ἔχῃ τῷ θυμῷ χρῆσθαι καὶ τῇ ῥώμῃ, τῷ δικαίῳ δὲ καὶ πρᾴῳ καὶ φιλανθρώπῳ καὶ πρὸς οἶκτον εὐχερῶς ἐπικλωμένῳ τῶν πολιτικῶν τὰς ἀμφὶ τὰ συναλλάγματα, βοηθείας τοῖς ἀσθενεστέροις καὶ ἁπλουστέροις μηχανώμενον καὶ πένησι πρὸς τοὺς ἰσχυροὺς καὶ ἀπατεῶνας καὶ πανούργους καὶ ἐπαιρομένους τοῖς χρήμασιν ἐς τὸ βιάζεσθαι καὶ ὑπερορᾶν τῆς δίκης, τῷ δὲ ἐξ ἀμφοῖν κεκραμένῳ μείζονα ἐν τῇ πόλει τιμὴν καὶ δύναμιν περιθετέον, καὶ αὐτῷ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων κρίσεις, οἷς ἕπεται τιμωρία καὶ κόλασις ἔνδικος ἐπ’ ὠφελείᾳ τῶν ἀδικουμένων ἐπιτρέπων ὀρθῶς ἂν καὶ ἐμφρόνως λογίζοιτο. κρίνας γὰρ ὁ τοιοῦτος ἀδεκάστως ἅμα τοῖς συνέδροις παραδώσει τῷ δημίῳ τὰ γνωσθέντα ἐπιτελεῖν, οὔτε διὰ θυμοῦ μέγεθος οὔτε διὰ μαλακίαν ψυχῆς ἁμαρτάνων τοῦ φύσει δικαίου. κινδυνεύει δὲ ὁ κράτιστος ἐν πόλει τοιοῦτός τις εἶναι, τὰ μὲν ἐν ἀμφοτέροις ἔχων ἀγαθά, τὰς δὲ οἷον κῆρας ἐκ τοῦ πλεονάζοντος ἐν ἑκάστῳ τῶν ἔμπροσθεν εἰρημένων ἐκφεύγων. ἐφορῶν δὲ αὐτὸς ἅπαντα καὶ κατευθύνων καὶ ἄρχων ἀρχόντων τοὺς μὲν ἐπὶ τῶν μεγίστων ἔργων καὶ διοικήσεων τεταγμένους καὶ αὐτῷ τῆς ὑπὲρ ἁπάντων βουλῆς κοινωνοῦντας ἀγαθούς τε εἶναι καὶ ὅ, τι μάλιστα αὑτοῦ παραπλησίους εὔξεται γενέσθαι. αἱρήσεται δὲ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, οὐδ’ ἐθελήσει φαυλότερος εἶναι κριτὴς τῶν λιθογνωμόνων καὶ τῶν βασανιζόντων τὸ χρυσίον ἢ τὴν πορφύραν. τούτοις γὰρ οὐ μία ὁδὸς ἐπὶ τὴν ἐξέτασιν ἀπόχρη, ἀλλὰ συνιέντες οἶμαι τῶν πανουργεῖν ἐθελόντων ποικίλην καὶ πολύτροπον τὴν μοχθηρίαν καὶ τὰ ἐπιτεχνήματα εἰς δύναμιν ἅπασιν ἀντετάξαντο, καὶ ἀντέστησαν ἐλέγχους τοὺς ἐκ τῆς τέχνης. ὃ δὴ καὶ αὐτὸς περὶ τῆς κακίας ὑπολαμβάνων, ὡς ἐστὶ ποικίλη καὶ ἀπατηλὴ καὶ τοῦτό ἐστι χαλεπώτατον τῶν ἐκείνης ἔργων, ὅτι δὴ ψεύδεται πολλάκις ἀρετὴν ὑποδυομένη καὶ ἐξαπατᾷ τοὺς οὐ δυναμένους ὀξύτερον ὁρᾶν ἢ καὶ ἀποκάμνοντας τῷ μήκει τοῦ χρόνου πρὸς τὴν ἐξέτασιν, τὸ παθεῖν τι τοιοῦτον ὀρθῶς φυλάξεται. ἑλόμενος δὲ ἅπαξ καὶ περὶ αὑτὸν τοὺς ἀρίστους ἔχων τούτοις ἐπιτρέψει τὴν τῶν ἐλασσόνων ἀρχόντων αἵρεσιν.