Ἀλλ’ ὅπως μὴ τὰ ὑπὲρ τῶν ἔργων μόνον ἀκούοντες τὰ τῶν κατορθωμάτων τῶν ἐς τὸν πόλεμον ἔλαττον ἔχειν ὑπολαμβάνητε βασιλέα περὶ τὰ σεμνότερα καὶ ὧν ἄξιον μείζονα ποιεῖσθαι λόγον, δημηγοριῶν φημι καὶ ξυμβουλιῶν, καὶ ὁπόσα γνώμη μετὰ νοῦ καὶ φρονήσεως κατευθύνει, ἀθρεῖτε ἐν Ὀδυσσεῖ καὶ Νέστορι τοῖς ἐπαινουμένοις κατὰ τὴν ποίησιν, καὶ ἤν τι μεῖον ἐν βασιλεῖ καταμανθάνητε, τοῖς ἐπαινέταις τοῦτο λογίζεσθε, πλέον δὲ ἔχοντα δικαίως ἂν αὐτὸν μᾶλλον ἀποδεχοίμεθα. οὐκοῦν ὁ μέν, ὁπηνίκα χαλεπαίνειν καὶ στασιάζειν ἤρχοντο περὶ τῆς αἰχμαλώτου κόρης, λέγειν ἐπιχειρῶν οὕτω δή τι πείθει τὸν βασιλέα καὶ τὸν τῆς Θέτιδος, ὥστε ὁ μὲν ἀκόσμως διέλυσε τὸν ξύλλογον, ὁ δὲ οὐδὲ περιμείνας ἀφοσιώσασθαι τὰ πρὸς τὸν θεόν, ἔτι δὲ αὐτὰ δρῶν καὶ ἀφορῶν ἐς τὴν θεωρίδα, στέλλει τοὺς κήρυκας ἐπὶ τὴν Ἀχιλλέως σκηνήν, ὥσπερ οἶμαι δεδιὼς μὴ τῆς ὀργῆς ἐπιλαθόμενος καὶ ἀπαλλαγεὶς τοῦ πάθους μεταγνοίη καὶ ἀποφύγοι τὴν ἁμαρτάδα· ὁ δὲ ἐκ τῆς Ἰθάκης ῥήτωρ πολύτροπος πείθειν ἐπιχειρῶν πρὸς διαλλαγὰς Ἀχιλλέα καὶ δῶρα πολλὰ διδούς, μυρία δὲ ἐπαγγελλόμενος, οὕτω τὸν νεανίσκον παρώξυνεν, ὥστε πρότερον οὐ βουλευσάμενον τὸν ἀπόπλουν νῦν παρασκευάζεσθαι. ἔστι δὲ αὐτῶν τὰ θαυμαστὰ τῆς συνέσεως δείγματα αἵ τε ἐπὶ τὸν πόλεμον παρακλήσεις καὶ ἡ τειχοποιία τοῦ Νέστορος, πρεσβυτικὸν λίαν καὶ ἄτολμον ἐπινόημα. οὔκουν οὐδὲ ὄφελος ἦν πολὺ τοῖς Ἀχαιοῖς τοῦ μηχανήματος· ἀλλὰ ἡττῶντο τῶν Τρώων τὸ τεῖχος ἐπιτελέσαντες, καὶ μάλα εἰκότως. τότε μὲν γὰρ αὐτοὶ τῶν νεῶν ᾤοντο προβεβλῆσθαι καθάπερ ἔρυμα γενναῖον· ἐπεὶ δὲ ᾔσθοντο σφῶν προκείμενον καὶ ἀποικοδομούμενον τεῖχος τάφρῳ βαθείᾳ καὶ πασσάλοις ὀξέσι διηλούμενον, κατερρᾳθύμουν καὶ ὑφίεντο τῆς ἀλκῆς τῷ τειχίσματι πεποιθότες. ἀλλ’ οὐ γὰρ εἴ τις ἐκείνοις μέμφοιτο καὶ ἐπιδεικνύοι διαμαρτάνοντας, οὗτός ἐστι βασιλέως ἀξιόχρεως ἐπαινέτης· ὅστις δὲ οἶμαι τῶν ἔργων ἀξίως μνησθείη, οὐ μάτην οὐδὲ αὐτομάτως οὐδὲ ἀλόγῳ φορᾷ γενομένων, προβουλευθέντων δὲ ὀρθῶς καὶ διοικηθέντων, οὗτος ἀρκούντως ἐπαινεῖ τὴν βασιλέως ἀγχίνοιαν. Τὸ δὲ ἐφ’ ἑκάστῃ συνόδῳ τὰς δημηγορίας ἐκλέγειν τὰς ἐς τὰ στρατόπεδα καὶ δήμους καὶ βουλευτήρια μακροτέρας δεῖται τῆς ξυγγραφῆς. ἑνὸς δὲ ἴσως ἐπακούειν οὐ χαλεπόν. καί μοι πάλιν ἐννοήσατε τὸν Λαέρτου, ὁπότε ὡρμημένους ἐκπλεῖν τοὺς Ἕλληνας ἐπέχει τῆς ὁρμῆς καὶ ἐς τὸν πόλεμον μετατίθησι τὴν προθυμίαν, καὶ βασιλέως τὸν ἐν Ἰλλυριοῖς ξύλλογον, ἵνα δὴ πρεσβύτης ἀνὴρ ὑπὸ μειρακίων παιδικὰ φρονεῖν ἀναπειθόμενος ὁμολογιῶν ἐπελανθάνετο καὶ πίστεων, καὶ τῷ μὲν σωτῆρι καὶ εὐεργέτῃ δυσμενὴς ἦν, σπονδὰς δὲ ἐποιεῖτο πρὸς ὃν ἦν ἄσπονδος καὶ ἀκήρυκτος βασιλεῖ πόλεμος, στρατόν τε ἤγειρε καὶ ἐπὶ τοῖς ὁρίοις ἀπήντα τῆς χώρας, κωλῦσαι τοῦ πρόσω χωρεῖν ἐπιθυμῶν. ἐπεὶ δὲ ἐς ταὐτὸν ἦλθον ἀμφοτέρω τὼ στρατεύματε καὶ ἐχρῆν ἐπὶ τῶν ὁπλιτῶν ποιεῖσθαι τὴν ἐκκλησίαν, βῆμά τε ὑψηλὸν ᾔρετο καὶ αὐτὸ περιέσχεν ὁπλιτῶν δῆμος καὶ ἀκοντιστῶν καὶ τοξοτῶν ἱππεῖς τε ἐνσκευασάμενοι τοὺς ἵππους καὶ τὰ σημεῖα τῶν τάξεων· ἀνῄει τε ἐπ’ αὐτὸ βασιλεὺς μετὰ τοῦ τέως ξυνάρχοντος οὔτε αἰχμὴν φέρων οὔτε ἀσπίδα καὶ κράνος, ἀλλὰ ἐσθῆτα τὴν συνήθη. καὶ οὐδὲ αὐτῷ τις τῶν δορυφόρων εἵπετο, μόνος δὲ ἐπὶ τοῦ βήματος εἱστήκει πεποιθὼς τῷ λόγῳ σεμνῶς ἡρμοσμένῳ. ἐργάτης γάρ ἐστι καὶ τούτων ἀγαθός, οὐκ ἀποσμιλεύων οὐδὲ ἀπονυχίζων τὰ ῥήματα οὐδὲ ἀποτορνεύων τὰς περιόδους καθάπερ οἱ κομψοὶ ῥήτορες, σεμνὸς δὲ ἅμα καὶ καθαρὸς καὶ τοῖς ὀνόμασι ξὺν καιρῷ χρώμενος, ὥστε ἐνδύεσθαι ταῖς ψυχαῖς οὐ τῶν παιδείας καὶ ξυνέσεως μεταποιουμένων μόνον, ἀλλ’ ἤδη καὶ τῶν ἰδιωτῶν ξυνιέναι πολλοὺς καὶ ἐπαΐειν τῶν ῥημάτων. οὐκοῦν ᾕρει μυριάδας ὁπλιτῶν συχνὰς καὶ χιλιάδας ἱππέων εἴκοσι καὶ ἔθνη μαχιμώτατα καὶ χώραν πάμφορον, οὐ βίᾳ ἕλκων οὐδὲ αἰχμαλώτους ἄγων, ἑκόντας δὲ αὐτῷ πειθομένους καὶ τὸ ἐπιταττόμενον ποιεῖν ἐθέλοντας. ταύτην ἐγὼ τὴν νίκην κρίνω τῆς Λακωνικῆς ἐκείνης μακρῷ σεμνοτέραν· ἡ μέν γε ἦν ἄδακρυς μόνοις τοῖς κρατοῦσιν, ἡ δὲ οὐδὲ τοῖς κρατηθεῖσιν ἤνεγκε δάκρυα, ἀλλ’ ἀπὸ τοῦ βήματος κατῆλθεν ὁ τῆς βασιλείας ὑποκριτὴς δικασάμενος καὶ ὥσπερ ὄφλημα βασιλεῖ πατρῷον ἀποδοὺς τὴν ἁλουργίδα· τἆλλα δὲ αὐτῷ δίδωσι βασιλεὺς ἄφθονα μᾶλλον ἢ Κῦρόν φασι παρασχεῖν τῷ πάππῳ, ζῆν τε ἐποίησε καὶ διαιτᾶσθαι καθάπερ Ὅμηρος ἀξιοῖ τῶν ἀνδρῶν τοὺς ἀφηλικεστέρους, Τοιούτῳ γὰρ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε, Εὑδέμεναι μαλακῶς· ἣ γὰρ δίκη ἐστὶ γερόντων. τὸ μὲν οὖν ἐμὸν ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους. ἀδικοίην γὰρ ἂν διαφθείρων καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα μόνον, ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα. τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς ξυλλόγους ῥηθέντων, καὶ σαφῶς οἶμαι πιστεύοντι, ὅτι ἄμεινον τἀκείνων αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται. τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον καὶ οὐκ ἄξιον ἐλευθέρας ψυχῆς καὶ γενναίας. τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ, ἅτε ἐς τὸ τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶν πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ ὥσπερ ἐσθῆτι ποικίλῃ τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. τὸ δέ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο. Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη· ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ’ αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν· οὐ ταῦτα ἐπαινοῦντα οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, πλεῖστα δ’ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας καὶ ἔθνη καταστρεφομένους καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ’ οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας. ὅσους δὲ ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα, σμίκρ’ ἄττα μόρια κατανειμαμένους ἀρετῆς, οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει. ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια λέγοντες. Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰν ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης, ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ’ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ’ ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ ἀτόποις ἐπιχειρῶν. ὑμῖν δὲ ἴσως οὐ ῥᾴδιον σοφοῖς καὶ θείοις ἀπιστεῖν ἀνδράσιν, οἳ δὴ λέγουσι πολλὰ μὲν ἕκαστος ἰδίᾳ, τὸ κεφάλαιον δέ ἐστι τῶν λόγων ἀρετῆς ἔπαινος. ταύτην δὲ τῇ ψυχῇ φασιν ἐμφύεσθαι καὶ αὐτὴν ἀποφαίνειν εὐδαίμονα καὶ βασιλικὴν καὶ ναὶ μὰ Δία πολιτικὴν καὶ στρατηγικὴν καὶ μεγαλόφρονα καὶ πλουσίαν γε ἀληθῶς οὐ τὸ Κολοφώνιον ἔχουσαν χρυσίον Οὐδ’ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἔεργε τὸ πρὶν ἐπ’ εἰρήνης, ὅτε ἦν ὀρθὰ τὰ τῶν Ἑλλήνων πράγματα, οὐδὲ ἐσθῆτα πολυτελῆ καὶ ψήφους Ἰνδικὰς καὶ γῆς πλέθρων μυριάδας πάνυ πολλάς, ἀλλ’ ὃ πάντων ἅμα τούτων καὶ κρεῖττον καὶ θεοφιλέστερον, ὃ καὶ ἐν ναυαγίαις ἔνεστι διασώσασθαι καὶ ἐν ἀγορᾷ καὶ ἐν δήμῳ καὶ ἐν οἰκίᾳ καὶ ἐπ’ ἐρημίας, ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων. Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ βιασάμενον καθέξει καὶ ἀφαιρήσεται τὸν ἔχοντα ἅπαξ. ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. καὶ γὰρ δὴ τοῦδε νεὼς μὲν καὶ ἀναθήματα πολλοὶ πολλάκις ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὠλιγωρηθέντες ὡς οὐκ ἄξιοι κολάσεως εἰς ἐπανόρθωσιν φερούσης· τὸ φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς συνόδοις ἡ σελήνη τὸν κύκλον ὑποτρέχουσα, οὐδὲ εἰς αὑτὴν δεχομένη τὴν ἀκτῖνα καὶ ἡμῖν πολλάκις, τοῦτο δὴ τὸ λεγόμενον, ἐκ μεσημβρίας νύκτα δεικνῦσα. ἀλλ’ οὐδὲ αὐτὸς αὑτὸν ἀφαιρεῖται φωτὸς τὴν σελήνην ἐξ ἐναντίας ἱσταμένην περιλάμπων καὶ μεταδιδοὺς αὐτῇ τῆς αὑτοῦ φύσεως οὐδὲ τὸν μέγαν καὶ θαυμαστὸν τουτονὶ κόσμον ἐμπλήσας αὐγῆς καὶ ἡμέρας. οὔκουν οὐδὲ ἀνὴρ ἀγαθὸς ἀρετῆς μεταδιδοὺς ἄλλῳ τῷ μεταδοθέντι μεῖον ἔχων ἐφάνη ποτέ· οὕτω θεῖόν ἐστι κτῆμα καὶ πάγκαλον, καὶ οὐ ψευδὴς ὁ λόγος τοῦ Ἀθηναίου ξένου, ὅστις ποτὲ ἄρα ἦν ἐκεῖνος ὁ θεῖος ἀνήρ· πᾶς γὰρ ὅ τε ὑπὸ γῆς καὶ ἐπὶ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος. θαρροῦντες οὖν ἤδη πλούσιον καλῶμεν τὸν ταύτην ἔχοντα, οἶμαι δὲ ἐγὼ καὶ εὐγενῆ καὶ βασιλέα μόνον τῶν ἁπάντων, εἴ τῳ ξυνδοκεῖ. κρείττων μὲν εὐγένεια φαυλότητος γένους, κρείττων δὲ ἀρετὴ διαθέσεως οὐ πάντη σπουδαίας. καὶ μή τις οἰέσθω τὸν λόγον δύσεριν καὶ βίαιον εἰς τὴν συνήθειαν ἀφορῶν τῶν ὀνομάτων· φασὶ γὰρ οἱ πολλοὶ τοὺς ἐκ πάλαι πλουσίων εὐγενεῖς. καίτοι πῶς οὐκ ἄτοπον μάγειρον μὲν ἢ σκυτέα καὶ ναὶ μὰ Δία κεραμέα τινὰ χρήματα ἐκ τῆς τέχνης ἢ καὶ ἄλλοθέν ποθεν ἀθροίσαντα μὴ δοκεῖν εὐγενῆ μηδὲ ὑπὸ τῶν πολλῶν ἐπονομάζεσθαι τοῦτο τὸ ὄνομα, εἰ δὲ ὁ τούτου παῖς διαδεξάμενος τὸν κλῆρον εἰς τοὺς ἐκγόνους διαπορθμεύσειε, τούτους δὲ ἤδη μέγα φρονεῖν καὶ τοῖς Πελοπίδαις ἢ τοῖς Ἡρακλείδαις ὑπὲρ τῆς εὐγενείας ἁμιλλᾶσθαι; ἀλλ’ οὐδὲ ὅστις προγόνων ἀγαθῶν ἔφυ, αὐτὸς δὲ ἐπὶ τὴν ἐναντίαν τοῦ βίου ῥοπὴν κατηνέχθη, δικαίως ἂν μεταποιοῖτο τῆς πρὸς ἐκείνους ξυγγενείας, εἰ μηδὲ ἐς τοὺς Πελοπίδας ἐξῆν ἐγγράφεσθαι τοὺς μὴ φέροντας ἐπὶ τὸν ὤμον τοῦ γένους τὰ γνωρίσματα. λόγχη δὲ λέγεται περὶ τὴν Βοιωτίαν τοῖς Σπαρτοῖς ἐντυπωθῆναι παρὰ τῆς τεκούσης καὶ θρεψαμένης αὐτοὺς βώλου, καὶ τὸ ἐντεῦθεν ἐπὶ πολὺ διασωθῆναι τοῦτο τῷ γένει σύμβολον. ἐπὶ δὲ τῶν ψυχῶν οὐδὲν οἰόμεθα δεῖν ἐγκεχαράχθαι τοιοῦτον, ὃ τοὺς πατέρας ἡμῖν ἀκριβῶς κατερεῖ καὶ ἀπελέγξει τὸν τόκον γνήσιον; ὑπάρχειν δέ φασι καὶ Κελτοῖς ποταμὸν ἀδέκαστον κριτὴν τῶν ἐκγόνων· καὶ οὐ πείθουσιν αὐτὸν οὔτε αἱ μητέρες ὀδυρόμεναι συγκαλύπτειν αὐταῖς καὶ ἀποκρύπτειν τὴν ἁμαρτάδα οὔτε οἱ πατέρες ὑπὲρ τῶν γαμετῶν καὶ τῶν ἐκγόνων ἐπὶ τῇ κρίσει δειμαίνοντες, ἀτρεκὴς δέ ἐστι καὶ ἀψευδὴς κριτής. ἡμᾶς δὲ δεκάζει μὲν πλοῦτος, δεκάζει δὲ ἰσχὺς καὶ ὥρα σώματος καὶ δυναστεία προγόνων ἔξωθεν ἐπισκιάζουσα, καὶ οὐκ ἐπιτρέπει διορᾶν οὐδὲ ἀποβλέπειν ἐς τὴν ψυχήν, ᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες εἰκότως ἂν κατ’ αὐτὸ τὴν ὑπὲρ τῆς εὐγενείας ποιοίμεθα κρίσιν. καί μοι δοκοῦσιν εὐστοχίᾳ φύσεως οἱ πάλαι θαυμαστῇ χρώμενοι, καὶ οὐκ ἐπίκτητον ὥσπερ ἡμεῖς ἔχοντες τὸ φρονεῖν, οὔτι πλαστῶς, ἀλλ’ αὐτοφυῶς φιλοσοφοῦντες, τοῦτο κατανοῆσαι, καὶ τὸν Ἡρακλέα τοῦ Διὸς ἀνειπεῖν ἔκγονον καὶ τὼ τῆς Λήδας υἱέε, Μίνω τε οἶμαι τὸν νομοθέτην καὶ Ῥαδάμανθυν τὸν Κνώσιον τῆς αὐτῆς ἀξιῶσαι φήμης· καὶ ἄλλους δὲ ἄλλων ἐκγόνους ἀνεκήρυττον πολλοὺς διαφέροντας τῶν φύσει πατέρων. ἔβλεπον γὰρ ἐς τὴν ψυχὴν αὐτὴν καὶ τὰς πράξεις, ἀλλ’ οὐκ ἐς πλοῦτον βαθὺν καὶ χρόνῳ πολιόν, οὐδὲ δυναστείαν ἐκ πάππων τινῶν καὶ ἐπιπάππων ἐς αὐτοὺς ἥκουσαν· καίτοι γε ὑπῆρχέ τισιν οὐ παντάπασιν ἀδόξων γενέσθαι πατέρων· ἀλλὰ διὰ τὴν ὑπερβολὴν ἧς ἐτίμων τε καὶ ἐθεράπευον ἀρετῆς αὐτῶν ἐνομίζοντο τῶν θεῶν παῖδες. δῆλον δὲ ἐνθένδε· ἄλλων γὰρ οὐδὲ εἰδότες τοὺς φύσει γονέας ἐς τὸ δαιμόνιον ἀνῆπτον τὴν φήμην, τῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι.