<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2" n="20"><p rend="align(indent)">Τοσαῦτα ὑπὲρ τῶν βασιλέως ἔργων ἐν βραχεῖ διεληλύθαμεν, οὔτε κολακείᾳ προστιθέντες καὶ αὔξειν ἐπιχειροῦντες τυχὸν οὐδενὸς διαφέροντα τῶν ἄλλων, οὔτε πόρρωθεν ἕλκοντες καὶ βιαζόμενοι τῶν ἔργων τὰς ὁμοιότητας, καθάπερ οἱ τοὺς <pb n="v.1.p.200"/> μύθους ἐξηγούμενοι τῶν ποιητῶν καὶ ἀναλύοντες ἐς λόγους πιθανοὺς καὶ ἐνδεχομένους τὰ πλάσματα <milestone n="75a" unit="page" resp="Spanheim"/>ἐκ μικρᾶς πάνυ τῆς ὑπονοίας ὁρμώμενοι καὶ ἀμυδρὰς λίαν παραλαβόντες τὰς ἀρχὰς πειρῶνται ξυμπείθειν, ὡς δὴ ταῦτά γε αὐτὰ ἐκείνων ἐθελόντων λέγειν. ἐνταῦθα δὲ εἴ τις ἐξέλοι τῶν Ὁμήρου μόνον τὰ τῶν ἡρώων ὀνόματα, ἐνθείη δὲ τὸ βασιλέως καὶ ἐναρμόσειεν, οὐ μᾶλλον εἰς ἐκείνους ἢ τοῦτον πεποιῆσθαι δόξει τὰ τῆς Ἰλιάδος ἔπη.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2" n="21"><p rend="align(indent)">Ἀλλ’ ὅπως μὴ τὰ ὑπὲρ τῶν ἔργων μόνον ἀκούοντες τὰ τῶν κατορθωμάτων τῶν ἐς τὸν πόλεμον <milestone n="75b" unit="page" resp="Spanheim"/>ἔλαττον ἔχειν ὑπολαμβάνητε βασιλέα περὶ τὰ σεμνότερα καὶ ὧν ἄξιον μείζονα ποιεῖσθαι λόγον, δημηγοριῶν φημι καὶ ξυμβουλιῶν, καὶ ὁπόσα γνώμη μετὰ νοῦ καὶ φρονήσεως κατευθύνει, ἀθρεῖτε ἐν Ὀδυσσεῖ καὶ Νέστορι τοῖς ἐπαινουμένοις κατὰ τὴν ποίησιν, καὶ ἤν τι μεῖον ἐν βασιλεῖ καταμανθάνητε, τοῖς ἐπαινέταις τοῦτο λογίζεσθε, πλέον δὲ ἔχοντα δικαίως ἂν αὐτὸν μᾶλλον ἀποδεχοίμεθα. οὐκοῦν ὁ μέν, ὁπηνίκα χαλεπαίνειν καὶ στασιάζειν ἤρχοντο περὶ τῆς αἰχμαλώτου κόρης, λέγειν ἐπιχειρῶν οὕτω δή τι <milestone n="75c" unit="page" resp="Spanheim"/>πείθει τὸν βασιλέα καὶ τὸν τῆς Θέτιδος, ὥστε ὁ μὲν ἀκόσμως διέλυσε τὸν ξύλλογον, ὁ δὲ οὐδὲ περιμείνας ἀφοσιώσασθαι τὰ πρὸς τὸν θεόν, ἔτι δὲ αὐτὰ δρῶν καὶ ἀφορῶν ἐς τὴν θεωρίδα, στέλλει τοὺς κήρυκας ἐπὶ τὴν Ἀχιλλέως σκηνήν, ὥσπερ οἶμαι δεδιὼς μὴ τῆς ὀργῆς ἐπιλαθόμενος καὶ <pb n="v.1.p.202"/> ἀπαλλαγεὶς τοῦ πάθους μεταγνοίη καὶ ἀποφύγοι τὴν ἁμαρτάδα· ὁ δὲ ἐκ τῆς Ἰθάκης ῥήτωρ πολύτροπος πείθειν ἐπιχειρῶν πρὸς διαλλαγὰς <milestone n="75d" unit="page" resp="Spanheim"/>Ἀχιλλέα καὶ δῶρα πολλὰ διδούς, μυρία δὲ ἐπαγγελλόμενος, οὕτω τὸν νεανίσκον παρώξυνεν, ὥστε πρότερον οὐ βουλευσάμενον τὸν ἀπόπλουν νῦν παρασκευάζεσθαι. ἔστι δὲ αὐτῶν τὰ θαυμαστὰ τῆς συνέσεως δείγματα αἵ τε ἐπὶ τὸν πόλεμον παρακλήσεις καὶ ἡ τειχοποιία τοῦ Νέστορος, πρεσβυτικὸν λίαν καὶ ἄτολμον ἐπινόημα. οὔκουν οὐδὲ ὄφελος ἦν πολὺ τοῖς Ἀχαιοῖς τοῦ <milestone n="76a" unit="page" resp="Spanheim"/>μηχανήματος· ἀλλὰ ἡττῶντο τῶν Τρώων τὸ τεῖχος ἐπιτελέσαντες, καὶ μάλα εἰκότως. τότε μὲν γὰρ αὐτοὶ τῶν νεῶν ᾤοντο προβεβλῆσθαι καθάπερ ἔρυμα γενναῖον· ἐπεὶ δὲ ᾔσθοντο σφῶν προκείμενον καὶ ἀποικοδομούμενον τεῖχος τάφρῳ βαθείᾳ καὶ πασσάλοις ὀξέσι διηλούμενον, κατερρᾳθύμουν καὶ ὑφίεντο τῆς ἀλκῆς τῷ τειχίσματι πεποιθότες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2" n="22"><p>ἀλλ’ οὐ γὰρ εἴ τις ἐκείνοις μέμφοιτο καὶ ἐπιδεικνύοι διαμαρτάνοντας, οὗτός ἐστι βασιλέως ἀξιόχρεως ἐπαινέτης· ὅστις δὲ οἶμαι τῶν ἔργων <milestone n="76b" unit="page" resp="Spanheim"/>ἀξίως μνησθείη, οὐ μάτην οὐδὲ αὐτομάτως οὐδὲ ἀλόγῳ φορᾷ γενομένων, προβουλευθέντων δὲ ὀρθῶς καὶ διοικηθέντων, οὗτος ἀρκούντως ἐπαινεῖ τὴν βασιλέως ἀγχίνοιαν.</p><p rend="align(indent)">Τὸ δὲ ἐφ’ ἑκάστῃ συνόδῳ τὰς δημηγορίας ἐκλέγειν τὰς ἐς τὰ στρατόπεδα καὶ δήμους καὶ <pb n="v.1.p.204"/> βουλευτήρια μακροτέρας δεῖται τῆς ξυγγραφῆς. ἑνὸς δὲ ἴσως ἐπακούειν οὐ χαλεπόν. καί μοι πάλιν ἐννοήσατε τὸν Λαέρτου, ὁπότε ὡρμημένους <milestone n="76c" unit="page" resp="Spanheim"/>ἐκπλεῖν τοὺς Ἕλληνας ἐπέχει τῆς ὁρμῆς καὶ ἐς τὸν πόλεμον μετατίθησι τὴν προθυμίαν, καὶ βασιλέως τὸν ἐν Ἰλλυριοῖς ξύλλογον, ἵνα δὴ πρεσβύτης ἀνὴρ ὑπὸ μειρακίων παιδικὰ φρονεῖν ἀναπειθόμενος ὁμολογιῶν ἐπελανθάνετο καὶ πίστεων, καὶ τῷ μὲν σωτῆρι καὶ εὐεργέτῃ δυσμενὴς ἦν, σπονδὰς δὲ ἐποιεῖτο πρὸς ὃν ἦν ἄσπονδος καὶ ἀκήρυκτος βασιλεῖ πόλεμος, στρατόν <milestone n="76d" unit="page" resp="Spanheim"/>τε ἤγειρε καὶ ἐπὶ τοῖς ὁρίοις ἀπήντα τῆς χώρας, κωλῦσαι τοῦ πρόσω χωρεῖν ἐπιθυμῶν. ἐπεὶ δὲ ἐς ταὐτὸν ἦλθον ἀμφοτέρω τὼ στρατεύματε καὶ ἐχρῆν ἐπὶ τῶν ὁπλιτῶν ποιεῖσθαι τὴν ἐκκλησίαν, βῆμά τε ὑψηλὸν ᾔρετο καὶ αὐτὸ περιέσχεν ὁπλιτῶν δῆμος καὶ ἀκοντιστῶν καὶ τοξοτῶν ἱππεῖς τε ἐνσκευασάμενοι τοὺς ἵππους καὶ τὰ σημεῖα τῶν τάξεων· ἀνῄει τε ἐπ’ αὐτὸ βασιλεὺς μετὰ τοῦ τέως ξυνάρχοντος <milestone n="77a" unit="page" resp="Spanheim"/>οὔτε αἰχμὴν φέρων οὔτε ἀσπίδα καὶ κράνος, ἀλλὰ ἐσθῆτα τὴν συνήθη. καὶ οὐδὲ αὐτῷ τις τῶν δορυφόρων εἵπετο, μόνος δὲ ἐπὶ τοῦ βήματος εἱστήκει πεποιθὼς τῷ λόγῳ σεμνῶς ἡρμοσμένῳ. ἐργάτης γάρ ἐστι καὶ τούτων ἀγαθός, οὐκ ἀποσμιλεύων οὐδὲ ἀπονυχίζων τὰ ῥήματα οὐδὲ ἀποτορνεύων τὰς περιόδους καθάπερ <pb n="v.1.p.206"/> οἱ κομψοὶ ῥήτορες, σεμνὸς δὲ ἅμα καὶ καθαρὸς καὶ τοῖς ὀνόμασι ξὺν καιρῷ χρώμενος, <milestone n="77b" unit="page" resp="Spanheim"/>ὥστε ἐνδύεσθαι ταῖς ψυχαῖς οὐ τῶν παιδείας καὶ ξυνέσεως μεταποιουμένων μόνον, ἀλλ’ ἤδη καὶ τῶν ἰδιωτῶν ξυνιέναι πολλοὺς καὶ ἐπαΐειν τῶν ῥημάτων. οὐκοῦν ᾕρει μυριάδας ὁπλιτῶν συχνὰς καὶ χιλιάδας ἱππέων εἴκοσι καὶ ἔθνη μαχιμώτατα καὶ χώραν πάμφορον, οὐ βίᾳ ἕλκων οὐδὲ αἰχμαλώτους ἄγων, ἑκόντας δὲ αὐτῷ πειθομένους καὶ τὸ ἐπιταττόμενον ποιεῖν ἐθέλοντας. ταύτην ἐγὼ τὴν νίκην κρίνω τῆς Λακωνικῆς ἐκείνης μακρῷ σεμνοτέραν· ἡ μέν γε <milestone n="77c" unit="page" resp="Spanheim"/>ἦν ἄδακρυς μόνοις τοῖς κρατοῦσιν, ἡ δὲ οὐδὲ τοῖς κρατηθεῖσιν ἤνεγκε δάκρυα, ἀλλ’ ἀπὸ τοῦ βήματος κατῆλθεν ὁ τῆς βασιλείας ὑποκριτὴς δικασάμενος καὶ ὥσπερ ὄφλημα βασιλεῖ πατρῷον ἀποδοὺς τὴν ἁλουργίδα· τἆλλα δὲ αὐτῷ δίδωσι βασιλεὺς ἄφθονα μᾶλλον ἢ Κῦρόν φασι παρασχεῖν τῷ πάππῳ, ζῆν τε ἐποίησε καὶ διαιτᾶσθαι καθάπερ Ὅμηρος ἀξιοῖ τῶν ἀνδρῶν τοὺς ἀφηλικεστέρους, <quote rend="align(blockquote)">Τοιούτῳ γὰρ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε, <lb/><milestone n="77d" unit="page" resp="Spanheim"/>Εὑδέμεναι μαλακῶς· ἣ γὰρ δίκη ἐστὶ γερόντων. </quote> τὸ μὲν οὖν ἐμὸν ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους. ἀδικοίην γὰρ ἂν διαφθείρων <pb n="v.1.p.208"/> καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας <milestone n="78a" unit="page" resp="Spanheim"/>ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα μόνον, ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα. τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς ξυλλόγους ῥηθέντων, καὶ σαφῶς οἶμαι πιστεύοντι, ὅτι ἄμεινον τἀκείνων αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται. τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον καὶ οὐκ ἄξιον <milestone n="78b" unit="page" resp="Spanheim"/>ἐλευθέρας ψυχῆς καὶ γενναίας.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2" n="23"><p>τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ, ἅτε ἐς τὸ τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ <milestone n="78c" unit="page" resp="Spanheim"/>αὐτῶν ποιούμενοι λόγους· καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶν <pb n="v.1.p.210"/> <milestone n="78d" unit="page" resp="Spanheim"/>πέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ ὥσπερ ἐσθῆτι ποικίλῃ τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. τὸ δέ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο.</p><p rend="align(indent)"><milestone n="79a" unit="page" resp="Spanheim"/>Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη· ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ’ αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν· οὐ ταῦτα ἐπαινοῦντα οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, πλεῖστα δ’ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας καὶ ἔθνη καταστρεφομένους <milestone n="79b" unit="page" resp="Spanheim"/>καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ’ οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας. <pb n="v.1.p.212"/> ὅσους δὲ ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα, σμίκρ’ <milestone n="79c" unit="page" resp="Spanheim"/>ἄττα μόρια κατανειμαμένους ἀρετῆς, οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει. ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια λέγοντες.</p><p rend="align(indent)">Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰν ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, <milestone n="79d" unit="page" resp="Spanheim"/>μεταποιούμενον τέχνης, ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ’ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ’ ἐμαυτὸν δὲ <milestone n="80a" unit="page" resp="Spanheim"/>ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ ἀτόποις ἐπιχειρῶν.</p></div></div></body></text></TEI>