Νῦν δὲ τὸ συνεχὲς ἀποδόντες τῷ παρόντι λόγῳ ἐπὶ τὸν ἐξ ἀρχῆς ἐπανάγωμεν ὥσπερ οἱ προεκθέοντες ἐν τοῖς δρόμοις. ἐλέγετο δ’ οὖν ἐν τοῖς πρόσθεν ὡς αὐτὸν μέν τινά φησι Πλάτων τὸν νοῦν καὶ τὴν ψυχήν, αὐτοῦ δὲ τὸ σῶμα καὶ τὴν κτῆσιν. ταῦτα δὲ ἐν τοῖς θαυμασίοις διώρισται νόμοις. ὥσπερ οὖν, εἴ τις ἐξ ἀρχῆς ἀναλαβὼν λέγοι· Ὅτῳ ἀνδρὶ ἐς νοῦν καὶ φρόνησιν ἀνήρτηται πάντα τὰ ἐς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν τοῖς ἐκτός, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων ἢ καὶ πασχόντων πλανᾶσθαι ἀναγκάζεται, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν, οὐ παρατρέπει τὴν λέξιν οὐδὲ παραποιεῖ, ἐξηγεῖται δὲ ὀρθῶς καὶ ἑρμηνεύει· οὕτω δὲ καὶ ὅστις ἀντὶ τῆς αὐτοῦ λέξεως τὸν θεὸν παραλαμβάνει οὐκ ἀδικεῖ. εἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν τοῖς πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ, ὃν δὴ καὶ θεὸν εἶναί φαμεν καὶ αὐτῷ τὰς ἡνίας ἐπιτρέπειν τοῦ βίου χρῆναι παραινοῦμεν πάντα ἰδιώτην τε καὶ βασιλέα, τόν γε ὡς ἀληθῶς ἄξιον τῆς ἐπικλήσεως καὶ οὐ νόθον οὐδὲ ψευδώνυμον, συνιέντα μὲν αὐτοῦ καὶ αἰσθανόμενον διὰ συγγένειαν, ὑφιέμενον δὲ αὐτῷ τῆς ἀρχῆς καὶ ὑποχωροῦντα τῆς ἐπιμελείας ὡς ἔμφρονα; ἀνόητον γὰρ καὶ μάλα αὔθαδες τὸ μὴ καθάπαξ ἐς δύναμιν πείθεσθαι τῷ θεῷ ἀρετῆς ἐπιμελομένους· τούτῳ γὰρ μάλιστα χαίρειν ὑποληπτέον τὸν θεόν. οὐ μὴν οὐδὲ τῆς ἐννόμου θεραπείας ἀποστατέον οὐδὲ τὴν τοιαύτην τιμὴν ὑπεροπτέον τοῦ κρείττονος, θετέον δὲ ἐν ἀρετῆς μοίρᾳ τὴν εὐσέβειαν τὴν κρατίστην. ἔστι γὰρ ὁσιότης τῆς δικαιοσύνης ἔκγονος· αὕτη δὲ ὅτι τοῦ θειοτέρου ψυχῆς εἴδους ἐστίν, οὐδένα λέληθε τῶν ὅσοι τὰ τοιαῦτα μεταχειρίζονται. Ταῦτά τοι καὶ ἐπαινοῦμεν τὸν Ἕκτορα σπένδειν μὲν οὐκ ἐθέλοντα διὰ τὸν ἐπὶ τῶν χειρῶν λύθρον· ἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου, Ἰδαίου τινὸς ἢ Ταλθυβίου τάξιν ἀναληψόμενον. ἀλλ’ ἔοικε γάρ, ὅπερ ἔφαμεν ἐξ ἀρχῆς, πρόφασις εὐπρεπὴς εἶναι φυγῆς τοῦτο. καὶ γὰρ ὁπότε τῷ Τελαμωνίῳ ξυνίστατο πεισθεὶς τῇ φήμῃ τοῦ μάντεως, ἀσπασίως διελύθη καὶ ἔδωκε δῶρα, τὸν θάνατον ἐκφυγὼν ἄσμενος· καθόλου δὲ εἰπεῖν, φεύγουσιν ἕπεται θρασέως, αἴτιος δέ ἐστιν οὐδαμοῦ νίκης καὶ τροπῆς, πλὴν ὅτε πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν ξὺν τῷ Σαρπηδόνι. πότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα, μή ποτε ἄρα μικρὰ μεγάλοις καὶ φαῦλα σπουδῆς ἀξίοις μείζονος παρατιθέναι δόξωμεν, ἢ τολμήσομεν καὶ πρὸς τηλικοῦτον ἔργον ἁμιλλᾶσθαι; οὐκοῦν ἐκεῖνο μὲν ἦν τὸ τεῖχος ὑπὲρ τῆς ᾐόνος, ἐν οὐδὲ ὅλῳ τῷ πρὸ μεσημβρίας χρόνῳ συντελεσθέν, ὁποίους ἡμῖν τοὺς χάρακας ἔννομον κατασκευάζεσθαι· τὸ δὲ ὑπὲρ τῶν Ἄλπεων τεῖχος παλαιόν τε ἦν φρούριον, καὶ αὐτῷ χρῆται μετὰ τὴν φυγὴν ὁ τύραννος, ὥσπερ ἔρυμά τι νεουργὲς ἀποφήνας καὶ ἀξιόλογον φρουρὰν ἀπολιπὼν ἐρρωμένων ἀνδρῶν. οὐδὲ αὐτὸς ὡς πορρωτάτω πορεύεται, ἔμενε δὲ ἐν τῇ πλησίον πόλει. ἔστι δὲ Ἰταλῶν ἐμπόριον πρὸς θαλάττῃ μάλα εὔδαιμον καὶ πλούτῳ βρύον. φέρουσι γὰρ ἐντεῦθεν φορτία Μυσοὶ καὶ Παίονες καὶ τῶν Ἰταλῶν ὁπόσοι τὴν μεσόγαιαν κατοικοῦσιν, Ἑνετοὶ δὲ οἶμαι τὸ πρόσθεν ὠνομάζοντο. νῦν δὲ ἤδη Ῥωμαίων τὰς πόλεις ἐχόντων τὸ μὲν ἐξ ἀρχῆς ὄνομα σώζουσι βραχείᾳ προσθήκῃ γράμματος ἐν ἀρχῇ τῆς ἐπωνυμίας· ἔστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι δὲ αὐτὸν οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα πολλάκις προσπνεύσεως οἶμαι τινὸς ἕνεκα καὶ ἰδιότητος τῆς γλώττης. τὸ μὲν δὴ ξύμπαν ἔθνος ὧδε ἐπονομάζεται· τῇ πόλει δὲ ἀετός, ὥς φασιν, οἰκιζομένῃ δεξιὸς ἐκ Διὸς ἱπτάμενος τὴν αὑτοῦ φήμην χαρίζεται. οἰκεῖται δὲ ὑπὸ τοῖς ποσὶ τῶν Ἄλπεων· ὄρη δέ ἐστι ταῦτα παμμεγέθη καὶ ἀπορρῶγες ἐν αὐτοῖς πέτραι, μόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα, ἀρχόμενα μὲν ἀπὸ θαλάττης, ἣν δὴ τὸν Ἰόνιον εἶναί φαμεν, ἀποτειχίζοντα δὲ τὴν νῦν Ἰταλίαν ἀπό τε Ἰλλυριῶν καὶ Γαλατῶν καὶ ἐς τὸ Τυρρηνὸν πέλαγος ἀναπαυόμενα. Ῥωμαῖοι γὰρ ἐπειδὴ τῆς χώρας ἁπάσης ἐκράτουν· ἔστι δὲ ἐν αὐτῇ τό τε τῶν Ἑνετῶν ἔθνος καὶ Λίγυές τινες καὶ τῶν ἄλλων Γαλατῶν οὐ φαύλη μοῖρα· τὰ μὲν ἀρχαῖα σφῶν ὀνόματα σώζειν οὐ διεκώλυσαν, τῷ κοινῷ δὲ τῶν Ἰταλῶν ξυγχωρεῖν κατηνάγκασαν. καὶ νῦν ὁπόσα μέν εἴσω τῶν Ἄλπεων κατοικεῖται, ἔστε ἐπὶ τὸν Ἰόνιον καὶ τὸν Τυρρηνὸν καθήκοντα, ταύτῃ κοσμεῖται τῇ προσωνυμίᾳ· τὰ δὲ ὑπὲρ τῶν Ἄλπεων τῶν πρὸς ἑσπέραν Γαλάται νέμονται, καὶ Ῥαιτοὶ δὲ τὰ ὑπὸ τῆν ἄρκτον, ἵνα Ῥήνου τέ εἰσιν αἱ πηγαὶ καὶ αἱ τοῦ Ἴστρου πλησίον παρὰ τοῖς γείτοσι βαρβάροις· τὰ δὲ ἐκ τῆς ἕω ταῦτα δὴ τὰς Ἄλπεις ὀχυροῦν ἔφαμεν, ἵναπερ ὁ τύραννος τὴν φρουρὰν κατεσκευάσατο. οὕτω δὴ τῆς Ἰταλίας ἁπανταχόθεν ὄρεσί τε συνεχομένης λίαν δυσβάτοις καὶ θαλάσσῃ τεναγώδει, ἅτε ἐσρεόντων ποταμῶν μυρίων, οἳ ποιοῦσιν ἕλος προσεοικὸς τοῖς Αἰγυπτίοις ἕλεσι, τὸ ξύμπαν τῆς ἐκείνῃ θαλάττης πέρας βασιλεὺς ὑπὸ σοφίας ἔλαβε καὶ ἐβιάσατο τὴν ἄνοδον. Καὶ ἵνα μὴ διατρίβειν δοκῶ αὖθίς τε ὑπὲρ τῶν δυσχωριῶν διαλεγόμενος, καὶ ὡς οὔτε στρατόπεδον ἦν οὐδὲ χάρακα πλησίον καταβαλέσθαι, οὔτε ἐπάγειν μηχανὰς καὶ ἑλεπόλεις, ἀνύδρου δεινῶς ὄντος καὶ οὐδὲ μικρὰς λιβάδας ἔχοντος τοῦ πέριξ χωρίου, ἐπ’ αὐτὴν εἶμι τὴν αἵρεσιν. καὶ εἰ βούλεσθε τὸ κεφάλαιον ἀθρόως ἑλεῖν τοῦ λόγου, ὑπομνήσθητε τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ’ ἣν οὐδὲ τῶν ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως ἑάλω, καὶ οὐδὲν πλέον ἀκούειν ἐπιθυμήσετε· πλὴν τοσοῦτον μόνον, ὅτι Ἀλέξανδρος μὲν ἀπέβαλε πολλοὺς Μακεδόνας ἐξελὼν τὴν πέτραν, ὁ δὲ ἡμέτερος ἄρχων καὶ στρατηγὸς οὐδὲ χιλίαρχον ἀποβαλὼν ἢ λοχαγόν τινα, ἀλλ’ οὐδὲ ὁπλίτην τῶν ἐκ καταλόγου, καθαρὰν καὶ ἄδακρυν περιεποιήσατο τὴν νίκην. Ἕκτωρ δὲ οἶμαι καὶ Σαρπηδὼν πολλοὺς ἐκ τοῦ τειχίσματος κατέβαλον, ἐντυχόντες δὲ ἀριστεύοντι Πατρόκλῳ ὁ μὲν ἐπὶ τῶν νεῶν κτείνεται, ὁ δὲ ἔφευγεν αἰσχρῶς οὐδὲ ἀνελόμενος τὸ σῶμα τοῦ φίλου. οὕτως οὐδενὶ ξὺν νῷ, ῥώμῃ δὲ μᾶλλον σωμάτων θρασυνόμενοι τὴν ἐς τὸ τεῖχος πάροδον ἐτόλμων. βασιλεὺς δὲ οὗ μὲν ἀλκῆς ἔργον ἐστὶ καὶ θυμοῦ χρῆται τοῖς ὅπλοις καὶ κρατεῖ ξὺν εὐβουλίᾳ, οὗ δὲ μόνον ἐδέησε γνώμης, ταύτῃ κυβερνᾷ καὶ κατεργάζεται πράγματα τοσαῦτα, ὁπόσα οὐδ’ ἄν ὁ σίδηρος ἐξελεῖν ἰσχύσειεν. Ἀλλ’ ἐπειδὴ καθ’ αὑτὸν ὁ λόγος φερόμενος ἥκει πάλαι ποθῶν τὴν ξύνεσιν ἐπαινεῖν καὶ τὴν εὐβουλίαν, ἀποδοτέον. καὶ ὑπὲρ τούτων ὀλίγα πάλαι διεληλύθαμεν· ὁπόσα δὲ ἡμῖν ἐφαίνετο πρὸς τὰ τῶν ἡρώων ἐκείνων ἔχειν ξυγγένειαν, μεγάλα μικροῖς εἰκάζοντες, δι’ ὁμοιότητα διήλθομεν. δῆλον δὲ ἀποβλέψαντι πρὸς τὸ τῆς παρασκευῆς μέγεθος καὶ τῆς δυνάμενως τὴν περιουσίαν. τότε γὰρ ἥ τε Ἑλλὰς ἐκεκίνητο ξύμπασα καὶ Θρᾳκῶν μοῖρα καὶ Παιόνων τό τε τοῦ Πριάμου ξύμπαν ὑπήκοον, Ὅσσον Λέσβος ἔσω Μάκαρος ἕδος ἐντὸς ἐέργει Καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. τὰ δὲ νῦν ἔθνη συνιόντα βασιλεῖ καὶ συμπολεμοῦντα τὸν πόλεμον καὶ τοὺς ἀντιταξαμένους καταριθμεῖν μὴ λῆρος ᾖ καὶ φλυαρία περιττὴ καὶ λίαν ἀρχαῖον. ὅσῳ δὲ μείζους αἱ συνιοῦσαι δυνάμεις, τοσούτῳ τὰ ἔργα προφέρειν εἰκός· ὥστε ἀνάγκη καὶ ταῦτα ἐκείνων ὑπεραίρειν. πλήθει γε μὴν ποῦ ποτε ἄξιον συμβαλεῖν; οἱ μὲν γὰρ περὶ μιᾶς ἐμάχοντο πόλεως ξυνεχῶς, καὶ οὔτε Τρῶες ἀπελάσαι τοὺς Ἀχαιοὺς ἐπικρατοῦντες ἠδύναντο; οὔτε ἐκεῖνοι νικῶντες ἐξελεῖν καὶ ἀνατρέψαι τῶν Πριαμιδῶν τὴν ἀρχὴν καὶ τὴν βασιλείαν ἴσχυον, δεκαέτης δὲ αὐτοῖς ἀναλώθη χρόνος. βασιλεῖ δὲ πολλοὶ μέν εἰσιν ἀγῶνες· καὶ γὰρ ἀνεγράφη Γερμανοῖς τοῖς ὑπὲρ τοῦ Ῥήνου πολεμῶν, τά τε ἐπὶ τῷ Τίγρητι ζεύγματα καὶ τῆς Παρθυαίων δυνάμεως καὶ τοῦ φρονήματος ἔλεγχος οὐ φαῦλος, ὅτε οὐχ ὑπέμενον ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, ἀλλὰ περιεῖδον ἅπασαν τμηθεῖσαν τὴν εἴσω Τίγρητος καὶ Λύκου, τῶν γε μὴν πρὸς τὸν τύραννον πραχθέντων ὅ τε ἐπὶ Σικελίαν ἔκπλους καὶ ἐς Καρχηδόνα, Ἠριδανοῦ τε αἱ προκαταλήψεις τῶν ἐκβολῶν ἁπάσας αὐτοῦ τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀφελόμεναι, καὶ τὸ τελευταῖον καὶ τρίτον πάλαισμα περὶ ταῖς Κοττίαις Ἄλπεσιν, ὃ δὴ βασιλεῖ μὲν παρέσχεν ἀσφαλῆ καὶ τοῦ μέλλοντος ἀδεᾶ τὴν ὑπὲρ τῆς νίκης ἡδονήν, τὸν δὲ ἡττηθέντα δίκην ἐπιθεῖναι δικαίαν αὑτῷ καὶ τῶν ἐξειργασμένων πάνυ ἀξίαν κατηνάγκασε. Τοσαῦτα ὑπὲρ τῶν βασιλέως ἔργων ἐν βραχεῖ διεληλύθαμεν, οὔτε κολακείᾳ προστιθέντες καὶ αὔξειν ἐπιχειροῦντες τυχὸν οὐδενὸς διαφέροντα τῶν ἄλλων, οὔτε πόρρωθεν ἕλκοντες καὶ βιαζόμενοι τῶν ἔργων τὰς ὁμοιότητας, καθάπερ οἱ τοὺς μύθους ἐξηγούμενοι τῶν ποιητῶν καὶ ἀναλύοντες ἐς λόγους πιθανοὺς καὶ ἐνδεχομένους τὰ πλάσματα ἐκ μικρᾶς πάνυ τῆς ὑπονοίας ὁρμώμενοι καὶ ἀμυδρὰς λίαν παραλαβόντες τὰς ἀρχὰς πειρῶνται ξυμπείθειν, ὡς δὴ ταῦτά γε αὐτὰ ἐκείνων ἐθελόντων λέγειν. ἐνταῦθα δὲ εἴ τις ἐξέλοι τῶν Ὁμήρου μόνον τὰ τῶν ἡρώων ὀνόματα, ἐνθείη δὲ τὸ βασιλέως καὶ ἐναρμόσειεν, οὐ μᾶλλον εἰς ἐκείνους ἢ τοῦτον πεποιῆσθαι δόξει τὰ τῆς Ἰλιάδος ἔπη.