Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ’, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις· ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ’ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ πλήμμυρα, καὶ ἐπ’ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη. Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν τρόπον. διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖν, Παρθυαῖοι νομίζεσθαι, Πέρσαι δὲ εἶναι προσποιούμενοι. ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι. καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν. οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προῆγε δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, ἕτερον ἱππέων πλῆθος ἀμήχανον. τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆς χώρας ὁπόσην νέμονται. ἔοικε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι. ὡς οὖν ἀχρεῖον τῇ φύσει οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ἄλλης ἡρμόσθη. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μέν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, τά γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ’ οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως. ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην. Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ’ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ’ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ’ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις, ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ’ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων. γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ γέγονεν. Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλαγξ· τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν κατενεχθέντα ὑπὸ τῆς ἰλύος. δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον. Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει, τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ’ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ’ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας. Ἆρά γε ἄξιον ταύτην παραβαλεῖν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ’ Ἕκτορος καὶ τῶν ἐπάλξεων ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα ὁ μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους. ἀλλὰ γὰρ εὖ ποιῶν ὁ λόγος ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα ὅπως, ὑπηνέχθη καὶ ἐπ’ αὐτό γέ φασι τῶν ἔργων τὸ κεφάλαιον, τὴν καθαίρεσιν τοῦ τείχους, ὃ μιᾷ πρότερον ἡμέρᾳ τοὺς Ἀχαιούς φησι, τοῦ Πυλίου δημαγωγοῦ καὶ βασιλέως ξυμπείθοντος, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ κατασκευάσασθαι. Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται, Ὁμήρου σαφῶς διδάσκοντος, ὡς Ἀχιλλέως μὲν φανέντος ἐδύσετο οὐλαμὸν ἀνδρῶν. Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ’ ἡσυχίαν. προσπαίζων δὲ αὐτὸν ὁ ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν Ὄφρ’ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν Θύνοντ’ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, Τόφρ’ ὑπόεικε μάχης. πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ; καὶ ὁπηνίκα δὲ ὁ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου, καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ἂν εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν ἢ βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὑτοῦ νομίζοντα τὸ διακόνημα. Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν. εἰ δὲ ἐπιτρέποι μηδεὶς μεταγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. τὸ γὰρ εἰς ἑαυτὸν οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός· ἀλλὰ νοῦν καὶ φρόνησιν, φησί, καὶ τὸ ὅλον τὸν ἐν ἡμῖν θεόν· ὃ δὴ καὶ αὐτὸς ἑτέρωθι κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ’ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους, οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν· ἤδη δέ τινες καὶ μὴ βουλόμενοι τῶν ἡμετέρων τινὰ παρείλοντο. τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι. ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν ὁ λόγος. ἀλλ’ ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν ἢ χρυσοῦ ψήγματος. τούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν. ἀμφότερα δὲ ἐν τοῖς Πλάτωνος λόγοις· καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἁλῶν καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθῆραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ πρὶν ἢ μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις. πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον καὶ αὖθις δὲ ἴσως λελέξεται.