Τὸν Ἀχιλλέα φησὶν ἡ ποίησις, ὁπότε ἐμήνισε καὶ διηνέχθη πρὸς τὸν βασιλέα, μεθεῖναι μὲν ταῖν χεροῖν τὴν αἰχμὴν καὶ τὴν ἀσπίδα, ψαλτήριον δὲ ἁρμοσάμενον καὶ κιθάραν ᾄδειν καὶ ὑμνεῖν τῶν ἡμιθέων τὰς πράξεις, καὶ ταύτην διαγωγὴν τῆς ἡσυχίας ποιεῖσθαι, εὖ μάλα ἐμφρόνως τοῦτο διανοηθέντα. τὸ μὲν γὰρ ἀπεχθάνεσθαι καὶ παροξύνειν τὸν βασιλέα λίαν αὔθαδες καὶ ἄγριον· τυχὸν δὲ οὐδὲ ἐκείνης ἀπολύεται τῆς μέμψεως ὁ τῆς Θέτιδος, ὅτι τῷ καιρῷ τῶν ἔργων εἰς ᾠδὰς καταχρῆται καὶ κρούματα, ἐξὸν τότε μὲν ἔχεσθαι τῶν ὅπλων καὶ μὴ μεθιέναι, αὖθις δὲ ἐφ’ ἡσυχίας ὑμνεῖν τὸν βασιλέα καὶ ᾄδειν τὰ κατορθώματα. οὐ μὴν οὐδὲ τὸν Ἀγαμέμνονά φησιν ὁ πατὴρ ἐκείνων τῶν λόγων μετρίως καὶ πολιτικῶς προσενεχθῆναι τῷ στρατηγῷ, ἀλλ’ ἀπειλῇ τε χρῆσθαι καὶ ἔργοις ὑβρίζειν, τοῦ γέρως ἀφαιρούμενον. συνάγων δὲ αὐτοὺς ἐς ταὐτὸν ἀλλήλοις ἐπὶ τῆς ἐκκλησίας μεταμελομένους, τὸν μὲν τῆς Θέτιδος ἐκβοῶντα Ἀτρείδη, ἦ ἄρ τι τόδ’ ἀμφοτέροισιν ἄρειον Ἔπλετο, σοὶ καὶ ἐμοί, εἶτα ἐπαρώμενον τῇ προφάσει τῆς ἀπεχθείας καὶ ἀπαριθμούμενον τὰς ἐκ τῆς μήνιδος ξυμφοράς, τὸν βασιλέα δὲ αἰτιώμενον Δία καὶ Μοῖραν καὶ Ἐρινύν, δοκεῖ μοι διδάσκειν, ὥσπερ ἐν δράματι τοῖς προκειμένοις ἀνδράσιν οἷον εἰκόσι χρώμενος, ὅτι χρὴ τοὺς μὲν βασιλέας μηδὲν ὕβρει πράττειν μηδὲ τῇ δυνάμει πρὸς ἅπαν χρῆσθαι μηδὲ ἐφιέναι τῷ θυμῷ, καθάπερ ἵππῳ θρασεῖ χήτει χαλινοῦ καὶ ἡνιόχου φερομένῳ, παραινεῖν δὲ αὖ τοῖς στρατηγοῖς ὑπεροψίαν βασιλικὴν μὴ δυσχεραίνειν, φέρειν δὲ ἐγκρατῶς καὶ πρᾴως τὰς ἐπιτιμήσεις, ἵνα μὴ μεταμελείας αὐτοῖς ὁ βίος μεστὸς ᾖ. Ταῦτα κατ’ ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ μὲν ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ γέρα ἄλλα ἐπ’ ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν συγγνώμην τῆς τιμωρίας προυτίθει, αἰσχυνοίμην ἄν, εἰ μὴ τοῦ Πηλέως φαινοίμην εὐγνωμονέστερος μηδὲ ἐπαινοίην εἰς δύναμιν τὰ προσόντα σοί, οὔτι φημὶ χρυσὸν καὶ ἁλουργῆ χλαῖναν, οὐδὲ μὰ Δία πέπλους παμποικίλους, γυναικῶν ἔργα Σιδωνίων, οὐδὲ ἵππων Νισαίων κάλλη καὶ χρυσοκολλήτων ἁρμάτων ἀστράπτουσαν αἴγλην, οὐδὲ τὴν Ἰνδῶν λίθον εὐανθῆ καὶ χαρίεσσαν. καίτοι γε εἴ τις ἐθέλοι τούτοις τὸν νοῦν προσέχων ἕκαστον ἀξιοῦν λόγου, μικροῦ πᾶσαν οἶμαι τὴν Ὁμήρου ποίησιν ἀποχετεύσας ἔτι δεήσεται λόγων, καὶ οὐκ ἀποχρήσει σοὶ μόνῳ τὰ ξύμπασι ποιηθέντα τοῖς ἡμιθέοις ἐγκώμια. ἀρξώμεθα δὲ ἀπὸ τοῦ σκήπτρου πρῶτον, εἰ βούλει, καὶ τῆς βασιλείας αὐτῆς· τί γὰρ δή φησιν ὁ ποιητὴς ἐπαινεῖν ἐθέλων τῆς τῶν Πελοπιδῶν οἰκίας τὴν ἀρχαιότητα καὶ τὸ μέγεθος τῆς ἡγεμονίας ἐνδείξασθαι; ἀνὰ δὲ κρείων Ἀγαμέμνων Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων, καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι, Πέλοψ δὲ δῶκ’ Ἀτρέι ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· Αὐτὰρ ὅγ’ αὖτε Θυέστ’ Ἀγαμέμνονι δῶκε φορῆναι, Πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν· Αὕτη σοι τῆς Πελοπιδῶν οἰκίας ἡ γενεαλογία, εἰς τρεῖς οὐδὲ ὅλας μείνασα γενεάς· τά γε μὴν τῆς ἡμετέρας ξυγγενείας ἤρξατο μὲν ἀπὸ Κλαυδίου, μικρὰ δὲ ἐν μέσῳ διαλιπούσης τῆς ἡγεμονίας τὼ πάππω τὼ σὼ διαδέχεσθον. καὶ ὁ μὲν τῆς μητρὸς πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, καὶ τὴν Λιβύην τε ἐπ’ αὐτῇ, καὶ Σαρδὼ καὶ Σικελίαν, οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοὺς Ἑσπερίους Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ’ ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη. ταύτας δὲ ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων, κοινῇ μὲν ἐπιστρατεύοντες, εἴ ποτε τούτου δεήσειεν, ἐπιφοιτῶντες δὲ ἔστιν ὅτε καὶ κατ’ ἰδίαν ἕκαστος τῶν ὁμόρων βαρβάρων ὕβριν τε καὶ ἀδικίαν ἐξέκοπτον. ἐκεῖνοι μὲν δὴ τούτοις ἐκοσμοῦντο. ὁ πατὴρ δὲ τὴν μὲν προσήκουσαν αὐτῷ μοῖραν μάλα εὐσεβῶς καὶ ὁσίως ἐκτήσατο, περιμείνας τὴν εἱμαρμένην τελευτὴν τοῦ γεγεννηκότος, τὰ λοιπὰ δὲ ἀπὸ βασιλείας εἰς τυραννίδας ὑπενεχθέντα δουλείας ἔπαυσε χαλεπῆς, καὶ ἦρξε συμπάντων τρεῖς ὑμᾶς τοὺς αὑτοῦ παῖδας προσελόμενος ξυνάρχοντας. ἆρ’ οὖν ἄξιον μέγεθος δυνάμεως παραβαλεῖν καὶ τὸν ἐν τῇ δυναστείᾳ χρόνον καὶ πλῆθος βασιλευσάντων; ἢ τοῦτο μέν ἐστιν ἀληθῶς ἀρχαῖον, μετιτέον δὲ ἐπὶ τὸν πλοῦτον καὶ θαυμαστέον σου τὴν χλαμύδα ξὺν τῇ πόρπῃ, ἃ δὴ καὶ Ὁμήρῳ διατριβὴν παρέσχεν ἡδεῖαν; λόγου τε ἀξιωτέον πολλοῦ τὰς Τρωὸς ἵππους, αἳ τρισχίλιαι οὖσαι ἕλος κάτα βουκολέοντο, καὶ τὰ φώρια τὰ ἐντεῦθεν; ἢ τοὺς Θρᾳκίους ἵππους εὐλαβησόμεθα λευκοτέρους μὲν τῆς χιόνος, θεῖν δὲ ὠκυτέρους τῶν χειμερίων πνευμάτων, καὶ τὰ ἐν αὐτοῖς ἅρματα; καὶ ἔχομέν σε ἐν τούτοις ἐπαινεῖν, οἰκίαν τε οἶμαι τὴν Ἀλκίνου καὶ τὰ τοῦ Μενέλεω δώματα καταπληξάμενα καὶ τὸν τοῦ πολύφρονος Ὀδυσσέως παῖδα καὶ τοιαῦτα ληρεῖν ἀναπείσαντα τοῖς σοῖς παραβαλεῖν ἀξιώσομεν, μή ποτε ἄρα ἔλασσον ἔχειν ἐν τούτοις δοκῇς, καὶ οὐκ ἀπωσόμεθα τὴν φλυαρίαν; ἀλλ’ ὅρα μή τις ἡμᾶς μικρολογίας καὶ ἀμαθίας τῶν ἀληθῶς καλῶν γραψάμενος ἕλῃ. οὐκοῦν ἀφέντας χρὴ τοῖς Ὁμηρίδαις τὰ τοιαῦτα πολυπραγμονεῖν ἐπὶ τὰ τούτων ἐγγυτέρω πρὸς ἀρετήν, καὶ ὧν μείζονα ποιεῖ προμήθειαν, σώματος ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας, θαρροῦντας ἰέναι. Τίνι δήποτε οὖν τῶν ὑπὸ τῆς Ὁμηρικῆς ὑμνουμένων σειρῆνος εἴξομεν; ἔστι μὲν γὰρ τοξότης παρ’ αὐτῷ Πάνδαρος, ἀνὴρ ἄπιστος καὶ χρημάτων ἥττων, ἀλλὰ καὶ ἀσθενὴς τὴν χεῖρα καὶ ὁπλίτης φαῦλος, Τεῦκρός τε ἐπ’ αὐτῷ καὶ Μηριόνης, ὁ μὲν ἐπὶ τῆς πελειάδος τῷ τόξῳ χρώμενος, ὁ δὲ ἠρίστευε μὲν ἐν τῇ μάχῃ, ἐδεῖτο δὲ ὥσπερ ἐρύματος καὶ τειχίου. ταῦτά τοι καὶ προβάλλεται τὴν ἀσπίδα, οὔτι τὴν οἰκείαν, τἀδελφοῦ δέ, καὶ στοχάζεται καθʼ ἡσυχίαν τῶν πολεμίων, γελοῖος ἀναφανεὶς στρατιώτης, ὅς γε ἐδεῖτο μείζονος φύλακος καὶ οὐκ ἐν τοῖς ὅπλοις ἐποιεῖτο τῆς σωτηρίας τὰς ἐλπίδας. σὲ δῆτα ἐθεασάμην, ὦ φίλε βασιλεῦ, ἄρκτους καὶ παρδάλεις καὶ λέοντας συχνοὺς καταβάλλοντα τοῖς ἀφιεμένοις βέλεσι, χρώμενον δὲ πρὸς θήραν καὶ παιδιὰν τόξῳ, ἐπὶ δὲ τῆς παρατάξεως ἀσπίς ἐστί σοι καὶ θώραξ καὶ κράνος· καὶ οὐκ ἂν καταδείσαιμι τὸν Ἀχιλλέα τοῖς Ἡφαιστείοις λαμπρυνόμενον καὶ ἀποπειρώμενον αὑτοῦ καὶ τῶν ὅπλων, Εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· ἀνακηρύττει γὰρ εἰς ἅπαντας τὴν σὴν ἐμπειρίαν τὰ κατορθώματα. Τήν γε μὴν ἱππικὴν καὶ τὴν ἐν τοῖς δρόμοις κουφότητα ἆρά σοι παραβαλεῖν ἄξιον τῶν πρόσθεν τοὺς ἀραμένους ὄνομα καὶ δόξαν μείζονα; ἢ τὸ μὲν οὐδὲ ηὕρητό πω; ἅρμασι γὰρ ἐχρῶντο καὶ οὔπω πώλοις ἄζυξι· τάχει δὲ ὅστις διήνεγκε, τούτῳ πρὸς σὲ γέγονεν ἀμφήριστος κρίσις· τάξιν δὲ κοσμῆσαι καὶ φάλαγγα διατάξαι καλῶς δοκεῖ Μενεσθεὺς κράτιστος, καὶ τούτῳ διὰ τὴν ἡλικίαν ὁ Πύλιος οὐχ ὑφίεται τῆς ἐμπειρίας. ἀλλὰ τῶν μὲν οἱ πολέμιοι πολλάκις τὰς τάξεις συνετάραξαν, καὶ οὐδὲ ἐπὶ τοῦ τείχους ἴσχυον ἀντέχειν παραταττόμενοι· σοὶ δὲ μυρίαις μάχαις ξυμμίξαντι καὶ πολεμίοις πολλοῖς μὲν βαρβάροις, οὐκ ἐλάττοσι δὲ τούτων τοῖς οἴκοθεν ἀφεστῶσι καὶ συνεπιθεμένοις τῷ τὴν ἀρχὴν σφετερίσασθαι προελομένῳ ἀρραγὴς ἔμεινεν ἡ φάλαγξ καὶ ἀδιάλυτος, οὐδ’ ἐπὶ σμικρὸν ἐνδοῦσα. καὶ ὅτι μὴ λῆρος ταῦτα μηδὲ προσποίησις λόγων τῆς ἐπὶ τῶν ἔργων ἀληθείας κρείττων, ἐθέλω τοῖς παροῦσι διεξελθεῖν. γελοῖον γὰρ οἶμαι πρὸς σὲ περὶ τῶν σῶν ἔργων διηγεῖσθαι· καὶ ταὐτὸν ἂν πάθοιμι φαύλῳ καὶ ἀκόμψῳ θεατῇ τῶν Φειδίου δημιουργημάτων πρὸς αὐτὸν Φειδίαν ἐπιχειροῦντι διεξιέναι περὶ τῆς ἐν ἀκροπόλει παρθένου καὶ τοῦ παρὰ τοῖς Πισαίοις Διός. εἰ δὲ ἐς τοὺς ἄλλους ἐκφέροιμι τὰ σεμνότατα τῶν ἔργων, ἴσως ἂν ἀποφύγοιμι τὴν ἁμαρτάδα, καὶ οὐκ ἔσομαι ταῖς διαβολαῖς ἔνοχος· ὥστε ἤδη θαρροῦντα χρὴ λέγειν. Καί μοι μή τις δυσχεράνῃ πειρωμένῳ πράξεων ἅπτεσθαι μειζόνων, εἰ καὶ τὸ τοῦ λόγου συνεκθέοι μῆκος, καὶ ταῦτα θέλοντος ἐπέχειν καὶ βιαζομένου, ὅπως μὴ τῷ μεγέθει τῶν ἔργων ἡ τῶν λόγων ἀσθένεια περιχεομένη διαλυμήνηται· καθάπερ δὴ τὸν χρυσόν φασι τοῦ Θεσπιᾶσιν Ἔρωτος τοῖς πτεροῖς ἐπιβληθέντα τὴν ἀκρίβειαν ἀφελεῖν τῆς τέχνης. δεῖται γὰρ ἀληθῶς τῆς Ὁμηρικῆς σάλπιγγος τὰ κατορθώματα, καὶ πολὺ πλέον ἢ τὰ τοῦ Μακεδόνος ἔργα. δῆλον δὲ ἔσται χρωμένοις ἡμῖν τῷ τρόπῳ τῶν λόγων, ὅνπερ ἐξ ἀρχῆς προυθέμεθα. ἐφαίνετο δὲ τῶν βασιλέως ἔργων πρὸς τὰ τῶν ἡρώων πολλὴ ξυγγένεια, καὶ αὐτὸν ἔφαμεν ἁπάντων προφέρειν ἐν ᾧ μάλιστα τῶν ἄλλων ἕκαστος διήνεγκε, καὶ ὅπως ἐστὶ τοῦ μὲν δὴ βασιλέως αὐτοῦ βασιλικώτερος, εἴ που μεμνήμεθα τῶν ἐν προοιμίῳ ῥηθέντων, ἐπεδείκνυμεν, ἔσται δὲ καὶ μάλα αὖθις καταφανές. νῦν δέ, εἰ βούλεσθε, τὰ περὶ τὰς μάχας καὶ τοὺς πολέμους ἀθρήσωμεν. τίνας οὖν Ὅμηρος διαφερόντως ὕμνησεν Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων; αὐτὰ ὑμῖν ἀναγνώσομαι τῶν ἐπῶν τὰ καιριώτατα. Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε, Μοῦσα, Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἃμ’ Ἀτρείδαισιν ἕποντο. Ἀνδρῶν μὲν μέγ’ ἄριστος ἔην Τελαμώνιος Αἴας, Ὄφρ’ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν. καὶ αὖθις ὑπὲρ τοῦ Τελαμωνίου φησίν· Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ’ ἔργ’ ἐτέτυκτο, Τῶν ἄλλων Δαναῶν μετ’ ἀμύμονα Πηλείωνα. Ἑλλήνων μὲν δὴ τούτους ἀρίστους ἀφῖχθαί φησι, τῶν δὲ ἀμφὶ τοὺς Τρῶας Ἕκτορα καὶ Σαρπηδόνα. βούλεσθε οὖν αὐτῶν τὰ λαμπρότατα ἐπιλεξάμενοι περιαθρῶμεν τὸ μέγεθος; καὶ γάρ πως ἐς ταὐτόν τισι τῶν βασιλέως ξυμφέρεται ἥ τε ἐπὶ τῷ ποταμῷ τοῦ Πηλέως μάχη καὶ ὁ περὶ τὸ τεῖχος τῶν Ἀχαιῶν πόλεμος· Αἴας τε ὑπεραγωνιζόμενος τῶν νεῶν καὶ ἐπιβεβηκὼς τῶν ἰκρίων ἴσως ἂν τυγχάνοι τινὸς ἀξίας εἰκόνος. ἐθέλω δὲ ὑμῖν διηγεῖσθαι τὴν ἐπὶ τῷ ποταμῷ μάχην, ἣν ἠγωνίσατο βασιλεὺς ἔναγχος. ἴστε δὲ ὅθεν ὁ πόλεμος ἐξερράγη, καὶ ὅτι ξὺν δίκῃ καὶ οὐ τοῦ πλείονος ἐπιθυμίᾳ διεπολεμήθη. κωλύει δὲ οὐδὲν ὑπομνησθῆναι δι’ ὀλίγων.