Ταῦτα ἐπιστάμενον σαφῶς τὸν βασιλέα τὸν σώφρονα φαίην ἂν εἰκότως πολλάκις βουλευσάμενον ἑλέσθαι τὸν γάμον, τὰ μὲν οἶμαι πυνθανόμενον, ὅσα χρῆν διʼ ἀκοῆς περὶ αὐτῆς μαθεῖν, τεκμαιρόμενον δὲ ἀπὸ τῆς μητρὸς τὴν εὐταξίαν· ὑπὲρ ἧς τὰ μὲν ἄλλα τί δεῖ λέγοντας διατρίβειν, καθάπερ οὐκ ἔχοντας ἴδιον ἐγκώμιον τῆς, ὑπὲρ ἧς ὁ λόγος, διελθεῖν; τοσοῦτον δὲ ἴσως οὔτε εἰπεῖν οὔτε ἐπακοῦσαι πολὺ καὶ ἐργῶδες, ὅτι δὴ γένος μὲν αὐτῇ σφόδρα Ἑλληνικόν, Ἑλλήνων τῶν πάνυ, καὶ πόλις ἡ μητρόπολις τῆς Μακεδονίας, σωφροσύνη δὲ ὑπέρ τε Εὐάδνην τὴν Καπανέως καὶ τὴν Θετταλὴν ἐκείνην Λαοδάμειαν. αἱ μὲν γὰρ καλοὺς καὶ νέους καὶ ἔτι νυμφίους τοὺς ἄνδρας ἀφαιρεθεῖσαι δαιμόνων βίᾳ βασκάνων ἢ μοιρῶν νήμασι τοῦ ζῆν ὑπερεῖδον διὰ τὸν ἔρωτα, ἡ δέ, ἐπειδὴ τὸ χρεὼν τὸν κουρίδιον αὐτῆς ἄνδρα κατέλαβε, τοῖς παισὶ προσκαθημένη τοσοῦτον ἐπὶ σωφροσύνῃ κλέος αὑτῇ εἰργάσατο, ὥστε τῇ μὲν Πηνελόπῃ περιόντος ἔτι καὶ πλανωμένου τοῦ γήμαντος, προσῄει τὰ μειράκια μνηστευσόμενα ἔκ τε Ἰθάκης καὶ Σάμου καὶ Δουλιχίου, τῇ δὲ ἀνὴρ μὲν οὐδεὶς καλὸς καὶ μέγας ἢ ἰσχυρὸς καὶ πλούσιος ὑπὲρ τούτων εἰς λόγους ἐλθεῖν ὑπέμεινέ ποτε· τὴν θυγατέρα δὲ βασιλεὺς ἑαυτῷ συνοικεῖν ἀξίαν ἔκρινε, καὶ ἔδρασε τὸν γάμον λαμπρῶς μετὰ τὰ τρόπαια, ἔθνη καὶ πόλεις καὶ δήμους ἑστιῶν. Εἰ δέ τις ἄρα ἐκείνων ἐπακούειν ποθεῖ, ὅπως μὲν ἐκ Μακεδονίας ἐκαλεῖτο μετὰ τῆς μητρὸς ἡ νύμφη, τίς δὲ ἦν ὁ τῆς πομπῆς τρόπος, ἁρμάτων καὶ ἵππων καὶ ὀχημάτων παντοδαπῶν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ μετὰ τῆς ἀρίστης τέχνης εἰργασμένων, ἴστω παιδικῶν σφόδρα ἀκουσμάτων ἐπιθυμῶν· καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος δεξιοῦ τὴν τέχνην· ἔστω δέ, εἰ βούλει, Τέρπανδρος οὗτος ἢ ὁ Μηθυμναῖος ἐκεῖνος, ὃν δὴ λόγος ἔχει δαιμονίᾳ πομπῇ χρησάμενον φιλομουσοτέρου τοῦ δελφῖνος τυχεῖν ἢ τῶν ξυμπλεόντων, καὶ ἐπὶ τὴν Λακωνικὴν ἄκραν κομισθῆναι· ἔθελγε γὰρ οἶμαι τοὺς δυστυχεῖς ναύτας ὅσα ἐκεῖνος ἀπὸ τῆς τέχνης εἰργάσατο, αὐτῆς δὲ ἐκείνης ὑπερεώρων καὶ οὐδεμίαν ὤραν ἐποιοῦντο τῆς μουσικῆς· εἰ δὴ οὖν τις τοῖν ἀνδροῖν ἐκείνοιν τὸν κράτιστον ἐπιλεξάμενος καὶ ἀποδοὺς τὸν περὶ τὸ σῶμα κόσμον τῇ τέχνῃ πρέποντα εἶτα ἐς θέατρον παραγάγοι παντοδαπῶν ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων φύσει τε καὶ ἡλικίᾳ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφερόντων, οὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁπόσοι τοιοῦτοι εἰς τὴν ἐσθῆτα καὶ τὴν κιθάραν ἀποβλέποντας ἐκπεπλῆχθαι δεινῶς πρὸς τὴν ὄψιν, τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν πλὴν σφόδρα ὀλίγων ἅπαν τὸ πλῆθος ἡδονῇ καὶ λύπῃ κρίνειν τὰ κρούματα, μουσικὸν δὲ ἄνδρα, τοὺς νόμους ἐξεπιστάμενον τῆς τέχνης, οὔτε μιγνύμενα τὰ μέλη τῆς ἡδονῆς χάριν φαύλως ἀνέχεσθαι, δυσχεραίνειν τε καὶ εἰ τοὺς τρόπους τῆς μουσικῆς διαφθείροι καὶ εἰ ταῖς ἁρμονίαις μὴ δεόντως χρῷτο μηδὲ ἑπομένως τοῖς νόμοις τῆς ἀληθινῆς καὶ θείας μουσικῆς; ὁρῶν δὲ ἐμμένοντα τοῖς νομισθεῖσι καὶ οὐ κίβδηλον ἡδονήν, καθαρὰν δὲ καὶ ἀκήρατον τοῖς θεαταῖς ἐνεργασάμενον ἄπεισι τοῦτον ἐπαινῶν καὶ ἐκπληττόμενος, ὅτι δὴ σὺν τέχνῃ μηδὲν ἀδικῶν τὰς Μούσας τῷ θεάτρῳ ξυγγέγονε. τὸν δὲ τὴν ἁλουργίδα καὶ τὴν κιθάραν ἐπαινοῦντα ληρεῖν οἴεται καὶ ἀνοηταίνειν· καὶ εἰ διὰ πλείονων τὰ τοιαῦτα διηγεῖται, λέξει τε ἡδίστῃ κοσμῶν καὶ ἐπιλεαίνων τὸ φαῦλον καὶ ἀγεννὲς τῶν διηγημάτων, γελοιότερον νομίζει τῶν ἀποτορνεύειν τὰς κέγχρους ἐπιχειρούντων, καθάπερ οἶμαι φασὶ τὸν Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ. οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. ἀλλʼ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπʼ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων, ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶ σωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, πάντελῶς ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν, ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν. Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα νομίσας ἐπαίνων ἄξια τοῦτο ἐν τοῖς μάλιστα θαυμάζω, ὅτι δὴ τὸν ἄνδρα λίαν ἔπειθε στέργειν καὶ ἀγαπᾶν αὑτὴν ὑπερορῶντα μέν, ὡς φασί, δαιμονίων γάμων, ἀτιμάζοντα δὲ οὐ μεῖον τὴν τῶν Φαιάκων ξυγγένειαν. Καίτοι γε εἶχον αὐτοῦ πᾶσαι ἐρωτικῶς, Καλυψὼ καὶ Κίρκη καὶ Ναυσικάα· καὶ ἦν αὐταῖς τὰ βασίλεια πάγκαλα, κήπων τινῶν καὶ παραδείσων ἐν αὐτοῖς πεφυτευμένων μάλα ἀμφιλαφέσι καὶ κατασκίοις τοῖς δένδρεσι, λειμῶνές τε ἄνθεσι ποικίλοις καὶ μαλακῇ τῇ πόᾳ βρύοντες· Κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ· καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα, πλὴν ὅσῳ πολυτελέστερα, ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἔλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας αὐτῆς, πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, ὦ σοφώτατε ῥῆτορ ἢ στρατηγὲ ἢ ὅ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ καταμεῖναι ἐθελήσας, ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρʼ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ παραινοῦσαν μεμνῆσθαι πάντων, ὧν τε εἶδε θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί, φησίν. ὁ δὲ οὐδενὸς ἐπιλαθόμενος, ἐπειδὴ πρῶτον ἀφίκετο καὶ τῶν μειρακίων τῶν ἐπὶ τὰ βασίλεια κωμαζόντων ἐκράτει ξὺν δίκῃ, πάντα ἀθρόως αὐτῇ διηγεῖτο, ὅσα τε ἔδρασε καὶ ὅσα ἀνέτλη, καὶ εἰ δή τι ἄλλο ὑπὸ τῶν χρησμῶν ἀναπειθόμενος ἐκτελεῖν διενοεῖτο· ἀπόρρητον δὲ ἐποιεῖτο πρὸς αὐτὴν οὐδὲ ἕν, ἀλλʼ ἠξίου κοινωνὸν γίγνεσθαι τῶν βουλευμάτων καὶ ὅ,τι πρακτέον εἴη συννοεῖν καὶ συνεξευρίσκειν. ἆρα τοῦτο ὑμῖν τῆς Πηνελόπης ὀλίγον ἐγκώμιον δοκεῖ, ἢ ἤδη τις ἄλλη τὴν ἐκείνης ἀρετὴν ὑπερβαλλομένη γαμετή τε οὖσα βασιλέως ἀνδρείου καὶ μεγαλοψύχου καὶ σώφρονος τοσαύτην εὔνοιαν ἐνεποίησεν αὑτῆς τῷ γήμαντι, συγκερασαμένη τῇ παρὰ τῶν ἐρώτων ἐπιπνεομένῃ φιλίᾳ τὴν ἐκ τῆς ἀρετῆς καθάπερ ῥεῦμα θεῖον ἐπιφερομένην ταῖς ἀγαθαῖς καὶ γενναίαις ψυχαῖς; δύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον, ὧν ἥδε κατʼ ἴσον ἀρυσαμένη βουλευμάτων τε αὐτῷ γέγονε κοινωνὸς καὶ πρᾷον ὄντα φύσει τὸν βασιλέα καὶ χρηστὸν καὶ εὐγνώμονα πρὸς ἃ πέφυκε παρακαλεῖ μᾶλλον πρεπόντως καὶ πρὸς συγγνώμην τὴν δίκην τρέπει. ὥστε οὐκ ἄν τις εἰπεῖν ἔχοι, ὅτῳ γέγονεν ἡ βασιλὶς ἥδε ἐν δίκῃ τυχὸν ἢ καὶ παρὰ δίκην αἰτία τιμωρίας καὶ κολάσεως μικρᾶς ἢ μείζονος. Ἀθήνησι μὲν οὖν φασιν, ὅτε τοῖς πατρίοις ἔθεσιν ἐχρῶντο καὶ ἔζων τοῖς οἰκείοις πειθόμενοι νόμοις μεγάλην καὶ πολυάνθρωπον οἰκοῦντες πόλιν, εἴ ποτε τῶν δικαζόντων αἱ ψῆφοι κατʼ ἴσον γένοιντο τοῖς φεύγουσι πρὸς τοὺς διώκοντας, τὴν τῆς Ἀθηνᾶς ἐπιτιθεμένην τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι ἀπολύειν ἄμφω τῆς αἰτίας, τὸν μὲν ἐπάγοντα τὴν κατηγορίαν τοῦ δοκεῖν εἶναι συκοφάντην, τὸν δέ, ὡς εἰκός, τοῦ δοκεῖν ἔνοχον εἶναι τῷ πονηρεύματι. τοῦτον δὴ φιλάνθρωπον ὄντα καὶ χαρίεντα τὸν νόμον ἐπὶ τῶν δικῶν, ἃς βασιλεὺς κρίνει, σωζόμενον πρᾳότερον αὕτη καθίστησιν. οὗ γὰρ ἂν ὁ φεύγων παρʼ ὀλίγον ἔλθῃ τὴν ἴσην ἐν ταῖς ψήφοις λαχεῖν, πείθει, τὴν ὑπὲρ αὐτοῦ δέησιν προσθεῖσα καὶ ἱκετηρίαν, ἀφεῖναι πάντως τῆς αἰτίας. ὁ δὲ ἑκὼν ἑκόντι τῷ θυμῷ χαρίζεται τὰ τοιαῦτα, καὶ οὐ, καθάπερ Ὅμηρός φησι τὸν Δία ἐκβιαζόμενον παρὰ τῆς γαμετῆς ὁμολογεῖν ὅ,τι ξυγχωροίη, δίδωσιν ἑκὼν ἀέκοντί γε θυμῷ. καὶ τυχὸν οὐκ ἄτοπον χαλεπῶς καὶ μόλις τὰ τοιαῦτα ξυγχωρεῖν κατὰ ἀνδρῶν ὑβριστῶν καὶ ἀλαζόνων. ἀλλʼ οὐδὲ γὰρ εἰ σφόδρα ἐπιτήδειοί τινές εἰσι πάσχειν κακῶς καὶ κολάζεσθαι, τούτους ἐκ παντὸς ἀπολέσθαι χρεών· ὃ δὴ καὶ ἡ βασιλὶς ἥδε ξυννοοῦσα κακὸν μὲν οὐδὲν ἐκέλευσεν οὔτε ἄλλο ποτε οὔτε κόλασιν οὔτε τιμωρίαν ἐπαγαγεῖν οὐχ ὅπως βασιλείᾳ τινὸς ἢ πόλει, ἀλλʼ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν. προσθείην δʼ ἂν ἔγωγε θαρρῶν εὖ μάλα, ὅτι μηδὲν ψεῦδός φημι, ὡς οὐδὲ ἐφʼ ἑνὸς ἀνδρὸς ἢ γυναικὸς μιᾶς ἔστιν αὐτὴν αἰτιᾶσθαι ξυμφορᾶς τῳ τῆς τυχούσης, ἀγαθὰ δὲ ὅσα καὶ οὕστινας δρᾷ καὶ ἔδρασεν, ἡδέως ἂν ὑμῖν τὰ πλεῖστα ἐξαριθμησαίμην καθʼ ἕκαστα ἀπαγγέλλων, ὡς ὅδε μὲν τὸν πατρῷον διʼ ἐκείνην νέμεται κλῆρον, ἐκεῖνος δὲ ἀπηλλάγη τιμωρίας, ὀφλήσας τοῖς νόμοις, ἄλλος συκοφαντίαν διέφυγε, παρʼ ὀλίγον ἐλθὼν κινδύνου, τιμῆς δὲ ἔτυχον καὶ ἀρχῆς μυρίοι. καὶ ταῦτα οὐκ ἔστιν ὅστις ἐμὲ ψεύδεσθαι τῶν ἁπάντων φήσει, εἰ καὶ ὀνομαστὶ τοὺς ἄνδρας μὴ καταλέγοιμι. ἀλλ’ ὀκνῶ, μή τισιν ἐξονειδίζειν δόξω τὰς συμφορὰς καὶ οὐκ ἔπαινον τῶν ταύτης ἀγαθῶν, κατάλογον δὲ τῶν ἀλλοτρίων συγγράφειν ἀτυχημάτων. τοσούτων δὲ ἔργων μηδὲν παρασχέσθαι μηδὲ εἰς τὸ ἐμφανὲς ἄγειν τεκμήριον κενόν πως εἶναι δοκεῖ καὶ ἐς ἀπιστίαν ἄγει τὸν ἔπαινον. οὐκοῦν ἐκεῖνα παραιτησάμενος, ὁπόσα γʼ ἐμοί τε εἰπεῖν ἀνεπίφθονον ταύτῃ τε ἀκούειν καλὰ λέγοιμʼ ἂν ἤδη. Ἐπειδὴ γὰρ τὴν τοῦ γήμαντος εὔνοιαν τηλαυγέστατον πρόσωπον, κατὰ τὸν σοφὸν Πίνδαρον, ἀρχομένη τῶν ἔργων ἔθετο, γένος τε ἅπαν καὶ ξυγγενεῖς εὐθὺς ἐνέπλησε τιμῆς, τοὺς μὲν ἤδη γνωρίμους καὶ πρεσβυτέρους ἐπὶ μειζόνων τάττουσα πράξεων καὶ ἀποφήνασα μακαρίους καὶ ζηλωτοὺς βασιλεῖ τʼ ἐποίησε φίλους καὶ τῆς εὐτυχίας τῆς παρούσης ἔδωκε τὴν ἀρχήν. καὶ γὰρ εἴ τῳ δοκοῦσιν, ὥσπερ οὖν ἀληθές, διʼ αὑτοὺς τίμιοι, ταύτῃ γε οἶμαι προσθήσει τὸν ἔπαινον· δῆλον γὰρ ὅτι μὴ τῇ τοῦ γένους κοινωνίᾳ μόνον, πολὺ δὲ πλέον ἀρετῇ φαίνεται νέμουσα· οὗ μεῖζον οὐκ οἶδα ὅπως τις ἐγκώμιον ἐρεῖ. περὶ μὲν τούσδε γέγονε τοιάδε. ὅσοι δὲ ἀγνῶτες ἔτι διὰ νεότητα τοῦ γνωρισθῆναι καὶ ὁπωσοῦν ἐδέοντο, τούτοις ἐλάττονας διένειμε τιμάς. ἀπέλιπε δὲ οὐδὲν εὐεργετοῦσα ξύμπαντας. καὶ οὐ τοὺς ξυγγενεῖς μόνον τοσαῦτα ἔδρασεν ἀγαθά, ξενίαν δὲ ὅτῳ πρὸς τοὺς ἐκείνης πατέρας ὑπάρξασαν ἔγνω, οὐκ ἀνόνητον ἀφῆκε τοῖς κτησαμένοις, τιμᾷ δὲ οἶμαι καὶ τούτους καθάπερ ξυγγενεῖς, καὶ ὅσους τοῦ πατρὸς ἐνόμισε φίλους, ἅπασιν ἔνειμε τῆς φιλίας ἔπαθλα θαυμαστά.