καὶ περὶ μὲν τούτων οὐδὲν ἔτι δέομαι μακρότερα λέγειν. Εὐγενείας γε μὴν τί ἂν ἔχοιμεν ἔτι πράγματα ἐπιζητοῦντες φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον; θυγάτηρ γάρ ἐστιν ἀνδρὸς ἀξίου νομισθέντος τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχὴν ἄρχειν, πάλαι μὲν ἰσχυρὰν καὶ βασιλείαν ἀτεχνῶς ὀνομαζομένην, μεταβαλοῦσαν δὲ διὰ τοὺς οὐκ ὀρθῶς χρωμένους τῇ δυνάμει τὸ ὄνομα· νῦν δὲ ἤδη τῆς δυνάμεως ἐπιλειπούσης, ἐπειδὴ πρὸς μοναρχίαν τὰ τῆς πολιτείας μεθέστηκε, τιμὴ καθʼ αὑτὴν τῶν ἄλλων ἁπάντων στερομένη πρὸς πᾶσαν ἰσχὺν ἀντίρροπος εἶναι δοκεῖ, τοῖς μὲν ἰδιώταις οἷον ἆθλον ἀποκειμένη καὶ γέρας ἀρετῆς ἢ πίστεως ἢ τινος εὐνοίας καὶ ὑπηρεσίας περὶ τοὺς τῶν ὅλων ἄρχοντας ἢ πράξεως λαμπρᾶς, τοῖς βασιλεῦσι δὲ πρὸς οἷς ἔχουσιν ἀγαθοῖς οἷον ἄγαλμα καὶ κόσμος ἐπιτιθεμένη· τῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων, ὁπόσα τῆς παλαιᾶς ἐκείνης πολιτείας διασώζει τινὰ φαύλην καὶ ἀμυδρὰν εἰκόνα, ἢ παντάπασιν ὑπεριδόντες διὰ τὴν ἰσχὺν κατέγνωσαν, ἢ προσιέμενοί γε διὰ βίου καρποῦνται τὰς ἐπωνυμίας· μόνης δέ, οἶμαι, ταύτης οὔτε τὴν ἀρχὴν ὑπερεῖδον, χαίρουσί τε καὶ πρὸς ἐνιαυτὸν τυγχάνοντες· καὶ οὔτε ἰδιώτης οὐδεὶς οὔτε βασιλεύς ἐστιν ἢ γέγονεν, ὃς οὐ ζηλωτὸν ἐνόμισεν ὕπατος ἐπονομασθῆναι. εἰ δέ, ὅτι πρῶτος ἔτυχεν ἐκεῖνος καὶ γέγονεν ἀρχηγὸς τῷ γένει τῆς εὐδοξίας, ἔλαττόν τις ἔχειν αὐτὸν τῶν ἄλλων ὑπολαμβάνει, λίαν ἐξαπατώμενος οὐ μανθάνει· τῷ παντὶ γὰρ οἶμαι κρεῖττόν ἐστι καὶ σεμνότερον ἀρχὴν παρασχεῖν τοῖς ἐγγόνοις περιφανείας τοσαύτης ἢ λαβεῖν παρὰ τῶν προγόνων. ἐπεὶ καὶ πόλεως μεγίστης οἰκιστὴν γενέσθαι κρεῖττον ἢ πολίτην, καὶ λαβεῖν ὁτιοῦν ἀγαθὸν τοῦ δοῦναι τῷ παντὶ καταδεέστερον. λαμβάνειν δὲ ἐοίκασι παρὰ τῶν πατέρων οἱ παῖδες καὶ οἱ πολῖται παρὰ τῶν πόλεων οἷον ἀφορμάς τινας πρὸς εὐδοξίαν. ὅστις δὲ ἀποδίδωσι πάλιν ἐξ ἑαυτοῦ προγόνοις τε καὶ πατρίδι μείζονα τιμῆς ὑπόθεσιν, λαμπροτέραν μὲν ἐκείνην καὶ σεμνοτέραν, τοὺς πατέρας δὲ ἐνδοξοτέρους ἀποφαίνων, οὗτος οὐδενὶ δοκεῖ καταλιπεῖν πρὸς εὐγενείας λόγον ἅμιλλαν· οὐδὲ ἔστιν ὅστις ἐκείνου φήσει κρείττων γεγονέναι· ἐξ ἀγαθῶν μὲν γὰρ ἀγαθὸν φῦναι χρή. ὁ δὲ ἐξ ἐνδόξων ἐνδοξότερος γενόμενος, ἐς ταὐτὸν ἀρετῇ τῆς τύχης πνεούσης, οὗτος οὐδενὶ δίδωσιν ἀπορεῖν, εἰ τῆς εὐγενείας εἰκότως μεταποιεῖται. Εὐσεβία δέ, περὶ ἧς ὁ λόγος, παῖς μὲν ὑπάτου γέγονε, γαμετὴ δέ ἐστι βασιλέως ἀνδρείου, σώφρονος, συνετοῦ, δικαίου, χρηστοῦ καὶ πρᾴου καὶ μεγαλοψύχου, ὃς ἐπειδὴ πατρῴαν οὖσαν αὐτῷ τὴν ἀρχὴν ἀνεκτήσατο, ἀφελόμενος τοῦ βίᾳ λαβόντος, γάμου τε ἐδεῖτο πρὸς παίδων γένεσιν, οἳ κληρονομήσουσι τῆς τιμῆς καὶ τῆς ἐξουσίας, ταύτην ἀξίαν ἔκρινε τῆς κοινωνίας γεγονὼς ἤδη σχεδόν τι τῆς οἰκουμένης ἁπάσης κύριος. καίτοι πῶς ἄν τις μείζονα μαρτυρίαν ἐπιζητήσειε τῆσδε; οὐ μόνον περὶ τῆς εὐγενείας αὐτῆς, ὑπὲρ δὲ ἁπάντων ἁπλῶς, ὅσα χρῆν οἶμαι τὴν βασιλεῖ τοσούτῳ συνιοῦσαν, καθάπερ φερνὴν οἴκοθεν ἐπιφερομένην, κομίζειν ἀγαθά, παιδείαν ὀρθήν, σύνεσιν ἐμμελῆ, ἀκμὴν καὶ ὥραν σώματος καὶ κάλλος τοσοῦτον, ὥστε ἀποκρύπτεσθαι τὰς ἄλλας παρθένους, καθάπερ οἶμαι περὶ τῇ σελήνῃ πληθούσῃ οἱ διαφανεῖς ἀστέρες καταυγαζόμενοι κρύπτουσι τὴν μορφήν. ἓν μὲν γὰρ τούτων οὐδὲν ἐξαρκεῖν δοκεῖ πρὸς κοινωνίαν βασιλέως, πάντα δὲ ἅμα, ὥσπερ θεοῦ τινος ἀγαθῷ βασιλεῖ καλὴν καὶ σώφρονα πλάττοντος τὴν νύμφην, εἰς ταὐτὸ συνεληλυθότα πόρρωθεν καὶ οὐκ ἀπὸ τῶν ὀμμάτων ἐφελκυσάμενα μάλα ὄλβιον ἦγε τὸν νυμφίον. κάλλος μὲν γὰρ τῆς ἐκ τοῦ γένους βοηθείας καὶ τῶν ἄλλων ἀγαθῶν οἶμαι στερόμενον οὐδὲ ἰδιώτην ἀκόλαστον ἰσχύει πείθειν τὴν γαμήλιον ἀνάψαι λαμπάδα, ἄμφω δὲ ἅμα συνελθόντα γάμον μὲν ἥρμοσε πολλάκις, ἀπολειπόμενα δὲ τῆς ἐκ τῶν τρόπων ἁρμονίας καὶ χάριτος οὐ λίαν ἐφάνη ζηλωτά. Ταῦτα ἐπιστάμενον σαφῶς τὸν βασιλέα τὸν σώφρονα φαίην ἂν εἰκότως πολλάκις βουλευσάμενον ἑλέσθαι τὸν γάμον, τὰ μὲν οἶμαι πυνθανόμενον, ὅσα χρῆν διʼ ἀκοῆς περὶ αὐτῆς μαθεῖν, τεκμαιρόμενον δὲ ἀπὸ τῆς μητρὸς τὴν εὐταξίαν· ὑπὲρ ἧς τὰ μὲν ἄλλα τί δεῖ λέγοντας διατρίβειν, καθάπερ οὐκ ἔχοντας ἴδιον ἐγκώμιον τῆς, ὑπὲρ ἧς ὁ λόγος, διελθεῖν; τοσοῦτον δὲ ἴσως οὔτε εἰπεῖν οὔτε ἐπακοῦσαι πολὺ καὶ ἐργῶδες, ὅτι δὴ γένος μὲν αὐτῇ σφόδρα Ἑλληνικόν, Ἑλλήνων τῶν πάνυ, καὶ πόλις ἡ μητρόπολις τῆς Μακεδονίας, σωφροσύνη δὲ ὑπέρ τε Εὐάδνην τὴν Καπανέως καὶ τὴν Θετταλὴν ἐκείνην Λαοδάμειαν. αἱ μὲν γὰρ καλοὺς καὶ νέους καὶ ἔτι νυμφίους τοὺς ἄνδρας ἀφαιρεθεῖσαι δαιμόνων βίᾳ βασκάνων ἢ μοιρῶν νήμασι τοῦ ζῆν ὑπερεῖδον διὰ τὸν ἔρωτα, ἡ δέ, ἐπειδὴ τὸ χρεὼν τὸν κουρίδιον αὐτῆς ἄνδρα κατέλαβε, τοῖς παισὶ προσκαθημένη τοσοῦτον ἐπὶ σωφροσύνῃ κλέος αὑτῇ εἰργάσατο, ὥστε τῇ μὲν Πηνελόπῃ περιόντος ἔτι καὶ πλανωμένου τοῦ γήμαντος, προσῄει τὰ μειράκια μνηστευσόμενα ἔκ τε Ἰθάκης καὶ Σάμου καὶ Δουλιχίου, τῇ δὲ ἀνὴρ μὲν οὐδεὶς καλὸς καὶ μέγας ἢ ἰσχυρὸς καὶ πλούσιος ὑπὲρ τούτων εἰς λόγους ἐλθεῖν ὑπέμεινέ ποτε· τὴν θυγατέρα δὲ βασιλεὺς ἑαυτῷ συνοικεῖν ἀξίαν ἔκρινε, καὶ ἔδρασε τὸν γάμον λαμπρῶς μετὰ τὰ τρόπαια, ἔθνη καὶ πόλεις καὶ δήμους ἑστιῶν.