<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2" n="19"><p>Εἰ γὰρ δή τις τὴν περὶ τῶν ἄλλων σιωπὴν ὑποπτεύσειεν ὡς ματαίαν οὖσαν προσποίησιν καὶ ἀλαζονείαν κενὴν καὶ αὐθάδη, οὔτι που καὶ τὴν ἔναγχος ἐπιδημίαν γενομένην αὐτῇ τὴν εἰς τὴν <pb n="v.1.p.344"/> <milestone n="129c" unit="page" resp="Spanheim"/> Ῥώμην, ὁπότε ἐστρατεύετο βασιλεὺς ζεύγμασι καὶ ναυσὶ τὸν Ῥῆνον διαβὰς ἄγχου τῶν Γαλατίας ὁρίων, ψευδῆ καὶ πεπλασμένην ἄλλως ὑποπτεύσει. ἐξῆν δὴ οὖν, ὡς εἰκός, διηγουμένῳ ταῦτα τοῦ δήμου μεμνῆσθαι καὶ τῆς γερουσίας, ὅπως αὐτὴν ὑπεδέχετο σὺν χαρμονῇ, προθύμως ὑπαντῶντες καὶ δεξιούμενοι καθάπερ νόμος βασιλίδα, καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος, ὡς ἐλευθέριον καὶ μεγαλοπρεπές, καὶ τῆς παρασκευῆς τὴν πολυτέλειαν, ὁπόσα τε ἔνειμε <milestone n="129d" unit="page" resp="Spanheim"/> τῶν φυλῶν τοῖς ἐπιστάταις καὶ ἑκατοντάρχαις τοῦ πλήθους ἀπαριθμήσασθαι. ἀλλʼ ἔμοιγε τῶν τοιούτων οὔτε ἔδοξέ ποτε ζηλωτὸν οὐδέν, οὔτε ἐπαινεῖν ἐθέλω πρὸ τῆς ἀρετῆς τὸν πλοῦτον. καίτοι με οὐ λέληθεν ἡ τῶν χρημάτων ἐλευθέριος δαπάνη μετέχουσά τινος ἀρετῆς· ἀλλʼ οἶμαι κρεῖττον ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ὅσα δὴ ἄλλα περὶ αὐτῆς λέγων πολλοὺς μὲν καὶ <milestone n="130a" unit="page" resp="Spanheim"/> ἄλλους, ἀτὰρ δὴ καὶ ἐμαυτὸν ὑμῖν καὶ τὰ ἐπʼ ἐμοὶ πραχθέντα παρεῖχον μάρτυρα. εἰ δὴ οὖν καὶ ἄλλοι τὴν ἐμὴν εὐγνωμοσύνην ζηλοῦν ἐπιχειρήσειαν, πολλοὺς ἔχει τε ἤδη καὶ ἕξει τοὺς ἐπαινέτας.</p></div></div></body></text></TEI>