<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2" n="17"><p rend="align(indent)">Λόγον δὲ ὑμῖν εἰπεῖν ἐθέλω μάλα δή τι ὑμῖν ἀκοῆς ἄξιον, εἰ μὴ τυγχάνομεν ἀπειρηκότες πρὸς τὸ μῆκος τῆς ἀδολεσχίας· τυχὸν δὲ οὐδὲ τῶν ῥηθέντων ἠκρόασθε ξὺν ἡδονῇ ἅτε ἀνδρὸς ἰδιώτου καὶ σφόδρα ἀμαθοῦς λόγων, πλάττειν μὲν οὐδὲν οὐδὲ τεχνάζειν εἰδότος, φράζοντος δὲ ὅπως ἂν ἐπίῃ τἀληθές· ὁ δὲ δὴ λόγος σχεδόν τι περὶ τῶν παρόντων ἐστί. <milestone n="126c" unit="page" resp="Spanheim"/> φήσουσι γάρ, οἶμαι, πολλοὶ παρὰ τῶν μακαρίων <pb n="v.1.p.336"/> σοφιστῶν ἀναπειθόμενοι, ὅτι ἄρα μικρὰ καὶ φαῦλα πράγματα ἀναλεξάμενος ὡς δή τι σεμνὸν ὑμῖν ἀπαγγέλλω. τοῦτο δὲ οὐ φιλονεικοῦντες πρὸς τοὺς ἐμοὺς λόγους οὐδὲ ἐμὲ τῆς ἐπʼ αὐτοῖς ἀφαιρεῖσθαι δόξης ἐθέλοντες ἴσως ἂν εἴποιεν· ἴσασι γὰρ σαφῶς, ὅτι μήτε ἀντίτεχνος εἶναι βούλομαι τοῖς ἐκείνων λόγοις τοὺς ἐμαυτοῦ παρατιθείς, μήτε ἄλλως ἀπεχθάνεσθαι ἐκείνοις ἐθέλω· ἀλλʼ οὐκ <milestone n="126d" unit="page" resp="Spanheim"/> οἶδα ὅντινα τρόπον τοῦ μεγάλα λέγειν ἐκ παντὸς ὀρεγόμενοι χαλεπῶς ἔχουσι πρὸς τοὺς μὴ τἀκείνων ζηλοῦντας καὶ διʼ αἰτίας ἄγουσιν ὡς καθαιροῦντας τὴν τῶν λόγων ἰσχύν. μόνα γὰρ εἶναι τῶν ἔργων ζηλωτά φασι καὶ σπουδῆς ἄξια καὶ πολλῶν ἐπαίνων ὁπόσα διὰ μέγεθος ἤδη τισὶν ἄπιστα ἐφάνη, ὁποῖα δή τινα τὰ περὶ τῆς Ἀσσυρίας ἐκείνης γυναικός, ἣ μεταβαλοῦσα καθάπερ ῥεῖθρον εὐτελὲς τὸν διὰ τῆς Βαβυλῶνος ποταμὸν ῥέοντα <milestone n="127a" unit="page" resp="Spanheim"/> βασίλειά τε ᾠκοδόμησεν ὑπὸ γῆς πάγκαλα καὶ μεθῆκεν ὑπὲρ τῶν χωμάτων αὖθις. ὑπὲρ γὰρ δὴ ταύτης πολὺς μὲν λόγος, ὡς ἐναυμάχει ναυσὶ τρισχιλίαις, καὶ πεζῇ παρετάττετο μυριάδας ὁπλιτῶν τριακοσίας ἄγουσα, τό τε ἐν Βαβυλῶνι τεῖχος ᾠκοδόμει πεντακοσίων σταδίων μικρὸν ἀποδέον, καὶ τὰ περὶ τὴν πόλιν ὀρύγματα καὶ ἄλλα πολυτελῆ καὶ δαπανηρὰ κατασκευάσματα <milestone n="127b" unit="page" resp="Spanheim"/> ἐκείνης ἔργα γενέσθαι λέγουσι. Νίτωκρις δὲ ταύτης νεωτέρα καὶ Ῥοδογούνη καὶ Τώμυρις καὶ <pb n="v.1.p.338"/> μυρίος δή τις ἐπιρρεῖ γυναικῶν ὄχλος ἀνδριζομένων οὐ λίαν εὐπρεπῶς. τινὰς δὲ ἤδη διὰ τὸ κάλλος περιβλέπτους καὶ ὀνομαστὰς γενομένας οὐ σφόδρα εὐτυχῶς, ἐπειδὴ ταραχῆς αἴτιαι καὶ πολέμων μακρῶν ἔθνεσι μυρίοις καὶ ἀνδράσιν, ὅσους ἦν εἰκὸς ἐκ τοσαύτης χώρας ἀθροίζεσθαι, γενέσθαι δοκοῦσιν, ὡς μεγάλων αἰτίας ὑμνοῦσι πράξεων. <milestone n="127c" unit="page" resp="Spanheim"/> ὅστις δὲ τοιοῦτον οὐδὲν εἰπεῖν ἔχει, καταγέλαστος εἶναι δοκεῖ ἅτε οὐκ ἐκπλήττειν οὐδὲ θαυματοποιεῖν ἐν τοῖς λόγοις σφόδρα ἐπιχειρῶν. βούλεσθε οὖν ἐπανερωτῶμεν αὐτούς, εἴ τις αὐτῶν γαμετὴν ἢ θυγατέρα οἱ τοιαύτην εὔχεται γενέσθαι μᾶλλον ἢ τὴν Πηνελόπην; καίτοι ἐπὶ ταύτης οὐδὲν Ὅμηρος εἰπεῖν ἔσχε πλέον τῆς σωφροσύνης καὶ τῆς φιλανδρίας καὶ τῆς ἐς τὸν ἑκυρὸν ἐπιμελείας καὶ τὸν παῖδα· ἔμελε δὲ ἄρα οὔτε τῶν ἀγρῶν ἐκείνῃ οὔτε τῶν ποιμνίων· στρατηγίαν δὲ ἢ δημηγορίαν <milestone n="127d" unit="page" resp="Spanheim"/> οὐδὲ ὄναρ εἰκὸς ἐκείνῃ παραστῆναί ποτε· ἀλλὰ καὶ ὁπότε λέγειν ἐχρῆν εἰς τὰ μειράκια, <quote rend="align(blockquote)">ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα</quote> πρᾴως ἐφθέγγετο. καὶ οὐκ ἀπορῶν Ὅμηρος οἶμαι τηλικούτων ἔργων οὐδὲ ὀνομαστῶν ἐπʼ αὐτοῖς γυναικῶν ταύτην ὕμνησε διαφερόντως· ἐξῆν γοῦν αὐτῷ τὴν τῆς Ἀμαζόνος φιλοτίμως πάνυ στρατείαν διηγησαμένῳ τὴν ποίησιν ἅπασαν ἐμπλῆσαι τοιούτων διηγημάτων τέρπειν εὖ μάλα <milestone n="128a" unit="page" resp="Spanheim"/> καὶ ψυχαγωγεῖν δυναμένων. οὐ γὰρ δὴ τείχους <pb n="v.1.p.340"/> μὲν αἵρεσιν, καὶ πολιορκίαν καὶ τρόπον τινὰ ναυμαχίαν εἶναι δοκοῦσαν, τὸν πρὸς τοῖς νεωρίοις πόλεμον, ἀνδρός τε ἐπʼ αὐτῇ καὶ ποταμοῦ μάχην ἐπεισάγειν οἴκοθεν διενοεῖτο τῇ ποιήσει καινόν τι λέγειν ἐπιθυμῶν· τοῦτο δὲ εἴπερ ἦν, ὥσπερ οὖν φασι, σεμνότατον, ὀλιγώρως οὕτω παρέλιπε. τί ποτε οὖν ἄν τις αἴτιον λέγοι τοῦ ’κείνην μὲν ἐπαινεῖν προθύμως, τούτων δʼ οὐδʼ ἐπὶ σμικρὸν μνημονεύειν; <milestone n="128b" unit="page" resp="Spanheim"/> ὅτι διὰ μὲν τὴν ἐκείνης ἀρετὴν καὶ σωφροσύνην πολλὰ ἰδίᾳ τε τοῖς ἀνθρώποις καὶ εἰς τὸ κοινὸν ἀγαθὰ συμβαίνει, ἐκ δὲ δὴ τῆς τούτων φιλοτιμίας ὄφελος μὲν οὐδὲ ἕν, συμφοραὶ δὲ ἀνήκεστοι. ἅτε δὴ ὢν οἶμαι σοφὸς καὶ θεῖος ποιητὴς ταύτην ἔκρινεν ἀμείνω καὶ δικαιοτέραν τὴν εὐφημίαν. ἆρʼ οὖν ἔτι προσῆκον εὐλαβηθῆναι τοσοῦτον ἡγεμόνα ποιουμένοις, μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους;</p></div></div></body></text></TEI>