<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg002.perseus-grc2" n="16"><p rend="align(indent)">Ἀλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν οὐδὲ ὅσα ἡμῖν ἀγαθὰ γένοιτʼ ἂν <milestone n="125a" unit="page" resp="Spanheim"/> ἐνθένδε, ὁπόσου δὲ τὸ δῶρον ἄξιον καταμαθόντας χάριν ἀποτίνειν τυχὸν οὐκ ἀλλοτρίαν τοῦ δοθέν τος τῇ χαρισαμένῃ. λόγων γὰρ ἀστείων καὶ παντοδαπῶν θησαυροὺς τὸν ἐν ταῖς βίβλοις δεξάμενον <pb n="v.1.p.332"/> οὐκ ἄδικον διὰ σμικρῶν καὶ φαύλων ῥημάτων ἰδιωτικῶς καὶ ἀγροίκως ἄγαν ξυγκειμένων ᾄδειν εὐφημίαν. οὐδὲ γὰρ γεωργὸν φήσεις εὐγνώμονα, ὃς καταφυτεύειν μὲν τὴν φυταλιὰν ἀρχόμενος κλήματα ᾔτει παρὰ τῶν γειτόνων, εἶτα ἐκτρέφων τὰς ἀμπέλους δίκελλαν καὶ αὖθις σμινύην, <milestone n="125b" unit="page" resp="Spanheim"/> καὶ τέλος ἤδη κάλαμον, ᾧ χρὴ προσδεδέσθαι καὶ ἐπικεῖσθαι τὴν ἄμπελον, ἵνα αὐτή τε ἀνέχηται καὶ οἱ βότρυες ἐξηρτημένοι μηδαμοῦ ψαύωσι τῆς βώλου, τυχόντα δὲ ὧν ἐδεῖτο μόνον ἐμπίπλασθαι τοῦ Διονύσου τῆς χάριτος οὔτε τῶν βοτρύων οὔτε τοῦ γλεύκους μεταδιδόντα τοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων. οὔκουν οὐδὲ νομέα ποιμνίων οὐδὲ βουκολίων οὐδὲ μὴν αἰπολίων ἐπιεικῆ καὶ ἀγαθὸν καὶ ἐυγνώμονα φήσει τις, ὃς τοῦ μὲν χειμῶνος, ὅτε αὐτῷ στέγης καὶ πόας <milestone n="125c" unit="page" resp="Spanheim"/> ἐδεῖτο τὰ βοσκήματα, σφόδρα ἐτύγχανε προθύμων τῶν φίλων, πολλὰ μὲν αὐτῷ ξυμποριζόντων καὶ μεταδιδόντων τροφῆς ἀφθόνου καὶ καταγωγίων, ἦρος δὲ οἶμαι καὶ θέρους φανέντος μάλα γενναίως ἐπιλαθόμενον ὧν εὖ πάθοι, οὔτε τοῦ γάλακτος οὔτε τῶν τυρῶν οὔτε ἄλλου του μεταδιδόντα τοῖς ὑφʼ ὧν αὐτῷ διεσώθη ἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα.</p><p rend="align(indent)">Ὅστις οὖν λόγους ὁποιουσοῦν τρέφων νέος μὲν αὐτὸς καὶ ἡγεμόνων πολλῶν δεόμενος, τροφῆς <milestone n="125d" unit="page" resp="Spanheim"/> δὲ πολλῆς καὶ καθαρᾶς τῆς ἐκ τῶν παλαιῶν γραμμάτων, εἶτα ἀθρόως πάντων στερηθείη ἆρα <pb n="v.1.p.334"/> ὑμῖν μικρᾶς δεῖσθαι βοηθείας δοκεῖ ἢ μικρῶν αὐτῷ γεγονέναι ἄξιος ὁ πρὸς ταῦτα συλλαμβανόμενος; καὶ τυχὸν οὐ χρὴ πειρᾶσθαι χάριν ἀποτίνειν αὐτῷ τῆς προθυμίας καὶ τῶν ἔργων; ἀλλὰ μή ποτε τὸν Θαλῆν ἐκεῖνον, τῶν σοφῶν τὸ κεφάλαιον μιμητέον, οὗ τὰ ἐπαινούμενα ἀκηκόαμεν; ἐρομένου γάρ τινος <milestone n="126a" unit="page" resp="Spanheim"/> ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν μισθόν· ὁμολογῶν, ἔφη, τι παρʼ ἡμῶν μαθεῖν τὴν ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν συνηνέγκατο, ἀδικοῖτʼ ἄν, εἰ μὴ τυγχάνοι τῆς χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον· χρυσίον δὲ καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς <milestone n="126b" unit="page" resp="Spanheim"/> δὴ ὑπὲρ τούτων ἡδέως ἂν ἐνοχλήσαιμι. </p></div></div></body></text></TEI>