Ἀλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν οὐδὲ ὅσα ἡμῖν ἀγαθὰ γένοιτʼ ἂν ἐνθένδε, ὁπόσου δὲ τὸ δῶρον ἄξιον καταμαθόντας χάριν ἀποτίνειν τυχὸν οὐκ ἀλλοτρίαν τοῦ δοθέν τος τῇ χαρισαμένῃ. λόγων γὰρ ἀστείων καὶ παντοδαπῶν θησαυροὺς τὸν ἐν ταῖς βίβλοις δεξάμενον οὐκ ἄδικον διὰ σμικρῶν καὶ φαύλων ῥημάτων ἰδιωτικῶς καὶ ἀγροίκως ἄγαν ξυγκειμένων ᾄδειν εὐφημίαν. οὐδὲ γὰρ γεωργὸν φήσεις εὐγνώμονα, ὃς καταφυτεύειν μὲν τὴν φυταλιὰν ἀρχόμενος κλήματα ᾔτει παρὰ τῶν γειτόνων, εἶτα ἐκτρέφων τὰς ἀμπέλους δίκελλαν καὶ αὖθις σμινύην, καὶ τέλος ἤδη κάλαμον, ᾧ χρὴ προσδεδέσθαι καὶ ἐπικεῖσθαι τὴν ἄμπελον, ἵνα αὐτή τε ἀνέχηται καὶ οἱ βότρυες ἐξηρτημένοι μηδαμοῦ ψαύωσι τῆς βώλου, τυχόντα δὲ ὧν ἐδεῖτο μόνον ἐμπίπλασθαι τοῦ Διονύσου τῆς χάριτος οὔτε τῶν βοτρύων οὔτε τοῦ γλεύκους μεταδιδόντα τοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων. οὔκουν οὐδὲ νομέα ποιμνίων οὐδὲ βουκολίων οὐδὲ μὴν αἰπολίων ἐπιεικῆ καὶ ἀγαθὸν καὶ ἐυγνώμονα φήσει τις, ὃς τοῦ μὲν χειμῶνος, ὅτε αὐτῷ στέγης καὶ πόας ἐδεῖτο τὰ βοσκήματα, σφόδρα ἐτύγχανε προθύμων τῶν φίλων, πολλὰ μὲν αὐτῷ ξυμποριζόντων καὶ μεταδιδόντων τροφῆς ἀφθόνου καὶ καταγωγίων, ἦρος δὲ οἶμαι καὶ θέρους φανέντος μάλα γενναίως ἐπιλαθόμενον ὧν εὖ πάθοι, οὔτε τοῦ γάλακτος οὔτε τῶν τυρῶν οὔτε ἄλλου του μεταδιδόντα τοῖς ὑφʼ ὧν αὐτῷ διεσώθη ἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα. Ὅστις οὖν λόγους ὁποιουσοῦν τρέφων νέος μὲν αὐτὸς καὶ ἡγεμόνων πολλῶν δεόμενος, τροφῆς δὲ πολλῆς καὶ καθαρᾶς τῆς ἐκ τῶν παλαιῶν γραμμάτων, εἶτα ἀθρόως πάντων στερηθείη ἆρα ὑμῖν μικρᾶς δεῖσθαι βοηθείας δοκεῖ ἢ μικρῶν αὐτῷ γεγονέναι ἄξιος ὁ πρὸς ταῦτα συλλαμβανόμενος; καὶ τυχὸν οὐ χρὴ πειρᾶσθαι χάριν ἀποτίνειν αὐτῷ τῆς προθυμίας καὶ τῶν ἔργων; ἀλλὰ μή ποτε τὸν Θαλῆν ἐκεῖνον, τῶν σοφῶν τὸ κεφάλαιον μιμητέον, οὗ τὰ ἐπαινούμενα ἀκηκόαμεν; ἐρομένου γάρ τινος ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν μισθόν· ὁμολογῶν, ἔφη, τι παρʼ ἡμῶν μαθεῖν τὴν ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν συνηνέγκατο, ἀδικοῖτʼ ἄν, εἰ μὴ τυγχάνοι τῆς χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον· χρυσίον δὲ καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς δὴ ὑπὲρ τούτων ἡδέως ἂν ἐνοχλήσαιμι. Λόγον δὲ ὑμῖν εἰπεῖν ἐθέλω μάλα δή τι ὑμῖν ἀκοῆς ἄξιον, εἰ μὴ τυγχάνομεν ἀπειρηκότες πρὸς τὸ μῆκος τῆς ἀδολεσχίας· τυχὸν δὲ οὐδὲ τῶν ῥηθέντων ἠκρόασθε ξὺν ἡδονῇ ἅτε ἀνδρὸς ἰδιώτου καὶ σφόδρα ἀμαθοῦς λόγων, πλάττειν μὲν οὐδὲν οὐδὲ τεχνάζειν εἰδότος, φράζοντος δὲ ὅπως ἂν ἐπίῃ τἀληθές· ὁ δὲ δὴ λόγος σχεδόν τι περὶ τῶν παρόντων ἐστί. φήσουσι γάρ, οἶμαι, πολλοὶ παρὰ τῶν μακαρίων σοφιστῶν ἀναπειθόμενοι, ὅτι ἄρα μικρὰ καὶ φαῦλα πράγματα ἀναλεξάμενος ὡς δή τι σεμνὸν ὑμῖν ἀπαγγέλλω. τοῦτο δὲ οὐ φιλονεικοῦντες πρὸς τοὺς ἐμοὺς λόγους οὐδὲ ἐμὲ τῆς ἐπʼ αὐτοῖς ἀφαιρεῖσθαι δόξης ἐθέλοντες ἴσως ἂν εἴποιεν· ἴσασι γὰρ σαφῶς, ὅτι μήτε ἀντίτεχνος εἶναι βούλομαι τοῖς ἐκείνων λόγοις τοὺς ἐμαυτοῦ παρατιθείς, μήτε ἄλλως ἀπεχθάνεσθαι ἐκείνοις ἐθέλω· ἀλλʼ οὐκ οἶδα ὅντινα τρόπον τοῦ μεγάλα λέγειν ἐκ παντὸς ὀρεγόμενοι χαλεπῶς ἔχουσι πρὸς τοὺς μὴ τἀκείνων ζηλοῦντας καὶ διʼ αἰτίας ἄγουσιν ὡς καθαιροῦντας τὴν τῶν λόγων ἰσχύν. μόνα γὰρ εἶναι τῶν ἔργων ζηλωτά φασι καὶ σπουδῆς ἄξια καὶ πολλῶν ἐπαίνων ὁπόσα διὰ μέγεθος ἤδη τισὶν ἄπιστα ἐφάνη, ὁποῖα δή τινα τὰ περὶ τῆς Ἀσσυρίας ἐκείνης γυναικός, ἣ μεταβαλοῦσα καθάπερ ῥεῖθρον εὐτελὲς τὸν διὰ τῆς Βαβυλῶνος ποταμὸν ῥέοντα βασίλειά τε ᾠκοδόμησεν ὑπὸ γῆς πάγκαλα καὶ μεθῆκεν ὑπὲρ τῶν χωμάτων αὖθις. ὑπὲρ γὰρ δὴ ταύτης πολὺς μὲν λόγος, ὡς ἐναυμάχει ναυσὶ τρισχιλίαις, καὶ πεζῇ παρετάττετο μυριάδας ὁπλιτῶν τριακοσίας ἄγουσα, τό τε ἐν Βαβυλῶνι τεῖχος ᾠκοδόμει πεντακοσίων σταδίων μικρὸν ἀποδέον, καὶ τὰ περὶ τὴν πόλιν ὀρύγματα καὶ ἄλλα πολυτελῆ καὶ δαπανηρὰ κατασκευάσματα ἐκείνης ἔργα γενέσθαι λέγουσι. Νίτωκρις δὲ ταύτης νεωτέρα καὶ Ῥοδογούνη καὶ Τώμυρις καὶ μυρίος δή τις ἐπιρρεῖ γυναικῶν ὄχλος ἀνδριζομένων οὐ λίαν εὐπρεπῶς. τινὰς δὲ ἤδη διὰ τὸ κάλλος περιβλέπτους καὶ ὀνομαστὰς γενομένας οὐ σφόδρα εὐτυχῶς, ἐπειδὴ ταραχῆς αἴτιαι καὶ πολέμων μακρῶν ἔθνεσι μυρίοις καὶ ἀνδράσιν, ὅσους ἦν εἰκὸς ἐκ τοσαύτης χώρας ἀθροίζεσθαι, γενέσθαι δοκοῦσιν, ὡς μεγάλων αἰτίας ὑμνοῦσι πράξεων. ὅστις δὲ τοιοῦτον οὐδὲν εἰπεῖν ἔχει, καταγέλαστος εἶναι δοκεῖ ἅτε οὐκ ἐκπλήττειν οὐδὲ θαυματοποιεῖν ἐν τοῖς λόγοις σφόδρα ἐπιχειρῶν. βούλεσθε οὖν ἐπανερωτῶμεν αὐτούς, εἴ τις αὐτῶν γαμετὴν ἢ θυγατέρα οἱ τοιαύτην εὔχεται γενέσθαι μᾶλλον ἢ τὴν Πηνελόπην; καίτοι ἐπὶ ταύτης οὐδὲν Ὅμηρος εἰπεῖν ἔσχε πλέον τῆς σωφροσύνης καὶ τῆς φιλανδρίας καὶ τῆς ἐς τὸν ἑκυρὸν ἐπιμελείας καὶ τὸν παῖδα· ἔμελε δὲ ἄρα οὔτε τῶν ἀγρῶν ἐκείνῃ οὔτε τῶν ποιμνίων· στρατηγίαν δὲ ἢ δημηγορίαν οὐδὲ ὄναρ εἰκὸς ἐκείνῃ παραστῆναί ποτε· ἀλλὰ καὶ ὁπότε λέγειν ἐχρῆν εἰς τὰ μειράκια, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα πρᾴως ἐφθέγγετο. καὶ οὐκ ἀπορῶν Ὅμηρος οἶμαι τηλικούτων ἔργων οὐδὲ ὀνομαστῶν ἐπʼ αὐτοῖς γυναικῶν ταύτην ὕμνησε διαφερόντως· ἐξῆν γοῦν αὐτῷ τὴν τῆς Ἀμαζόνος φιλοτίμως πάνυ στρατείαν διηγησαμένῳ τὴν ποίησιν ἅπασαν ἐμπλῆσαι τοιούτων διηγημάτων τέρπειν εὖ μάλα καὶ ψυχαγωγεῖν δυναμένων. οὐ γὰρ δὴ τείχους μὲν αἵρεσιν, καὶ πολιορκίαν καὶ τρόπον τινὰ ναυμαχίαν εἶναι δοκοῦσαν, τὸν πρὸς τοῖς νεωρίοις πόλεμον, ἀνδρός τε ἐπʼ αὐτῇ καὶ ποταμοῦ μάχην ἐπεισάγειν οἴκοθεν διενοεῖτο τῇ ποιήσει καινόν τι λέγειν ἐπιθυμῶν· τοῦτο δὲ εἴπερ ἦν, ὥσπερ οὖν φασι, σεμνότατον, ὀλιγώρως οὕτω παρέλιπε. τί ποτε οὖν ἄν τις αἴτιον λέγοι τοῦ ’κείνην μὲν ἐπαινεῖν προθύμως, τούτων δʼ οὐδʼ ἐπὶ σμικρὸν μνημονεύειν; ὅτι διὰ μὲν τὴν ἐκείνης ἀρετὴν καὶ σωφροσύνην πολλὰ ἰδίᾳ τε τοῖς ἀνθρώποις καὶ εἰς τὸ κοινὸν ἀγαθὰ συμβαίνει, ἐκ δὲ δὴ τῆς τούτων φιλοτιμίας ὄφελος μὲν οὐδὲ ἕν, συμφοραὶ δὲ ἀνήκεστοι. ἅτε δὴ ὢν οἶμαι σοφὸς καὶ θεῖος ποιητὴς ταύτην ἔκρινεν ἀμείνω καὶ δικαιοτέραν τὴν εὐφημίαν. ἆρʼ οὖν ἔτι προσῆκον εὐλαβηθῆναι τοσοῦτον ἡγεμόνα ποιουμένοις, μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους; Ἐγὼ δὲ ὑμῖν καὶ τὸν γενναῖον ἐκεῖνον ῥήτορα Περικλέα τὸν πάνυ, τὸν Ὀλύμπιον, μάρτυρα ἀγαθὸν ἤδη παρέξομαι. κολάκων γὰρ δή, φασί, ποτὲ τὸν ἄνδρα περιεστὼς δῆμος διελάγχανον τοὺς ἐπαίνους, ὁ μὲν ὅτι τὴν Σάμον ἐξεῖλεν, ἄλλος δὲ ὅτι τὴν Εὔβοιαν, τινὲς δὲ ἤδη τὸ περιπλεῦσαι τὴν Πελοπόννησον, ἦσαν δὲ οἱ τῶν ψηφισμάτων μεμνημένοι, τινὲς δὲ τῆς πρὸς τὸν Κίμωνα φιλοτιμίας, σφόδρα ἀγαθὸν πολίτην καὶ στρατηγὸν εἶναι δόξαντα γενναῖον. ὁ δὲ τούτοις μὲν οὔτε ἀχθόμενος οὔτε γανύμενος δῆλος ἦν, ἐκεῖνο δὲ ἠξίου τῶν αὑτῷ πεπολιτευμένων ἐπαινεῖν, ὅτι τοσοῦτον χρόνον ἐπιτροπεύσας τὸν Ἀθηναίων δῆμον οὐδενὶ θανάτου γέγονεν αἴτιος, οὐδὲ ἱμάτιον μέλαν τῶν πολιτῶν τις περιβαλόμενος Περικλέα γενέσθαι ταύτης αἴτιον αὐτῷ τῆς συμφορᾶς ἔφη. ἄλλου του, πρὸς φιλίου Διός, δοκοῦμεν ὑμῖν μάρτυρος δεῖσθαι, ὅτι μέγιστον ἀρετῆς σημεῖον καὶ πάντων μάλιστα ἐπαίνων ἄξιον τὸ μηδένα κτεῖναι τῶν πολιτῶν μηδὲ ἀφελέσθαι τὰ χρήματα μηδὲ ἀδίκῳ φυγῇ περιβαλεῖν; ὅστις δὲ πρὸς τὰς τοιαύτας συμφορὰς αὑτὸν ἀντιτάξας καθάπερ ἰατρὸς γενναῖος οὐδαμῶς ἀποχρῆν ὑπέλαβεν αὑτῷ τὸ μηδενὶ νοσήματος αἰτίῳ γενέσθαι, ἀλλʼ εἰ μὴ πάντα εἰς δύναμιν ἰῷτο καὶ θεραπεύοι, οὐδὲν ἄξιον τῆς αὐτοῦ τέχνης ἔργον ὑπέλαβεν, ἆρα ὑμῖν δοκεῖ τῶν ἴσων ἐπαίνων ἐν δίκῃ τυγχάνειν; καὶ οὐδὲν προτιμήσομεν οὔτε τὸν τρόπον οὔτε τὴν δύναμιν, ὑφʼ ἧς ἔξεστι μὲν αὐτῇ δρᾶν ὅ, τι ἂν ἐθέλῃ, θέλει δὲ ἅπασι τἀγαθά; τοῦτο ἐγὼ κεφάλαιον τοῦ παντὸς ἐπαίνου ποιοῦμαι, οὐκ ἀπορῶν ἄλλων θαυμασίων εἶναι δοκούντων καὶ λαμπρῶν διηγημάτων. Εἰ γὰρ δή τις τὴν περὶ τῶν ἄλλων σιωπὴν ὑποπτεύσειεν ὡς ματαίαν οὖσαν προσποίησιν καὶ ἀλαζονείαν κενὴν καὶ αὐθάδη, οὔτι που καὶ τὴν ἔναγχος ἐπιδημίαν γενομένην αὐτῇ τὴν εἰς τὴν Ῥώμην, ὁπότε ἐστρατεύετο βασιλεὺς ζεύγμασι καὶ ναυσὶ τὸν Ῥῆνον διαβὰς ἄγχου τῶν Γαλατίας ὁρίων, ψευδῆ καὶ πεπλασμένην ἄλλως ὑποπτεύσει. ἐξῆν δὴ οὖν, ὡς εἰκός, διηγουμένῳ ταῦτα τοῦ δήμου μεμνῆσθαι καὶ τῆς γερουσίας, ὅπως αὐτὴν ὑπεδέχετο σὺν χαρμονῇ, προθύμως ὑπαντῶντες καὶ δεξιούμενοι καθάπερ νόμος βασιλίδα, καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος, ὡς ἐλευθέριον καὶ μεγαλοπρεπές, καὶ τῆς παρασκευῆς τὴν πολυτέλειαν, ὁπόσα τε ἔνειμε τῶν φυλῶν τοῖς ἐπιστάταις καὶ ἑκατοντάρχαις τοῦ πλήθους ἀπαριθμήσασθαι. ἀλλʼ ἔμοιγε τῶν τοιούτων οὔτε ἔδοξέ ποτε ζηλωτὸν οὐδέν, οὔτε ἐπαινεῖν ἐθέλω πρὸ τῆς ἀρετῆς τὸν πλοῦτον. καίτοι με οὐ λέληθεν ἡ τῶν χρημάτων ἐλευθέριος δαπάνη μετέχουσά τινος ἀρετῆς· ἀλλʼ οἶμαι κρεῖττον ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ὅσα δὴ ἄλλα περὶ αὐτῆς λέγων πολλοὺς μὲν καὶ ἄλλους, ἀτὰρ δὴ καὶ ἐμαυτὸν ὑμῖν καὶ τὰ ἐπʼ ἐμοὶ πραχθέντα παρεῖχον μάρτυρα. εἰ δὴ οὖν καὶ ἄλλοι τὴν ἐμὴν εὐγνωμοσύνην ζηλοῦν ἐπιχειρήσειαν, πολλοὺς ἔχει τε ἤδη καὶ ἕξει τοὺς ἐπαινέτας.