Ἐγὼ δέ, ἐπειδή μοι τεκμηρίων καθάπερ ἐν δικαστηρίῳ τὸν λόγον ὁρῶ δεόμενον, αὐτὸς ὑμῖν ἐμαυτὸν τούτων ἐκείνῳ μάρτυρα καὶ ἐπαινέτην παρέξομαι· ἀλλʼ ὅπως μου μή ποτε ὑπιδόμενοι τὴν μαρτυρίαν πρὶν ἐπακοῦσαι τῶν λόγων διαταράττησθε, ὄμνυμι ὑμῖν, ὡς οὐδὲν ψεῦδος οὐδὲ πλάσμα ἐρῶ· ὑμεῖς δὲ κἂν ἀνωμότῳ ἐπιστεύσατε πάντα οὐ κολακείας ἕνεκα λέγειν. ἔχω γὰρ ἤδη τοῦ θεοῦ διδόντος καὶ τοῦ βασιλέως ἅπαντα τὰ ἀγαθά, αὐτῆς γε οἶμαι καὶ ταύτης ξυμπροθυμουμένης, ὑπὲρ ὧν ἄν τις κολακεύων ἅπαντα ἀφείη ῥήματα, ὥστε, εἰ μὲν πρὸ τούτων ἔλεγον, ἴσως ἐχρῆν ὀρρωδεῖν τὴν ἄδικον ὑποψίαν· νῦν δὲ ἐν ταύτῃ γεγονὼς τῇ τύχῃ καὶ ἀπομνημονεύων τῶν ἐκείνης εἰς ἐμαυτὸν ἔργων παρέξομαι ὑμῖν εὐγνωμοσύνης· μὲν ἐμαυτοῦ σημεῖον, μαρτύριον δὲ ἀληθὲς τῶν ἐκείνης ἔργων. πυνθάνομαι γὰρ δὴ καὶ Δαρεῖον, ἕως ἔτι δορυφόρος ἦν τοῦ Περσῶν μονάρχου, τῷ Σαμίῳ ξένῳ περὶ τὴν Αἴγυπτον συμβαλεῖν φεύγοντι τὴν αὑτοῦ, καὶ λαβόντα φοινικίδα τινὰ δῶρον, οὗ σφόδρα ἐπεθύμει, τὴν Σαμίων ὕστερον ἀντιδοῦναι τυραννίδα, ὁπηνίκα, οἶμαι, τῆς Ἀσίας ἁπάσης κύριος κατέστη. εἰ δὴ οὖν καὶ αὐτὸς πολλὰ μὲν παρʼ αὐτῆς, ὅτε ἔτι ζῆν ἐξῆν ἐν ἡσυχίᾳ, τὰ μέγιστα δὲ διʼ αὐτὴν παρὰ τοῦ γενναίου καὶ μεγαλόφρονος βασιλέως λαβὼν ὁμολογοίην τοῦ μὲν ἀντιδοῦναι τὴν ἴσην λείπεσθαι· ἔχει γάρ, οἶμαι, ξύμπαντα παρʼ αὐτοῦ τοῦ καὶ ἡμῖν χαρισαμένου λαβοῦσα· τῷ βούλεσθαι δὲ τὴν μνήμην ἀθάνατον αὐτῇ τῶν ἔργων γενέσθαι καὶ ἐς ὑμᾶς ταῦτα ἀπαγγέλλειν τυχὸν οὐκ ἀγνωμονέστερος φανοῦμαι τοῦ Πέρσου, εἴπερ εἰς τὴν γνώμην ὁρῶντα χρὴ κρίνειν, ἀλλʼ οὐχ ὅτῳ παρέσχεν ἡ τύχη πολλαπλάσιον ἀποτῖσαι τὸ εὐεργέτημα. Τί ποτε οὖν ἐγὼ τοσοῦτον εὖ παθεῖν φημι καὶ ἀνθʼ ὅτου τὸν ἅπαντα χρόνον ὑπόχρεων ἐμαυτὸν εἶναι χάριτος ὁμολογῶ τῇδε, σφόδρα ὥρμησθε ἀκούειν. ἐγὼ δὲ οὐκ ἀποκρύψομαι· ἐμοὶ γὰρ βασιλεὺς οὑτοσὶ σχεδὸν ἐκ παιδὸς νηπίου γεγονὼς ἤπιος πᾶσαν ὑπερεβάλλετο φιλοτιμίαν, κινδύνων τε ἐξαρπάσας τηλικούτων, οὓς οὐδ̓ ἂν ἡβῶν ἀνὴρ εὖ μάλα διαφύγοι, μὴ θείας τινὸς καὶ ἀμηχάνου σωτηρίας τυχών, εἶτα τὴν οἰκίαν καταληφθεῖσαν καθάπερ ἐπʼ ἐρημίας παρά του τῶν δυναστῶν ἀφείλετο ξὺν δίκῃ καὶ ἀπέφηνεν αὖθις πλούσιον. καὶ ἄλλα ἂν ἔχοιμι περὶ αὐτοῦ πρὸς ὑμᾶς εἰπεῖν εἰς ἐμαυτὸν ἔργα πολλῆς ἄξια χάριτος, ὑπὲρ ὧν τὸν ἅπαντα χρόνον εὔνουν ἐμαυτὸν ἐκείνῳ καὶ πιστὸν παρέχων οὐκ οἶδα ἐκ τίνος αἰτίας τραχυτέρως ἔχοντος ᾐσθόμην ἔναγχος. ἡ δὲ ἐπειδὴ τὸ πρῶτον ἤκουσεν ἀδικήματος μὲν οὐδενὸς ὄνομα, ματαίας δὲ ἄλλως ὑποψίας, ἠξίου διελέγχειν καὶ μὴ πρότερον προσέσθαι μηδὲ ἐνδέξασθαι ψευδῆ καὶ ἄδικον διαβολήν, καὶ οὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου· καὶ ἀπολυομένῳ πᾶσαν αἰτίαν ἄδικον συνήσθη, καὶ οἴκαδε ἐπιθυμοῦντι πάλιν ἀπιέναι πομπὴν ἀσφαλῆ παρέσχεν, ἐπιτρέψαι πρῶτον τὸν βασιλέα ξυμπείσασα. δαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, ἤ τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης, ἐποψόμενον πέμπει τὴν Ἑλλάδα, ταύτην αἰτήσασα παρὰ βασιλέως ὑπὲρ ἐμοῦ καὶ ἀποδημοῦντος ἤδη τὴν χάριν, ἐπειδή με λόγοις ἐπέπυστο χαίρειν καὶ παιδείᾳ τὸ χωρίον ἐπιτήδειον εἶναι ξυννοοῦσα. ἐγὼ δὲ τότε μὲν αὐτῇ καὶ πρώτῳ γε, ὡς εἰκός, βασιλεῖ πολλὰ καὶ ἀγαθὰ διδόναι τὸν θεὸν ηὐχόμην, ὅτι μοι τὴν ἀληθινὴν ποθοῦντι καὶ ἀγαπῶντι πατρίδα παρέσχον ἰδεῖν· ἐσμὲν γὰρ τῆς Ἑλλάδος οἱ περὶ τὴν Θρᾴκην καὶ τὴν Ἰωνίαν οἰκοῦντες ἔγγονοι, καὶ ὅστις ἡμῶν μὴ λίαν ἀγνώμων, ποθεῖ προσειπεῖν τοὺς πατέρας καὶ τὴν χώραν αὐτὴν ἀσπάσασθαι. ὃ δὴ καὶ ἐμοὶ πάλαι μὲν ἦν, ὡς εἰκός, ποθεινόν, καὶ ὑπάρξαι μοι τοῦτο ἐβουλόμην μᾶλλον ἢ πολὺ χρυσίον καὶ ἀργύριον. ἀνδρῶν γὰρ ἀγαθῶν φημι ξυντυχίαν πρὸς χρυσίου πλῆθος ὁσονδηοῦν ἐξεταζομένην καθέλκειν τὸν ζυγὸν καὶ οὐκ ἐπιτρέπειν τῷ σώφρονι κριτῇ οὐδὲ ἐπ̓ ὀλίγον ῥοπῆς ἐπιστῆσαι. Παιδείας δὲ ἕνεκα καὶ φιλοσοφίας πέπονθεν οἶμαι νῦν τὰ τῆς Ἑλλάδος παραπλήσιόν τι τοῖς Αἰγυπτίοις μυθολογήμασι καὶ λόγοις. λέγουσι γὰρ δὴ καὶ Αἰγύπτιοι τὸν Νεῖλον παρʼ αὐτοῖς εἶναι τά τʼ ἄλλα σωτῆρα καὶ εὐεργέτην τῆς χώρας καὶ ἀπείργειν αὐτοῖς τὴν ὑπὸ τοῦ πυρὸς φθοράν, ὁπόταν ἥλιος διὰ μακρῶν τινων περιόδων ἄστροις γενναίοις συνελθὼν ἢ συγγενόμενος ἐμπλήσῃ τὸν ἀέρα πυρὸς καὶ ἐπιφλέγῃ τὰ σύμπαντα. οὐ γὰρ ἰσχύει, φασίν, ἀφανίσαι οὐδὲ ἐξαναλῶσαι τοῦ Νείλου τὰς πηγάς. οὔκουν οὐδὲ ἐξ Ἑλλήνων παντελῶς οἴχεται φιλοσοφία, οὐδὲ ἐπέλιπε τὰς Ἀθήνας οὐδὲ τὴν Σπάρτην οὐδὲ τὴν Κόρινθον· ἥκιστα δέ ἐστι τούτων τῶν πηγῶν ἕκητι τὸ Ἄργος πολυδίψιον· πολλαὶ μὲν γὰρ ἐν αὐτῷ τῷ ἄστει, πολλαὶ δὲ καὶ πρὸ τοῦ ἄστεος περὶ τὸν παλαιὸν ἐκεῖνον Μάσητα· τὴν Πειρήνην δὲ αὐτὴν ὁ Σικυὼν ἔχει καὶ οὐχ ἡ Κόρινθος. τῶν Ἀθηνῶν δὲ πολλὰ μὲν καὶ καθαρὰ καὶ ἐπιχώρια τὰ νάματα, πολλὰ δὲ ἔξωθεν ἐπιρρεῖ καὶ ἐπιφέρεται τίμια τῶν ἔνδον οὐ μεῖον· οἱ δὲ ἀγαπῶσι καὶ στέργουσι, πλουτεῖν ἐθέλοντες οὗ μόνου σχεδὸν ὁ πλοῦτος ζηλωτόν. Ἡμεῖς δὲ τί ποτε ἄρα πεπόνθαμεν; καὶ τίνα νῦν περαίνειν διανοούμεθα λόγον, εἰ μὴ τῆς φίλης Ἑλλάδος ἔπαινον, ἧς οὐκ ἔστι μνησθέντα μὴ πάντα θαυμάζειν; ἀλλʼ οὐ φήσει τις τυχὸν ὑπομνησθεὶς τῶν ἔμπροσθεν ταῦτα ἐθέλειν ἡμᾶς ἐξ ἀρχῆς διελθεῖν, καθάπερ δὲ τοὺς Κορυβαντιῶντας ὑπὸ τῶν αὐλῶν ἐπεγειρομένους χορεύειν καὶ πηδᾶν οὐδενὶ ξὺν λόγῳ, καὶ ἡμᾶς ὑπὸ τῆς μνήμης τῶν παιδικῶν ἀνακινηθέντας ᾆσαι τῆς χώρας καὶ τῶν ἀνδρῶν ἐγκώμιον. πρὸς δὴ τοῦτον ἀπολογεῖσθαι χρεὼν ὧδέ πως λέγοντα· ὦ δαιμόνιε, καὶ τέχνης ἀληθῶς γενναίας ἡγεμών, σοφὸν μὲν χρῆμα ἐπινοεῖς, οὐκ ἐφιεὶς οὐδὲ ἐπιτρέπων τῶν ἐπαινουμένων οὐδὲ ἐπὶ σμικρὸν μεθίεσθαι, ἅτε αὐτὸς οἶμαι ξὺν τέχνῃ τοῦτο δρῶν. ἡμῖν δὲ τὸν ἔρωτα τοῦτον, ὃν σὺ φὴς αἴτιον εἶναι τῆς ἐν τοῖς λόγοις ἀταξίας, ἐπειδὴ προσγέγονεν, οἶμαι, παρακελεύεσθαι μὴ σφόδρα ὀκνεῖν μηδὲ εὐλαβεῖσθαι τὰς αἰτίας. οὐ γὰρ ἀλλοτρίων ἁπτόμεθα λόγων δεῖξαι ἐθέλοντες, ὅσων ἡμῖν ἀγαθῶν αἰτία γέγονε τιμῶσα τὸ φιλοσοφίας ὄνομα. τοῦτο δὲ οὐκ οἶδα ὅντινά μοι τρόπον ἐπικείμενον ἀγαπήσαντι μὲν εὖ μάλα τὸ ἔργον καὶ ἐρασθέντι δεινῶς τοῦ πράγματος, ἀπολειφθέντι δὲ οὐκ οἶδα ὅντινα τρόπον ὄνομα ἐτύγχανε μόνον καὶ λόγος ἔργου στερόμενος. ἡ δὲ ἐτίμα καὶ τοὔνομα· αἰτίαν γὰρ δὴ ἄλλην οὔτε αὐτὸς εὑρίσκω οὔτε ἄλλου του πυθέσθαι δύναμαι, διʼ ἣν οὕτω μοι πρόθυμος γέγονε βοηθὸς καὶ ἀλεξίκακος καὶ σώτειρα, τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν ἀκέραιον ἡμῖν καὶ ἀσινῆ μένειν ξὺν πολλῷ πόνῳ πραγματευσαμένη, ἧς μεῖζον ἀγαθὸν οὔποτε ἐγώ τι τῶν ἀνθρωπίνων νομίσας ἑάλων, οὐ τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸν ἀντάξιον οὐδʼ ἀργύρου πλῆθος, ὁπόσος νῦν ἐστιν ὑπʼ αὐγὰς ἡλίου, καὶ εἴ ποτε ἄλλος προσγένοιτο, τῶν μεγίστων ὀρῶν αὐταῖς, οἶμαι, πέτραις καὶ δένδρεσι μεταβαλλόντων εἰς τήνδε τὴν φύσιν, οὐδὲ ἀρχὴν τὴν μεγίστην οὐδὲ ἄλλο τῶν πάντων οὐδέν· ἐκ μὲν γὰρ δὴ ἐκείνης ταῦτά μοι γέγονε πολλὰ καὶ ὅσα οὐδεὶς ἂν ἤλπισεν, οὐ σφόδρα πολλῶν δεομένῳ γε οὐδὲ ἐμαυτὸν ἐλπίσι τοιαύταις τρέφοντι. Εὔνοιαν δὲ ἀληθινὴν οὐκ ἔστι πρὸς χρυσίον ἀμείψασθαι, οὐδὲ ἄν τις αὐτὴν ἐντεῦθεν πρίαιτο, θείᾳ δέ τινι καὶ κρείττονι μοίρᾳ ἀνθρώπων ἀγαθῶν συμπροθυμουμένων παραγίγνεται. ὃ δὴ καὶ ἐμοὶ παρὰ βασιλέως παιδὶ μὲν ὑπῆρχε κατὰ θεόν, ὀλίγου δὲ οἴχεσθαι δεῆσαν ἀπεσώθη πάλιν τῆς βασιλίδος ἀμυνούσης καὶ ἀπειργούσης τὰς ψευδεῖς καὶ ἀλλοκότους ὑποψίας. ἃς ἐπειδὴ παντελῶς ἐκείνη διέλυσεν, ἐναργεῖ τεκμηρίῳ τῷ βίῳ τὠμῷ χρωμένη, καλοῦντός τε αὖθις τοῦ βασιλέως ἀπὸ τῆς Ἑλλάδος ὑπήκουον, ἆρα ἐνταῦθα κατέλιπεν, ὡς οὐκέτι πολλῆς βοηθείας, ἅτε οὐδενὸς ὄντος ἐν μέσῳ δυσχεροῦς οὐδὲ ὑπόπτου, δεόμενον; καὶ πῶς ἂν ὅσια δρῴην οὕτως ἐναργῆ καὶ σεμνὰ σιωπῶν καὶ ἀποκρύπτων; κυρουμένης τε γὰρ ἐπʼ ἐμοὶ τοῦ Βασιλέως ταυτησὶ τῆς γνώμης διαφερόντως ηὐφραίνετο καὶ συνεπήχει μουσικόν, θαρρεῖν κελεύουσα καὶ μήτε τὸ μέγεθος δείσαντα τῶν διδομένων ἀρνεῖσθαι τὸ λαβεῖν, μήτε ἀγροίκῳ καὶ αὐθάδει χρησάμενον παρρησίᾳ φαύλως ἀτιμάσαι τοῦ τοσαῦτα ἐργασαμένου ἀγαθὰ τὴν ἀναγκαίαν αἴτησιν. ἐγὼ δὲ ὑπήκουον οὔτι τοῦτό γε ἡδέως σφόδρα ὑπομένων, ἄλλως δὲ ἀπειθεῖν χαλεπὸν ὂν σφόδρα ἠπιστάμην. οἷς γὰρ ἂν ἐξῇ πράττειν ὅ, τι ἂν ἐθέλωσι σὺν βίᾳ, ἦ που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν. οὐκοῦν ἐπειδή μοι πεισθέντι γέγονε καὶ μεταβαλόντι ἐσθῆτα καὶ θεραπείαν καὶ διατριβὰς τὰς συνήθεις καὶ τὴν οἴκησιν δὲ αὐτὴν καὶ δίαιταν πάντα ὄγκου πλέα καὶ σεμνότητος ἐκ μικρῶν, ὡς εἰκός, καὶ φαύλων τῶν πρόσθεν, ἐμοὶ μὲν ὑπὸ ἀηθείας ἡ ψυχὴ διεταράττετο, οὔτι τὸ μέγεθος ἐκπληττομένῳ τῶν παρόντων ἀγαθῶν· σχεδὸν γὰρ ὑπὸ ἀμαθίας οὐδὲ μεγάλα ταῦτα ἐνόμιζον, ἀλλὰ δυνάμεις τινὰς χρωμένοις μὲν ὀρθῶς σφόδρα ὠφελίμους, ἁμαρτάνουσι δὲ περὶ τὴν χρῆσιν βλαβερὰς καὶ οἴκοις καὶ πόλεσι πολλαῖς μυρίων αἰτίας ξυμφορῶν. παραπλήσια δὲ ἐπεπονθειν ἀνδρὶ σφόδρα ἀπείρως ἡνιοχικῆς ἔχοντι καὶ οὐδὲ ἐθελήσαντι ταύτης μεταλαβεῖν τῆς τέχνης, κᾆτα ἀναγκαζομένῳ καλοῦ καὶ γενναίου κομίζειν ἅρμα ἡνιόχου, πολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος καὶ ἅπασι μὲν ἐπιβεβηκότος, διὰ δὲ γενναιότητα φύσεως καὶ ῥώμην ὑπερβάλλουσαν ἔχοντος οἶμαι τὰς ἡνίας πάντων ἐγκρατῶς, εἰ καὶ ἐπὶ τῆς μιᾶς ἄντυγος βαίνοι, οὐ μὴν ἀεί γε ἐπ̓ αὐτῆς μένοντος, μεταφερομένου δὲ πολλάκις ἐνθένδε ἐκεῖσε καὶ ἀμείβοντος δίφρον ἐκ δίφρου, εἴ ποτε τοὺς ἵππους πονουμένους ἢ καὶ ὑβρίσαντας αἴσθοιτο, ἐν δὲ δὴ τοῖς ἅρμασι τοῖσδε κεκτημένου τέτρωρον ὑπὸ ἀμαθίας καὶ θράσους ὑβρίζον, πιεζόμενον τῇ συνεχεῖ ταλαιπωρίᾳ καὶ τοῦ θράσους οὐδέν τι μᾶλλον ἐπιλαθόμενον, ἀγριαῖνον· δὲ ἀεὶ καὶ παροξυνόμενον ὑπὸ τῶν συμφορῶν ἐπὶ τὸ μᾶλλον ὑβρίζειν καὶ ἀπειθεῖν καὶ ἀντιτείνειν, οὐ δεχόμενον ἀμῶς γέ πη πορεύεσθαι, ἀλλʼ εἰ μὴ καὶ αὐτὸν ὁρῴη τὸν ἡνίοχον διὰ τέλους χαλεπαῖνον ἤ, τό γε ἔλαττον, στολὴν γοῦν ἡνιοχικὴν ἄνθρωπον φοροῦντα· οὕτως ἐστὶν ἀλόγιστον φύσει. ὁ δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέσησε, δοὺς φορεῖν τοιαύτην ἐσθῆτα καὶ σχῆμα περιβαλὼν ἡνιόχου σεμνοῦ καὶ ἐπιστήμονος, ὃς εἰ μὲν ἄφρων εἴη παντελῶς καὶ ἀνόητος, χαίρει καὶ γέγηθε καὶ μετέωρος ὑπὸ τῶν ἱματίων καθάπερ πτερῶν ἐπαίρεται, συνέσεως δὲ εἰ καὶ ἐπὶ σμικρὸν μετέχοι καὶ σώφρονος νοῦ, σφόδρα εὐλαβεῖται, μήπως αὑτόν τε τρώσῃ σύν θʼ ἅρματα ἄξῃ, καὶ τῷ μὲν ἡνιόχῳ ζημίας, αὑτῷ δὲ αἰσχρᾶς καὶ ἀδόξου συμφορᾶς αἴτιος γένηται. ταῦτα ἐγὼ ἐλογιζόμην ἐν νυκτὶ βουλεύων καὶ διʼ ἡμέρας κατ’ ἐμαυτὸν ἐπισκοπούμενος, σύννους ὢν ἀεὶ καὶ σκυθρωπός. ὁ γενναῖος δὲ καὶ θεῖος ἀληθῶς αὐτοκράτωρ ἀφῄρει τι πάντως τῶν ἀλγεινῶν, ἔργοις καὶ λόγοις τιμῶν καὶ χαριζόμενος. τέλος δὲ τὴν βασιλίδα προσειπεῖν κελεύει, θάρσος τε ἡμῖν ἐνδιδοὺς καὶ τοῦ σφόδρα πιστεύειν γενναῖον εὖ μάλα παρέχων γνώρισμα. ἐγὼ δὲ ἐπειδὴ πρῶτον ἐς ὄψιν ἐκείνης ἦλθον, ἐδόκουν μὲν ὥσπερ ἐν ἱερῷ καθιδρυμένον ἄγαλμα σωφροσύνης ὁρᾶν· αἰδὼς δὲ ἐπεῖχε τὴν ψυχήν, καὶ ἐπέπηκτό μοι κατὰ γῆς τὰ ὄμματα συχνὸν ἐπιεικῶς χρόνον, ἕως ἐκείνη θαρρεῖν ἐκέλευε. καὶ Τὰ μέν, ἔφη, ἤδη παρʼ ἡμῶν ἔχεις, τὰ δὲ καὶ ἕξεις σὺν θεῷ, μόνον εἰ πιστὸς καὶ δίκαιος εἰς ἡμᾶς γένοιο. τοσαῦτα ἤκουσα σχεδόν· οὐδὲ γὰρ αὐτὴ πλεῖονα ἐφθέγξατο, καὶ ταῦτα ἐπισταμένη τῶν γενναίων ῥητόρων οὐδὲ ἓν φαυλοτέρους ἀπαγγέλλειν λόγους. ταύτης ἐγὼ τῆς ἐντεύξεως ἀπαλλαγεὶς σφόδρα ἐθαύμασα καὶ ἐξεπεπλήγμην, ἐναργῶς δοκῶν ἀκηκοέναι σωφροσύνης αὐτῆς φθεγγομένης· οὕτω πρᾷον ἦν αὐτῇ φθέγμα καὶ μείλιχον, ταῖς ἐμαῖς ἀκοαῖς ἐγκαθιδρυμένον. Βούλεσθε οὖν τὰ μετὰ ταῦτα πάλιν ἔργα καὶ ὅσα ἔδρασεν ἡμᾶς ἀγαθὰ καθʼ ἕκαστον λεπτουργοῦντες ἀπαγγέλλωμεν; ἢ τά γε ἐντεῦθεν ἀθρόως ἑλόντες, καθάπερ ἔδρασεν αὐτὴ, πάντα ὁμοῦ διηγησώμεθα; ὁπόσους μὲν εὖ ἐποίησε τῶν ἐμοὶ γνωρίμων, ὅπως δὲ ἐμοὶ μετὰ τοῦ βασιλέως τὸν γάμον ἥρμοσεν. ὑμεῖς δὲ ἴσως ποθεῖτε καὶ τὸν κατάλογον ἀκούειν τῶν δώρων, ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα καὶ λέβητας ἐείκοσιν. ἀλλʼ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, ᾧ μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων ἀγαθῶν καὶ ῥητόρων πολλῶν καὶ ποιητῶν, ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερον, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι τῆς χαρισαμένης· ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν ἐμπειρίας ὑπομνήματα ξὺν τέχνῃ γραφέντα τοῖς ἁμαρτοῦσι διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφʼ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, διʼ ἣν ὁ πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς ἀπολειφθείη, τυγχάνοι δὲ καὶ ἐπʼ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. ὃ δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων ὁ καιρός.