τῆς μὲν οὖν ἐπιμελείας τῆς περὶ τὴν ἰσχὺν οὐ τὸ πρὸς τὰς ἐπιδείξεις ἁρμόζον ἤσκησας, ἥκιστα βασιλεῖ πρέπειν ὑπολαβὼν τῶν τὰς παλαίστρας κατειληφότων τὴν θρυλουμένην εὐεξίαν, μέλλοντι τῶν ἀληθινῶν ἀγώνων μεθέξειν, ὕπνου τε ἐλαχίστου δεομένῳ καὶ τροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ, ἐπειδὰν αἱ πράξεις τὸν καιρὸν ἐνδῶσιν. ὅθεν ᾤου δεῖν καὶ τὰ γυμνάσια πρὸς ταύτην ποιεῖσθαι, πολλὰ καὶ στρατιωτικά, χορείαν τὴν ἐν τοῖς ὅπλοις, δρόμον τὸν ἐν τούτοις, τὴν ἱππικὴν τέχνην, οἷς ἅπασι διατετέλεκας ἐξ ἀρχῆς ἐν καιρῷ χρώμενος· καὶ κατώρθωται παρὰ σοὶ τούτων ἕκαστον ὡς παρ’ οὐδενὶ τῶν ἄλλων ὁπλιτῶν. οὐκοῦν ὁ μέν τις ἐκείνων, πεζὸς ὢν ἀγαθός, τὴν ἱππικὴν τέχνην ἠγνόησεν, ὁ δέ, ἐπιστάμενος χρῆσθαι τοῖς ἱππικοῖς, ὀκνεῖ πεζὸς εἰς μάχην ἰέναι. μόνῳ δὲ ὑπάρχει σοὶ τῶν μὲν ἱππέων ἀρίστῳ φαίνεσθαι παραπλησίως ἐκείνοις σταλέντι, μετασκευασαμένῳ δὲ ἐς τοὺς ὁπλίτας κρατεῖν ἁπάντων ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν ποδῶν κουφότητι. ὅπως δὲ μὴ τὰς ἀνέσεις ῥᾳθύμους εἶναι μηδʼ ἄνευ τῶν ὅπλων ποιεῖσθαι συμβαίνῃ, ἐπίσκοπα τοξεύειν ἤσκησας. καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾅσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀναβιβάζοντα ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαί σε φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐνάμιλλον ἤδη. τοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν ὁ πατὴρ προυνόησε καλῶς, εἰρήνην ἐπιτάξας πρὸς τοὺς ὑπηκόους ἄγειν τοῖς βαρβάροις· μάχεσθαι δὲ ἀναπείθων καὶ στασιάζειν πρὸς ἀλλήλους, ἐν ταῖς ἐκείνων συμφοραῖς καὶ τοῖς σώμασι στρατηγικὴν ἐδίδασκε τέχνην, ἀσφαλέστερον βουλευόμενος τοῦ σοφοῦ Πλάτωνος. τῷ μὲν γάρ, εἰ πεζὸς ἐπέλθοι πολεμίων στρατός, οἱ παῖδες θεαταὶ καὶ κοινωνοὶ τῶν ἔργων, ἤν που δεηθῶσι, τοῖς πατράσι γένοιντʼ ἄν· κρατούντων δὲ ἱππεῦσι τῶν πολεμίων, ὥρα μηχανᾶσθαι τοῖς μειρακίοις σωτηρίας τρόπον δυσεπινόητον. τὸ δὲ ἐν ἀλλοτρίοις κινδύνοις τοὺς παῖδας ἐθίζειν πολεμίων ἀνέχεσθαι καὶ πρὸς τὴν χρείαν ἀρκούντως καὶ πρὸς τὴν ἀσφάλειαν δοκεῖ βεβουλεῦσθαι. Ἐν μὲν δὴ τούτοις σοι πρὸς ἀνδρείαν ὑπῆρχε μελέτη. φρονήσεως δὲ ἡ μὲν φύσις, ἣν εἴληχας, αὐταρκὴς ἡγεμών· παρῆσαν δὲ οἶμαι καὶ τῶν πολιτῶν οἱ κράτιστοι τὰ πολιτικὰ διδάσκοντες. καὶ παρεῖχον ἠθῶν καὶ νόμων καὶ ξένων ἐπιτηδευμάτων ἐμπειρίαν αἱ πρὸς τοὺς ἡγεμόνας τῶν τῇδε βαρβάρων ἐντεύξεις. καίτοι τὸν Ὀδυσσέα συνετὸν Ὅμηρος ἐκ παντὸς ἀποφῆναι προαιρούμενος πολύτροπον εἶναί φησι καὶ πολλῶν ἀνθρώπων τὸν νοῦν καταγνῶναι καὶ ἐπελθεῖν τὰς πόλεις, ἵνʼ ἐξ ἁπάντων ἐπιλεξάμενος ἔχοι τὰ κράτιστα καὶ πρὸς παντοδαποὺς ἀνθρώπους ὁμιλεῖν δύναιτο. ἀλλὰ τῷ μὲν ὃς οὐκ ἐβασίλευσε ποικίλων ἠθῶν ἐμπειρίας χρεία· τὸν δὲ πρὸς τοσαύτην ἡγεμονίαν τρεφόμενον οὐκ ἐν οἰκίσκῳ που χρῆν διδάσκεσθαι οὐδὲ τὴν βασιλείαν, καθάπερ ὁ Κῦρος, παίζοντα μιμεῖσθαι οὐδὲ χρηματίζειν τοῖς ἥλιξι, καθάπερ ἐκεῖνον λέγουσιν, ἀλλʼ ἔθνεσιν ὁμιλεῖν καὶ δήμοις, καὶ στρατιωτῶν τάγμασιν ἐπιτάττειν ἁπλῶς τὸ πρακτέον· ὅλως δὲ οὐδενὸς ἀπολείπεσθαι τούτων, ὧν ἐχρῆν ἄνδρα γενόμενον ἐπʼ ἀδείας πράττειν. Οὐκοῦν ἐπειδὴ τὰ παρὰ τούτοις ἐδιδάχθης καλῶς, ἐπὶ τὴν ἑτέραν ἤπειρον μετιὼν τοῖς Παρθυαίων καὶ Μήδων ἔθνεσιν ἀντετάχθης μόνος. ὑποτυφομένου δὲ ἤδη τοῦ πολέμου καὶ οὐκ εἰς μακρὰν μέλλοντος ἀναρριπίζεσθαι, ταχέως καὶ τούτου κατέγνως τὸν τρόπον, καὶ τὴν τῶν ὅπλων ἰσχὺν ἐμιμήσω, καὶ πρὸς τὴν ὥραν τοῦ θέρους εἴθισας καρτερεῖν τὸ σῶμα. πυνθάνομαι δὲ Ἀλκιβιάδην μόνον ἐξ ἁπάντων Ἑλλήνων οὕτως εὐφυῶς μεταβολὰς ἐνεγκεῖν, ὡς καὶ μιμήσασθαι πρῶτον μὲν τὴν τῶν Λακεδαιμονίων ἐγκράτειαν, ἐπειδὴ Σπαρτιάταις αὑτὸν ἐδεδώκει, εἶτα Θηβαίους, καὶ Θρᾴκας ὕστερον, καὶ ἐπὶ τέλει τὴν τῶν Περσῶν τρυφήν. ἀλλʼ ἐκεῖνος μὲν τοῖς χωρίοις συμμεταβάλλων καὶ τὸν τρόπον ἀνεπίμπλατο πολλῆς δυσχερείας καὶ τὸ πάτριον ἐκινδύνευε παντελῶς ἀποβαλεῖν, σὺ δὲ τῆς μὲν ἐγκρατοῦς διαίτης ᾤου δεῖν ἔχεσθαι πανταχοῦ, ἐθίζων δὲ τὸ σῶμα τοῖς πόνοις πρὸς τὰς μεταβολὰς ῥᾷον ἤνεγκας τὴν ἐκ Γαλατῶν εἰς Παρθυαίους ἄνοδον ἢ τῶν πλουσίων οἱ ταῖς ὥραις τὴν οἴκησιν συμμεταβάλλοντες, εἰ παρὰ τὸν καιρὸν βιασθεῖεν. καί μοι δοκεῖ θεὸς εὐμενὴς πρὸς τὴν τῶν ὅλων ἡγεμονίαν ἐξ ἀρχῆς τὴν σὴν ἀρετὴν παρασκευάζειν ἐθέλων, κύκλῳ σε περιαγαγεῖν καὶ ἐπιδεῖξαι τῆς ἀρχῆς ἁπάσης ὅρους καὶ πέρατα καὶ φύσιν χωρίων καὶ μέγεθος χώρας καὶ δύναμιν ἐθνῶν καὶ πλῆθος πόλεων καὶ φύσιν δήμων καὶ τὸ κράτιστον αὐτῶν ἐκείνων τὴν περιουσίαν ὧν οὐδενὸς ἀπολελεῖφθαι χρὴ τὸν πρὸς τοσαύτην ἀρχὴν τρεφόμενον. τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ, φύσει τε καὶ νόμῳ, σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν. καίτοι τίνα ποτʼ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ Λακεδαιμόνιοι τῶν Ἑλλήνων, οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρξοντα σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὰ παιδεύματα, καθάπερ ἀδελφοῖς τοῖς πολίταις ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδέν, ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; καὶ τοῖς μὲν βαρβάροις, ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τὸ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοι συγγνώμην· τὸν Λυκοῦργον δὲ τοῖς ἀφʼ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρξουσιν. ἡ γὰρ τοιαύτη κατὰ μικρὸν παραδυομένη συνήθεια ταῖς ψυχαῖς ἐνέτεκεν ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι’ ἀρετὴν πρωτεύειν λαχόντας. τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις. χρήσαιτο δʼ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν. Ἀλλὰ τοῖς μὲν ἡ πολιτεία τὰ πρὸς ἀρετὴν ἀρκούντως παρασκευάζουσα, εἰ καὶ μηδὲν διαφέρον ἐπιτηδεύειν ἐδίδου τῶν πολλῶν, ἀλλὰ τὸ καλοῖς κἀγαθοῖς ὑπάρχειν παρεῖχεν ἀνδράσι· Καρχηδονίων δὲ οὐδὲ τὰ κοινὰ τῶν ἐπιτηδευμάτων ἐπαινεῖν ἄξιον. ἐξελαύνοντες γὰρ τῶν οἰκιῶν οἱ γονεῖς τοὺς παῖδας ἐπέταττον εὐπορεῖν διὰ τῶν πόνων τῶν πρὸς τὴν χρείαν ἀναγκαίων, τὸ δρᾶν τι τῶν δοκούντων αἰσχρῶν ἀπαγορεύοντες. τὸ δὲ ἦν, οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ λαθεῖν πειρᾶσθαι τι δρῶντα προστάττειν. πέφυκε γὰρ οὐ τρυφὴ μόνον ἦθος διαφθείρειν, ἀλλὰ καὶ ἡ τῶν ἀναγκαίων ἐνδεὴς δίαιτα, ἐφʼ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος, ἄλλως τε εἰ καὶ τούτου μὴ κρατοίη τοῦ πάθους, πρὸς χρηματισμὸν ἐκ παίδων συνεθιζόμενος καί τινας ἀμοιβὰς ἐμποριῶν καὶ καπηλείας τὰς μὲν αὐτὸς εὑρὼν τὰς δὲ παρὰ τῶν εἰδότων μαθών, ὑπὲρ ὧν οὐ λέγειν μόνον, ἀλλʼ οὐδὲ ἀκούειν ἄξιον ἐλευθέρῳ παιδί, πλείστας ἂν κηλῖδας ἐναπόθοιτο τῇ ψυχῇ, ὧν πασῶν καθαρὸν εἶναι χρὴ καὶ τὸν ἐπιεικῆ πολίτην, ἀλλʼ οὐ τὸν βασιλέα καὶ στρατηγὸν μόνον. ἐμοὶ δὲ οὐκ ἐπιτιμᾶν ἐπὶ τοῦ παρόντος ἐκείνοις προσήκει· δείξω δὲ μόνον τῆς τροφῆς τὸ διαφέρον, ᾗ χρησάμενος κάλλει καὶ ῥώμῃ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ διήνεγκας, διὰ μὲν τῶν πόνων τὴν εὐεξίαν περιβαλόμενος, διὰ δὲ τῶν νόμων τὴν σωφροσύνην κατακτησάμενος, καὶ τῷ μὲν σώματι ῥωμαλεωτέρῳ διὰ τὴν ἐγκράτειαν τῆς ψυχῆς, τῇ ψυχῇ δʼ αὖ διὰ τὴν τοῦ σώματος καρτερίαν δικαιοτέρᾳ χρώμενος, τὰ μὲν ἐκ φύσεως ἀγαθὰ συναύξων ἐκ παντός, τὰ δὲ ταῖς ἐπιμελείαις ἔξωθεν ἀεὶ προσλαμβάνων· καὶ δεόμενος μὲν οὐδενός, ἐπαρκῶν δʼ ἄλλοις καὶ χαριζόμενος μεγάλας δωρεὰς καὶ ὅσαι τοὺς λαβόντας ἤρκουν ἀποφῆναι τῷ Λυδῶν δυνάστῃ παραπλησίους, ἐνδεέστερον μὲν ἀπολαύων αὐτὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἢ Σπαρτιατῶν ὁ σωφρονέστατος, τοῦ τρυφᾶν δὲ παρέχων ἄλλοις χορηγίαν, καὶ τοῖς βουλομένοις σωφρονεῖν παρέχων σαυτὸν μιμεῖσθαι, ἄρχων μὲν πρᾴως καὶ φιλανθρώπως τῶν ἄλλων, ἀρχόμενος δὲ ὑπὸ τοῦ πατρὸς σωφρόνως καὶ ὡς εἷς τῶν πολλῶν τὸν ἅπαντα διετέλεις χρόνον. παιδὶ μὲν ὄντι σοι καὶ μειρακίῳ ταῦτά τε ὑπῆρχε καὶ ἄλλα πλείονα, περὶ ὧν νῦν λέγειν μακρότερον ἂν εἴη τοῦ καιροῦ.