τοῦτο καὶ Κῦρόν φασι τὸν Πέρσην γάμβρον ὄντα βασιλέως παρὰ τοῦ κηδεστοῦ παθεῖν ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ, καὶ Ἀγησίλαος δὲ δῆλος ἦν ἀχθόμενος τιμωμένῳ παρὰ τοῖς Ἴωσι Λυσάνδρῳ. Τούτους οὖν πάντας ὑπερβαλλόμενος ἀρετῇ, τοῖς πλουτοῦσι μὲν τὸ πλουτεῖν ἀσφαλέστερον ἢ πατὴρ τοῖς αὑτοῦ παισὶ κατέστησας, εὐγενείας δὲ τῆς τῶν ὑπηκόων προνοεῖς καθάπερ ἁπάσης πόλεως οἰκιστὴς καὶ νομοθέτης· καὶ τοῖς ἐκ τῆς τύχης ἀγαθοῖς πολλὰ μὲν προστιθείς, πολλὰ δὲ καὶ αὐτὸς ἐξ ἀρχῆς χαριζόμενος, δῆλος εἶ τῷ μεγέθει μὲν τὰς παρὰ τῶν βασιλέων δωρεὰς ὑπερβαλλόμενος, τῇ βεβαιότητι δὲ τῶν ἅπαξ δοθέντων τὰς παρὰ τῶν δήμων χάριτας ἀποκρυπτόμενος. τοῦτο δὲ οἶμαι καὶ μάλα εἰκότως συμβαίνει. οἱ μὲν γὰρ ἐφʼ οἷς συνίσασιν αὑτοῖς ἀπολειφθεῖσιν ἀγαθοῖς, τοῖς κεκτημένοις βασκαίνουσιν, ὅτῳ δὲ τὰ μὲν ἐκ τῆς τύχης ἐστὶ λαμπρὰ καὶ οἷα οὐδενὶ τῶν ἄλλων, τὰ δὲ ἐκ τῆς προαιρέσεως τῶν ἐκ τῆς τύχης μακρῷ σεμνότερα, οὐκ ἔστιν ὅτου δεόμενος τῷ κεκτημένῳ φθονήσειεν. ὃ δὴ καὶ σαυτῷ μάλιστα πάντων ὑπάρχειν ἐγνωκὼς χαίρεις μὲν ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς, εὐφραίνει δέ σε τὰ τῶν ὑπηκόων κατορθώματα· καὶ τιμὰς ἐπʼ αὐτοῖς τὰς μὲν ἐχαρίσω, τὰς δὲ ἤδη μέλλεις, ὑπὲρ δὲ ἐνίων βουλεύῃ· καὶ οὐκ ἀπόχρη σοι πόλεως μιᾶς οὐδὲ ἔθνους ἑνὸς οὐδὲ πολλῶν ὁμοῦ τοῖς φίλοις ἀρχὰς καὶ τὰς ἐπʼ αὐταῖς τιμὰς διανέμειν· ἀλλʼ εἰ μὴ καὶ βασιλείας ἕλοιο κοινωνόν, ὑπὲρ ἧς τοσοῦτον ὑπομείνας πόνον τὸ τῶν τυράννων γένος ἀνῄρηκας, οὐδὲν ἄξιον τῶν σαυτοῦ κατορθωμάτων ἔργον ὑπέλαβες. καὶ ὅτι μὴ χρείᾳ μᾶλλον ἢ τῷ χαίρειν πάντα δωρούμενος ἐπὶ ταύτην ὥρμησας τὴν γνώμην, ἅπασιν οἶμαι γνώριμον γέγονε. τῶν μὲν γὰρ πρὸς τοὺς τυράννους ἀγώνων κοινωνὸν οὐχ εἵλου, τῆς τιμῆς δὲ τὸν οὐ μετασχόντα τῶν πόνων ἠξίωσας μεταλαβεῖν μόνον, ὅτε μηδὲν ἔτι φοβερὸν ἐδόκει. καὶ τῆς μὲν οὐδὲ ἐπʼ ὀλίγον ἀφελὼν δῆλος εἶ, τῶν πόνων δὲ οὐδὲ ἐπὶ σμικρὸν κοινωνεῖν ἀξιοῖς. πλὴν εἴ που δέοι πρὸς ὀλίγον ἑπόμενόν σοι στρατεύεσθαι. πότερον οὖν καὶ περὶ τούτων μαρτύρων τινῶν καὶ τεκμηρίων τῷ λόγῳ προσδεῖ; ἢ δῆλον ἐκ τοῦ λέγοντος, ὅτι μὴ ψευδεῖς ἐπεισάγει λόγους; ἀλλʼ ὑπὲρ μὲν τούτων οὐδὲν ἔτι πλέον ἄξιον ἐνδιατρίβειν. Σωφροσύνης δὲ ὑπὲρ τῆς σῆς καὶ φρονήσεως καὶ ὅσην εὔνοιαν τοῖς ὑπηκόοις ἐνειργάσω, βραχέα διελθεῖν ἴσως οὐκ ἄτοπον. τίς γάρ σʼ ἀγνοεῖ τῶν ἁπάντων τοσαύτην ἐκ παίδων τῆς ἀρετῆς ταύτης ἐπιμέλειαν ἐσχηκότα, ὅσην οὐδεὶς ἄλλος τῶν ἔμπροσθεν; καὶ τῆς μὲν ἐν παισὶ σωφροσύνης μάρτυς ὁ πατὴρ γέγονεν ἀξιόχρεως, σοὶ τὰ περὶ τὴν ἀρχὴν καὶ τὰ πρὸς τοὺς ἀδελφοὺς διοικεῖν ἐπιτρέψας μόνῳ, ὄντι γε οὐδὲ πρεσβυτάτῳ τῶν ἐκείνου παίδων· τῆς δὲ ἐν ἀνδράσιν ἅπαντες αἰσθανόμεθα, καθάπερ πολίτου τοῖς νόμοις ὑπακούοντος, ἀλλʼ οὐ βασιλέως τῶν νόμων ἄρχοντος, ἀεί σου προσφερομένου τῷ πλήθει καὶ τοῖς ἐν τέλει. τίς γάρ σʼ ἔγνω μεῖζον ὑπὸ τῆς εὐτυχίας φρονήσαντα; τίς δὲ ἐπαρθέντα τοῖς κατορθώμασι τοσούτοις καὶ τηλικούτοις ἐν βραχεῖ χρόνῳ γενομένοις; ἀλλὰ τὸν Φιλίππου φασὶν Ἀλέξανδρον, ἐπειδὴ τὴν Περσῶν καθεῖλε δύναμιν, οὐ μόνον τὴν ἄλλην δίαιταν πρὸς ὄγκον μείζονα καὶ λίαν ἐπαχθῆ τοῖς πᾶσιν ὑπεροψίαν μεταβαλεῖν, ἀλλʼ ἤδη καὶ τοῦ φύσαντος ὑπερορᾶν καὶ τῆς ἀνθρωπίνης ἁπάσης φύσεως. ἠξίου γὰρ υἱὸς Ἄμμωνος, ἀλλʼ οὐ Φιλίππου νομίζεσθαι, καὶ τῶν συστρατευσαμένων ὅσοι μὴ κολακεύειν μηδὲ δουλεύειν ἠπίσταντο τῶν ἑαλωκότων πικρότερον ἐκολάζοντο. ἀλλὰ σοῦ γε τῆς εἰς τὸν πατέρα τιμῆς ἆρα ἄξιον ἐνταῦθα μεμνῆσθαι; ὃν οὐκ ἰδίᾳ μόνον σεβόμενος, ἀεὶ δὲ ἐν τοῖς κοινοῖς συλλόγοις διετέλεις ἀνακηρύττων καθάπερ ἀγαθὸν ἥρωα. τῶν φίλων δέ, ἀξιοῖς γὰρ αὐτοὺς οὐκ ἄχρις ὀνόματος μόνον τῆς τιμῆς, πολὺ δὲ πλέον διὰ τῶν πραγμάτων βεβαιοῖς ἐπʼ αὐτῶν τοὔνομα· ἔστιν οὖν ἄρα τις ὁ μεμφόμενος ἀτιμίαν ἢ ζημίαν ἢ βλάβην ἤ τινα μικρὰν ὑπεροψίαν ἢ μείζονα; ἀλλʼ οὐκ ἂν οὐδαμῶς εἰπεῖν ἔχοι τοιοῦτον οὐδέν. τούτων γὰρ οἱ μὲν γηραιοὶ σφόδρα, ταῖς ἀρχαῖς εἰς τὴν εἱμαρμένην τελευτὴν τοῦ βίου παραμείναντες, τὰς ἐπιμελείας τῶν κοινῶν συναπέθεντο τοῖς σώμασι, παισὶν ἢ φίλοις ἤ τισι πρὸς γένους τοὺς κλήρους παραπέμποντες· ἄλλοι δὲ πρὸς τοὺς πόνους καὶ τὰς στρατείας ἀπαγορεύοντες, ἀφέσεως ἐντίμου τυχόντες, ζῶσιν ὄλβιοι· τινὲς δὲ καὶ μετήλλαξαν, εὐδαίμονες παρὰ τοῦ πλήθους εἶναι κρινόμενοι. ὅλως δὲ οὐκ ἔστιν οὐδὲ εἷς, ὃς ἐπειδὴ ταύτης ἠξιώθη τῆς τιμῆς, εἰ καὶ μοχθηρὸς ὕστερον ἐφάνη, τιμωρίας ἔτυχε μικρᾶς ἢ μείζονος· ἤρκεσε δὲ αὐτὸν ἀπηλλάχθαι μόνον καὶ μηδὲν ἐνοχλεῖν ἔτι. Ἐν δὲ τούτοις ἅπασιν ὢν καὶ γεγονὼς τοιοῦτος ἐξ ἀρχῆς ἡδονῆς ἁπάσης, ᾗ πρόσεστιν ὄνειδος καὶ μικρόν, καθαρὰν τὴν ψυχὴν διεφύλαξας. μόνον δὲ οἶμαι σὲ τῶν πρόσθεν αὐτοκρατόρων, σχεδὸν δὲ πλὴν σφόδρα ὀλίγων καὶ πάντων ἀνθρώπων οὐκ ἀνδράσι μόνον παράδειγμα πρὸς σωφροσύνην παρασχεῖν κάλλιστον, καὶ γυναιξὶ δὲ τῆς πρὸς τοὺς ἄνδρας κοινωνίας. ὅσα γὰρ ἐκείναις ἀπαγορεύουσιν οἱ νόμοι τοῦ γνησίους φύεσθαι τοὺς παῖδας ἐπιμελόμενοι, ταῦτα ὁ λόγος ἀπαγορεύει ταῖς ἐπιθυμίαις παρὰ σοί. ἀλλʼ ὑπὲρ μὲν τούτων ἔχων ἔτι πλείονα λέγειν ἀφίημι. Τῆς φρονήσεως δὲ ἄξιον μὲν ἔπαινον διελθεῖν οὐδαμῶς εὐχερές, μικρὰ δὲ ὅμως καὶ ὑπὲρ ταύτης ῥητέον. ἔστι δὲ τὰ μὲν ἔργα τῶν λόγων οἶμαι πιστότερα. οὐ γάρ ἐστιν εἰκὸς τοσαύτην ἀρχὴν καὶ δύναμιν μὴ παρὰ τῆς ἴσης διοικουμένην καὶ κρατουμένην φρονήσεως πρὸς τοσοῦτον μέγεθος ἀφικέσθαι καὶ κάλλος πράξεων· ἀγαπητὸν δέ, εἰ καὶ τῇ τύχῃ μόνον δίχα φρονήσεως ἐπιτρεπομένη ἐπὶ πολὺ μένει. ἀνθῆσαι μὲν γὰρ τῇ τύχῃ προσσχόντα πρὸς βραχὺ ῥᾴδιον, διαφυλάξαι δὲ τὰ δοθέντα ἀγαθὰ δίχα φρονήσεως οὐ λίαν εὔκολον, μᾶλλον δὲ ἀδύνατον ἴσως. ὅλως δὲ εἰ χρὴ καὶ περὶ τούτων ἐναργὲς φράζειν τεκμήριον, πολλῶν καὶ γνωρίμων οὐκ ἀπορήσομεν. τὴν γὰρ εὐβουλίαν ὑπολαμβάνομεν τῶν περὶ τὰς πράξεις ἀγαθῶν καὶ συμφερόντων ἐξευρίσκειν τὰ κράτιστα. σκοπεῖν οὖν ἄξιον ἐφʼ ἁπάντων ἁπλῶς, εἰ μὴ τοῦθʼ ἕν ἐστι τῶν σοι πραχθέντων. οὐκοῦν ὅπου μὲν ἦν ὁμονοίας χρεία, ἔχαιρες ἐλαττούμενος, ὅπου δὲ τοῖς κοινοῖς ἐχρῆν βοηθεῖν, τὸν πόλεμον ἀνείλου προθυμότατα. καὶ Περσῶν μὲν τὴν δύναμιν καταστρατηγήσας οὐδένα τῶν ὁπλιτῶν ἀποβαλὼν διέφθειρας, τὸν πρὸς τοὺς τυράννους δὲ πόλεμον διελὼν τοῦ μὲν ἐκράτησας ταῖς δημηγορίαις, καὶ τὴν μετʼ ἐκείνου δύναμιν ἀκέραιον καὶ κακῶν ἀπαθῆ προσλαβὼν κατεπολέμησας μᾶλλον διὰ τῆς συνέσεως ἢ διὰ τῆς ῥώμης τὸν τοσούτων τοῖς κοινοῖς αἴτιον συμφορῶν. βούλομαι δὲ σαφέστερον περὶ τούτων εἰπὼν ἅπασι δεῖξαι, τίνι μάλιστα πιστεύσας τοσούτοις σαυτὸν ἐπιδοὺς πράγμασιν οὐδενὸς ὅλως διήμαρτες. εὔνοιαν οἴει δεῖν παρὰ τῶν ὑπηκόων ὑπάρχειν τῷ βασιλεύοντι ἐρυμάτων ἀσφαλέστατον. ταύτην δὲ ἐπιτάττοντα μὲν καὶ κελεύοντα καθάπερ εἰσφορὰς καὶ φόρους κτήσασθαι παντελῶς ἄλογον. λείπεται δὴ λοιπόν, καθάπερ αὐτὸς ὥρμηκας, τὸ πάντας εὖ ποιεῖν καὶ μιμεῖσθαι τὴν θείαν ἐν ἀνθρώποις φύσιν· πρᾴως μὲν ἔχειν πρὸς ὀργήν, τῶν τιμωριῶν δὲ ἀφαιρεῖσθαι τὰς χαλεπότητας, πταίσασι δὲ οἶμαι τοῖς ἐχθροῖς ἐπιεικῶς καὶ εὐγνωμόνως προσφέρεσθαι. ταῦτα πράττων, ταῦτα θαυμάζων, ταῦτα τοῖς ἄλλοις προστάττων μιμεῖσθαι τὴν Ῥώμην μέν, ἔτι τοῦ τυράννου κρατοῦντος τῆς Ἰταλίας, διὰ τῆς γερουσίας εἰς Παιονίαν μετέστησας, προθύμους δὲ εἶχες τὰς πόλεις πρὸς τὰς λειτουργίας. Τῶν στρατευμάτων δὲ τὴν εὔνοιαν τίς ἂν ἀξίως διηγήσαιτο; τάξις μὲν ἱππέων πρὸ τῆς ἐν τῇ Μύρσῃ παρατάξεως μεθειστήκει, ἐπεὶ δὲ τῆς Ἰταλίας ἐκράτησας, πεζῶν κατάλογοι καὶ τέλη λαμπρά. ἀλλὰ τὸ μικρὸν μετὰ τὴν τοῦ τυράννου δυστυχῆ τελευτὴν ἐν Γαλατίᾳ γενόμενον κοινὴν ἁπάντων ἔδειξε στρατοπέδων τὴν εὔνοιαν, τὸν θρασυνόμενον καθάπερ ἐπʼ ἐρημίας καὶ τὴν γυναικείαν ἁλουργίδα περιβαλόμενον ὥσπερ τινὰ λύκον ἐξαίφνης διασπασαμένων. ὅστις δὲ ἐπὶ ταύτῃ γέγονας τῇ πράξει, καὶ ὅπως πρᾴως ἅπασι καὶ φιλανθρώπως τοῖς ἐκείνου γνωρίμοις προσηνέχθης, ὅσοι μηδὲν ἠλέγχοντο ἐκείνῳ συμπράξαντες, πολλῶν ἐφεστηκότων τῇ κατηγορίᾳ συκοφαντῶν, καὶ τὴν πρὸς ἐκεῖνον φιλίαν ὑποπτεύειν μόνον κελευόντων, ἐγὼ μὲν ἁπάσης ἀρετῆς τίθεμαι τοῦτο κεφάλαιον. καὶ γὰρ ἐπιεικῶς καὶ δικαίως φημὶ καὶ πολὺ πλέον ἐμφρόνως πεπράχθαι. ὅστις δὲ ἄλλως ἡγεῖται καὶ τῆς περὶ τοῦ πράγματος ἀληθοῦς ὑπολήψεως καὶ τῆς σῆς γνώμης διήμαρτε. τοὺς μὲν γὰρ οὐκ ἐλεγχθέντας δίκαιον ἦν, ὡς εἰκός, σώζεσθαι, ὑπόπτους δὲ τὰς φιλίας καὶ διὰ τοῦτο φευκτὰς οὐδαμῶς ᾤου δεῖν κατασκευάζειν, ὑπὸ τῆς τῶν ὑπηκόων εὐνοίας ἐς τοῦτο μεγέθους ἀρθεὶς καὶ πράξεων. ἀλλὰ καὶ τὸν παῖδα τοῦ τετολμηκότος νήπιον κομιδῇ τῆς πατρῴας οὐδὲν εἴασας μετασχεῖν ζημίας. οὕτω σοι πρὸς ἐπιείκειαν ἡ πρᾶξις ῥέπουσα τελείας ἀρετῆς ὑπάρχει γνώρισμα.