<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="34"><p rend="align(indent)">Σκοπεῖν δὲ ὑπὲρ ἁπάντων ἄξιον ἤδη τῶν ῥηθέντων, εἰ μετὰ ἀρετῆς καὶ τῆς βελτίστης ἕξεως ἅπαντα γέγονε· τούτῳ γὰρ ἤδη καὶ τῶν λόγων ἀρχόμενος μάλιστα προσέχειν τὸν νοῦν ἠξίουν. οὐκοῦν τῷ πατρὶ μὲν εὐσεβῶς καὶ φιλανθρώπως ὅπως προσηνέχθης, ὁμονοῶν δὲ πρὸς τοὺς ἀδελφοὺς διετέλεσας τὸν ἅπαντα χρόνον, ἀρχόμενος μὲν <milestone unit="page" resp="Spanheim" n="41c"/> προθύμως, συνάρχων δὲ ἐκείνοις σωφρόνως, πάλαι τε εἴρηται καὶ νῦν ἀξιούσθω μνήμης. τοῦτο δὲ ὅστις μικρᾶς ἀρετῆς ἔργον ὑπέλαβεν Ἀλέξανδρον τὸν Φιλίππου καὶ Κῦρον τὸν Καμβύσου σκοπῶν ἐπαινείτω. ὁ μὲν γὰρ μειράκιον ἔτι κομιδῇ νέον δῆλος ἦν τοῦ πατρὸς οὐκ ἀνεξόμενος ἄρχοντος, ὁ δὲ ἀφείλετο τὴν ἀρχὴν τὸν πάππον. καὶ ταῦτα οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅστις οὐκ οἴεταί σε, μηδὲν ἐκείνων μεγαλοψυχίᾳ καὶ τῇ πρὸς τὰ καλὰ φιλοτιμίᾳ λειπόμενον, οὕτως ἐγκρατῶς καὶ σωφρόνως <milestone unit="page" resp="Spanheim" n="41d"/> τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς προσενηνέχθαι. παρασχούσης γὰρ τῆς τύχης τὸν καιρὸν, ἐν ᾧ τῆς ἁπάντων ἡγεμονίας ἐχρῆν μεταποιηθῆναι, πρῶτος ὡρμήθης, πολλῶν ἀπαγορευόντων καὶ πρὸς τἀναντία ξυμπείθειν ἐπιχειρούντων· ῥᾷστα δὲ καὶ πρὸς ἀσφάλειαν τὸν ἐν χερσὶ πόλεμον διοικησάμενος ἐλευθεροῦν ἔγνως τῆς ἀρχῆς τὰ κατειλημμένα, <milestone unit="page" resp="Spanheim" n="42a"/> δικαιοτάτην μὲν καὶ οἵαν οὔπω πρόσθεν ἔλαβε πρόφασιν πόλεμος τῆς πρὸς ἐκείνους ἔχθρας <pb n="v.1.p.108"/>  τιθέμενος. οὐδὲ γὰρ ἐμφύλιον ἄξιον προσαγορεύειν τὸν πόλεμον, οὗ βάρβαρος ἦν ἡγεμὼν ἑαυτὸν ἀναγορεύσας βασιλέα καὶ χειροτονήσας στρατηγόν. τῶν ἀδικημάτων δὲ τῶν ἐκείνου καὶ ὧν ἔδρασεν εἰς οἰκίαν τὴν σὴν οὐχ ἡδύ μοι πολλάκις μεμνῆσθαι. ἀνδρειοτέραν δὲ τῆσδε τῆς πράξεως τίς ἂν εἰπεῖν ἔχοι; ἐφʼ ἧς δῆλος μὲν <milestone unit="page" resp="Spanheim" n="42b"/> ἦν ἀποτυχόντι τῶν ἔργων ὁ κίνδυνος· ὑπέμενες δὲ οὐδὲν κέρδους χάριν οὐδὲ κλέος ἀείμνηστον ἀντωνούμενος, ὑπὲρ οὗ καὶ ἀποθνήσκειν ἄνδρες ἀγαθοὶ πολλάκις τολμῶσιν, οἷον πρὸς ἀργύριον τὴν δόξαν τὰς ψυχὰς ἀποδιδόμενοι, οὐδὲ μὴν δι’ ἐπιθυμίαν ἀρχῆς μείζονος καὶ λαμπροτέρας, ὅτι μηδὲ νέῳ σοι τούτων ἐπιθυμῆσαι συνέβη, ἀλλʼ αὐτὸ τὸ καλὸν στέργων τῆς πράξεως πάντα ὑπομένειν ᾤου δεῖν πρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα καὶ νόμων κύριον καὶ <milestone unit="page" resp="Spanheim" n="42c"/> πολιτείας καθεστῶτα καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="35"><p>τῆς παρασκευῆς δὲ αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι; καίτοι Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι, εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ <milestone unit="page" resp="Spanheim" n="42d"/> τούτων αὐτῶν οἶμαι τῶν χωρίων, ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον συμβαλεῖν οὐδὲ τοῖς ἔργοις.</p><pb n="v.1.p.110"/><p rend="align(indent)">Τὴν δὲ εἰς τὰ λοιπὰ δαπανήματα μεγαλοπρέπειαν μὴ πολὺ λίαν ἔργον ᾖ φράζειν, οὐδὲ ὁπόσα ταῖς πόλεσι πάλαι στερομέναις ἀπεδίδους ἀπαριθμούμενος <milestone unit="page" resp="Spanheim" n="43a"/> ἐνοχλήσω τὰ νῦν. πλουτοῦσι μὲν γὰρ ἅπασαι διὰ σὲ ἐπὶ τῶν ἔμπροσθεν ἐνδεεῖς οὖσαι καὶ τῶν ἀναγκαίων, ἐπιδίδωσι δὲ τῶν ἰδίων ἕκαστος οἴκων διὰ τὰς κοινὰς τῶν πόλεων εὐετηρίας. ἀλλὰ τῶν εἰς τοὺς ἰδιώτας ἄξιον δωρεῶν μεμνῆσθαι, ἐλευθέριόν σε καὶ μεγαλόδωρον βασιλέα προσαγορεύοντα, ὃς πολλοῖς μὲν στερομένοις πάλαι τῶν αὑτῶν κτημάτων, τοῦ πατρῴου κλήρου συμφορᾷ περιπεπτωκότος ἐν δίκῃ καὶ παρὰ δίκην, ἐπειδὴ πρῶτον ἐγένου κύριος, <milestone unit="page" resp="Spanheim" n="43b"/> τοῖς μὲν καθάπερ δικαστὴς ἀγαθὸς τὰ τῶν ἔμπροσθεν ἁμαρτήματα διορθωσάμενος κυρίους εἶναι τῆς αὑτῶν οὐσίας παρέσχες, τοῖς δὲ ἐπιεικὴς κριτὴς γενόμενος ταῦτα μὲν ὧν ἀφῄρηντο πάλιν ἐχαρίσω, ἀρκεῖν οἰόμενος τὸ μῆκος τοῦ χρόνου πρὸς τιμωρίαν τοῖς παθοῦσιν· ὅσα δὲ αὐτὸς οἴκοθεν χαριζόμενος πλουσιωτέρους ἀπέφηνας πολλοὺς τῶν πάλαι δοξάντων ἐπὶ τῇ τῶν χρημάτων <milestone unit="page" resp="Spanheim" n="43c"/> εὐπορίᾳ σεμνύνεσθαι, τί χρὴ νῦν ὑπομιμνήσκοντα περὶ μικρὰ διατρίβειν δοκεῖν; ἄλλως τε καὶ πᾶσιν ὄντος καταφανοῦς, ὅτι μηδεὶς πώποτε πλὴν Ἀλεξάνδρου τοῦ Φιλίππου τοσαῦτα βασιλεὺς τοῖς αὑτοῦ φίλοις διανέμων ὤφθη. ἀλλὰ τοῖς μὲν ὁ τῶν φίλων πλοῦτος τῆς τῶν πολεμίων ῥώμης ὕποπτος ἐφάνη μᾶλλον καὶ φοβερώτερος, ἄλλοι <pb n="v.1.p.112"/>  δὲ τὴν τῶν ἀρχομένων εὐγένειαν ὑπιδόμενοι πάντα τρόπον τοὺς εὖ γεγονότας προπηλακίζοντες <milestone unit="page" resp="Spanheim" n="43d"/> ἢ καὶ ἀναιροῦντες ἄρδην τὰς οἰκίας κοινῇ μὲν ταῖς πόλεσι συμφορῶν, ἰδίᾳ δὲ αὑτοῖς ἀνοσίων ἔργων αἰτιώτατοι κατέστησαν. οὐκ ἀπέσχοντο δὲ ἤδη τινὲς τοῖς τοῦ σώματος ἀγαθοῖς, ὑγιείᾳ φημὶ καὶ κάλλει καὶ εὐεξίᾳ, βασκαίνοντες· ψυχῆς τε ἀρετὴν ἔν τινι τῶν πολιτῶν γενομένην οὐδὲ ἀκούειν ὑπέμενον, ἀλλʼ ἦν ἀδίκημα τοῦτο, καθάπερ ἀνδροφονία καὶ κλοπὴ καὶ προδοσία, τὸ δοκεῖν ἀρετῆς μεταποιηθῆναι. <milestone unit="page" resp="Spanheim" n="44a"/> καὶ ταῦτα τυχὸν ἀληθῶς οὐ βασιλέων φήσει τις, πονηρῶν δὲ καὶ ἀνελευθέρων τυράννων ἔργα καὶ πράξεις. ἐκεῖνο δὲ ἤδη τὸ πάθος οὐ τῶν ἀνοήτων μόνον, ἀλλά τινων ἐπιεικῶν καὶ πρᾴων ἀνδρῶν ἁψάμενον, τὸ τοῖς φίλοις ἄχθεσθαι πλέον ἔχουσι καὶ πολλάκις ἐλαττοῦν ἐθέλειν καὶ τῶν προσηκόντων αὐτοὺς ἀφαιρεῖσθαι, τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε; </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="36"><p>τοῦτο καὶ Κῦρόν φασι τὸν Πέρσην γάμβρον ὄντα βασιλέως παρὰ τοῦ κηδεστοῦ παθεῖν ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ, καὶ Ἀγησίλαος δὲ <milestone unit="page" resp="Spanheim" n="44b"/> δῆλος ἦν ἀχθόμενος τιμωμένῳ παρὰ τοῖς Ἴωσι Λυσάνδρῳ. </p><p rend="align(indent)">Τούτους οὖν πάντας ὑπερβαλλόμενος ἀρετῇ, τοῖς πλουτοῦσι μὲν τὸ πλουτεῖν ἀσφαλέστερον ἢ πατὴρ τοῖς αὑτοῦ παισὶ κατέστησας, εὐγενείας <pb n="v.1.p.114"/>  δὲ τῆς τῶν ὑπηκόων προνοεῖς καθάπερ ἁπάσης πόλεως οἰκιστὴς καὶ νομοθέτης· καὶ τοῖς ἐκ τῆς τύχης ἀγαθοῖς πολλὰ μὲν προστιθείς, πολλὰ δὲ καὶ αὐτὸς ἐξ ἀρχῆς χαριζόμενος, δῆλος <milestone unit="page" resp="Spanheim" n="44c"/> εἶ τῷ μεγέθει μὲν τὰς παρὰ τῶν βασιλέων δωρεὰς ὑπερβαλλόμενος, τῇ βεβαιότητι δὲ τῶν ἅπαξ δοθέντων τὰς παρὰ τῶν δήμων χάριτας ἀποκρυπτόμενος. τοῦτο δὲ οἶμαι καὶ μάλα εἰκότως συμβαίνει. οἱ μὲν γὰρ ἐφʼ οἷς συνίσασιν αὑτοῖς ἀπολειφθεῖσιν ἀγαθοῖς, τοῖς κεκτημένοις βασκαίνουσιν, ὅτῳ δὲ τὰ μὲν ἐκ τῆς τύχης ἐστὶ λαμπρὰ καὶ οἷα οὐδενὶ τῶν ἄλλων, τὰ δὲ ἐκ τῆς προαιρέσεως τῶν ἐκ τῆς τύχης μακρῷ σεμνότερα, <milestone unit="page" resp="Spanheim" n="44d"/> οὐκ ἔστιν ὅτου δεόμενος τῷ κεκτημένῳ φθονήσειεν. ὃ δὴ καὶ σαυτῷ μάλιστα πάντων ὑπάρχειν ἐγνωκὼς χαίρεις μὲν ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς, εὐφραίνει δέ σε τὰ τῶν ὑπηκόων κατορθώματα· καὶ τιμὰς ἐπʼ αὐτοῖς τὰς μὲν ἐχαρίσω, τὰς δὲ ἤδη μέλλεις, ὑπὲρ δὲ ἐνίων βουλεύῃ· καὶ οὐκ ἀπόχρη σοι πόλεως μιᾶς οὐδὲ ἔθνους ἑνὸς οὐδὲ πολλῶν ὁμοῦ τοῖς φίλοις ἀρχὰς καὶ τὰς ἐπʼ αὐταῖς τιμὰς διανέμειν· ἀλλʼ εἰ μὴ καὶ βασιλείας <milestone unit="page" resp="Spanheim" n="45a"/> ἕλοιο κοινωνόν, ὑπὲρ ἧς τοσοῦτον ὑπομείνας πόνον τὸ τῶν τυράννων γένος ἀνῄρηκας, οὐδὲν ἄξιον τῶν σαυτοῦ κατορθωμάτων ἔργον ὑπέλαβες. καὶ ὅτι μὴ χρείᾳ μᾶλλον ἢ τῷ χαίρειν πάντα <pb n="v.1.p.116"/>  δωρούμενος ἐπὶ ταύτην ὥρμησας τὴν γνώμην, ἅπασιν οἶμαι γνώριμον γέγονε. τῶν μὲν γὰρ πρὸς τοὺς τυράννους ἀγώνων κοινωνὸν οὐχ εἵλου, τῆς τιμῆς δὲ τὸν οὐ μετασχόντα τῶν πόνων ἠξίωσας μεταλαβεῖν μόνον, ὅτε μηδὲν ἔτι φοβερὸν <milestone unit="page" resp="Spanheim" n="45b"/> ἐδόκει. καὶ τῆς μὲν οὐδὲ ἐπʼ ὀλίγον ἀφελὼν δῆλος εἶ, τῶν πόνων δὲ οὐδὲ ἐπὶ σμικρὸν κοινωνεῖν ἀξιοῖς. πλὴν εἴ που δέοι πρὸς ὀλίγον ἑπόμενόν σοι στρατεύεσθαι. πότερον οὖν καὶ περὶ τούτων μαρτύρων τινῶν καὶ τεκμηρίων τῷ λόγῳ προσδεῖ; ἢ δῆλον ἐκ τοῦ λέγοντος, ὅτι μὴ ψευδεῖς ἐπεισάγει λόγους;</p></div></div></body></text></TEI>