Ἡμεῖς δὲ ἐπειδὴ τὸν πρῶτον πόλεμον διεληλύθαμεν, ληγούσης ἤδη τῆς ὀπώρας, ἆρ’ ἐνταῦθα τὴν διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος ἀποδοῦναι τῶν ἔργων τοῖς ποθοῦσιν ἄξιον; ἐπέλαβε μὲν ὁ χειμὼν καὶ παρέσχε διαφυγεῖν τῆν τιμωρίαν τὸν τύραννον. κηρύγματα δὲ ἦν λαμπρὰ καὶ βασιλικῆς ἄξια μεγαλοψυχίας· ἄδεια δὲ πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ τυράννου, πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει· ἀπελάμβανον τὰς οἰκίας ἅπαντες καὶ τὰ χρήματα καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων αὐτοῖς ἐλπίζοντες. ὑπεδέχου τὸ ναυτικὸν ἐκ τῆς Ἰταλίας ἐπανερχόμενον, πολλοὺς ἐκεῖθεν πολίτας κατάγον φεύγοντας οἶμαι τὴν τῶν τυράννων ὠμότητα. ἐπεὶ δὲ ὁ καιρὸς ἐκάλει στρατεύεσθαι, πάλιν ἐφειστήκεις δεινὸς τῷ τυράννῳ. ὁ δὲ προυβάλλετο τὰς Ἰταλῶν δυσχωρίας, καὶ τοῖς ὄρεσι τοῖς ἐκεῖ καθάπερ θηρίον ἐναποκρύψας τὰς δυνάμεις αὐτὸς οὐδὲ ὑπαίθριος ἐτόλμα στρατεύειν. ἀναλαβὼν δὲ αὑτὸν εἰς τὴν πλησίον πόλιν τρυφῶσαν καὶ πολυτελῆ, ἐν πανηγύρεσι καὶ τρυφαῖς ἔτριβε τὸν χρόνον, ἀρκέσειν μὲν αὑτῷ πρὸς σωτηρίαν τῶν ὀρῶν τὴν δυσχωρίαν μόνον οἰόμενος. ἀκόλαστος δὲ ὢν φύσει κερδαίνειν ᾤετο τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἐν τοσούτοις κακοῖς, δῆλός τε ἦν λίαν πεπιστευκὼς ἀσφαλῶς αὐτῷ τὰ παρόντα ἔχειν, ἀποτειχιζομένης ἐν κύκλῳ τῆς Ἰταλίας τοῖς ὄρεσι, πλὴν ὅσον ἐξ ἡμισείας ἡ θάλασσα τεναγώδης οὖσα καὶ τοῖς Αἰγυπτίων ἕλεσιν ἐμφερὴς ἄβατον καὶ νηίτῃ στρατῷ πολεμίων ἀνδρῶν καθίστησιν. ἀλλʼ ἔοικεν οὐδὲ ἓν ἡ φύσις πρὸς ἀνδρὸς ἀρετὴν καὶ σωφροσύνην τοῖς ἀκολάστοις καὶ δειλοῖς ἔρυμα μηχανήσασθαι, πάντα ὑποχωρεῖν φρονήσει μετὰ ἀνδρείας ἐπιούσῃ παρασκευάζουσα· πάλαι τε ἡμῖν ἐξηῦρε τὰς τέχνας, δι’ ὧν εἰς εὐπορίαν τῶν τέως δοξάντων ἀπόρων κατέστημεν, καὶ ἐπὶ τῶν καθʼ ἕκαστον ἔργων τὸ πολλοῖς ἀδύνατον εἶναι φαινόμενον ἐπιτελούμενον πρὸς ἀνδρὸς σώφρονος. ὃ δὴ καὶ τότε τοῖς ἔργοις, ὦ βασιλεῦ, δείξας εἰκότως ἂν ἀποδέχοιο τοὺς ἐπʼ αὐτῷ λόγους. Ἐστράτευες μὲν γὰρ αὐτὸς ὑπαίθριος, καὶ ταῦτα πλησίον παρούσης πόλεως οὐ φαύλης, τοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν· ἄτραπον μὲν ἐξηῦρες ἄγνωστον τοῖς πᾶσι, πέμψας δὲ ἀξιόμαχον τῆς δυνάμεως ἁπάσης ὁπλιτῶν μοῖραν, εἶτα ἐπειδὴ σαφῶς ἔγνως αὐτοὺς τοῖς πολεμίοις ἐφεστῶτας, αὐτὸς ἀναλαβὼν ἦγες τὸ στράτευμα, καὶ κύκλῳ περιέχων πάντων ἐκράτησας. ταῦτα ἐδρᾶτο πρὸ τῆς ἕω, ἤγγελτο δὲ πρὸ μεσημβρίας τῷ τυράννῳ ἁμίλλαις ἱππικαῖς καὶ πανηγύρει προσκαθημένῳ καὶ τῶν παρόντων οὐδὲν ἐλπίζοντι. τίς μὲν οὖν γέγονεν ἐκ τίνος, καὶ ποταπὴν γνώμην εἶχεν ὑπὲρ τῶν παρόντων, καὶ ὅπως ἐκλιπὼν ἔφυγε τὴν πόλιν καὶ τὴν Ἰταλίαν πᾶσαν, τοὺς φόνους καὶ τὰς πρόσθεν ἀδικίας ἐκκαθαιρόμενος, οὐ τοῦ παρόντος ἂν εἴη λόγου διηγεῖσθαι. ἔμελλε δὲ βραχείας ἀνοκωχῆς τυχὼν οὐδέν τι μεῖον τῶν ἔμπροσθεν δράσειν. οὕτως οὐδὲν πρὸς πονηρίαν ψυχῆς ἄνθρωπος ἀνόσιος ἐξηῦρε καθάρσιον διὰ τοῦ σώματος. ἀφικόμενος γὰρ εἰς Γαλατίαν ὁ χρηστὸς οὑτοσὶ καὶ νόμιμος ἄρχων τοσοῦτον αὐτοῦ γέγονε χαλεπώτερος, ὡς, εἴ τις πρότερον αὐτὸν διαφυγὼν ἐλελήθει τιμωρίας τρόπος ὠμότατος, τοῦτον ἐξευρὼν θέαμα κεχαρισμένον αὑτῷ τὰς τῶν ἀθλίων πολιτῶν παρεῖχε συμφοράς· ἅρματος ζῶντας ἐκδήσας καὶ μεθεὶς φέρεσθαι τοῖς ἡνιόχοις ἕλκειν ἂν ἐκέλευεν, αὐτὸς ἐφεστηκὼς καὶ θεώμενος τὰ δρώμενα· καί τισι τοιούτοις ἑτέροις αὑτὸν ψυχαγωγῶν τὸν πάντα διετέλει χρόνον, ἕως αὐτὸν καθάπερ Ὀλυμπιονίκης περὶ τῷ τρίτῳ παλαίσματι καταβαλὼν δίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος, ὃ πολλῶν πολιτῶν ἐμίανε φόνῳ. ταύτης ἐγὼ τῆς νίκης ἀμείνω καὶ δικαιοτέραν οὔποτε γενέσθαι φημὶ οὐδὲ ἐφʼ ᾗ μᾶλλον τὸ κοινὸν τῶν ἀνθρώπων ηὐφράνθη γένος, τοσαύτης ὠμότητος καὶ πικρίας ἀφεθὲν ὄντως ἐλεύθερον, εὐνομίᾳ δὲ ἤδη γανύμενον, ἧς τέως ἀπολαύομεν καὶ ἀπολαύσαιμέν γε ἐπὶ πλέον, ὦ πάντα ἀγαθὴ πρόνοια. Ἐμοὶ δὲ ποθοῦντι μὲν ἐπεξελθεῖν ἅπασι τοῖς σοι πραχθεῖσιν, ἀπολειπομένῳ δὲ συγγνώμην εἰκότως, ὦ μέγιστε βασιλεῦ, παρέξεις, εἰ μήτε τῶν ἀποστόλων τῶν ἐπὶ Καρχηδόνα μνημονεύοιμι ἀπό τε Αἰγύπτου παρασκευασθέντων καὶ ἐξ Ἰταλίας ἐπʼ αὐτὴν πλευσάντων, μήτε ὡς τῶν Πυρηναίων ὀρῶν ἐκράτησας ναυσὶν ἐκπέμψας ἐπʼ αὐτὰ στράτευμα, μήτε τῶν ἔναγχός σοι πολλάκις πρὸς τοὺς βαρβάρους πραχθέντων, μήτʼ εἴ τι τοιοῦτον ἕτερον τῶν πάλαι γεγονὸς λέληθε τοὺς πολλούς. ἐπεὶ καὶ τὴν Ἀντιόχου πόλιν ἑαυτὴν σοῦ ἐπώνυμον ἐπονομάζουσαν ἀκούω πολλάκις. ἔστι μὲν γὰρ διὰ τὸν κτίσαντα, πλουτεῖ δὲ ἤδη καὶ πρὸς ἅπασαν εὐπορίαν ἐπιδέδωκε διὰ σὲ λιμένας εὐόρμους τοῖς καταίρουσι παρασχόντα· τέως δὲ οὐδὲ παραπλεῖν ἀσφαλὲς οὐδὲ ἀκίνδυνον ἐδόκει· οὕτως ἦν πάντα σκοπέλων τινῶν καὶ πετρῶν ὑφάλων ἀνάπλεα τῆς θαλάσσης τῆσδε πρὸς ταῖς ᾐόσι. στοὰς δὲ καὶ κρήνας καὶ ὅσα τοιαῦτα παρὰ τῶν ὑπάρχων διὰ σὲ γέγονεν οὐδὲ ὀνομάζειν ἄξιον. ὁπόσα δὲ τῇ πατρῴᾳ πόλει προστέθεικας, τεῖχος μὲν αὐτῇ κύκλῳ περιβαλὼν ἀρξάμενον τότε, τὰ δοκοῦντα δὲ οὐκ ἀσφαλῶς ἔχειν τῶν οἰκοδομημάτων εἰς ἀθάνατον ἀσφάλειαν κατατιθείς, τίς ἂν ἀπαριθμήσαιτο; ἐπιλείψει με τούτων ἕκαστον ὁ χρόνος διηγούμενον. Σκοπεῖν δὲ ὑπὲρ ἁπάντων ἄξιον ἤδη τῶν ῥηθέντων, εἰ μετὰ ἀρετῆς καὶ τῆς βελτίστης ἕξεως ἅπαντα γέγονε· τούτῳ γὰρ ἤδη καὶ τῶν λόγων ἀρχόμενος μάλιστα προσέχειν τὸν νοῦν ἠξίουν. οὐκοῦν τῷ πατρὶ μὲν εὐσεβῶς καὶ φιλανθρώπως ὅπως προσηνέχθης, ὁμονοῶν δὲ πρὸς τοὺς ἀδελφοὺς διετέλεσας τὸν ἅπαντα χρόνον, ἀρχόμενος μὲν προθύμως, συνάρχων δὲ ἐκείνοις σωφρόνως, πάλαι τε εἴρηται καὶ νῦν ἀξιούσθω μνήμης. τοῦτο δὲ ὅστις μικρᾶς ἀρετῆς ἔργον ὑπέλαβεν Ἀλέξανδρον τὸν Φιλίππου καὶ Κῦρον τὸν Καμβύσου σκοπῶν ἐπαινείτω. ὁ μὲν γὰρ μειράκιον ἔτι κομιδῇ νέον δῆλος ἦν τοῦ πατρὸς οὐκ ἀνεξόμενος ἄρχοντος, ὁ δὲ ἀφείλετο τὴν ἀρχὴν τὸν πάππον. καὶ ταῦτα οὐδείς ἐστιν οὕτως ἠλίθιος, ὅστις οὐκ οἴεταί σε, μηδὲν ἐκείνων μεγαλοψυχίᾳ καὶ τῇ πρὸς τὰ καλὰ φιλοτιμίᾳ λειπόμενον, οὕτως ἐγκρατῶς καὶ σωφρόνως τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς προσενηνέχθαι. παρασχούσης γὰρ τῆς τύχης τὸν καιρὸν, ἐν ᾧ τῆς ἁπάντων ἡγεμονίας ἐχρῆν μεταποιηθῆναι, πρῶτος ὡρμήθης, πολλῶν ἀπαγορευόντων καὶ πρὸς τἀναντία ξυμπείθειν ἐπιχειρούντων· ῥᾷστα δὲ καὶ πρὸς ἀσφάλειαν τὸν ἐν χερσὶ πόλεμον διοικησάμενος ἐλευθεροῦν ἔγνως τῆς ἀρχῆς τὰ κατειλημμένα, δικαιοτάτην μὲν καὶ οἵαν οὔπω πρόσθεν ἔλαβε πρόφασιν πόλεμος τῆς πρὸς ἐκείνους ἔχθρας τιθέμενος. οὐδὲ γὰρ ἐμφύλιον ἄξιον προσαγορεύειν τὸν πόλεμον, οὗ βάρβαρος ἦν ἡγεμὼν ἑαυτὸν ἀναγορεύσας βασιλέα καὶ χειροτονήσας στρατηγόν. τῶν ἀδικημάτων δὲ τῶν ἐκείνου καὶ ὧν ἔδρασεν εἰς οἰκίαν τὴν σὴν οὐχ ἡδύ μοι πολλάκις μεμνῆσθαι. ἀνδρειοτέραν δὲ τῆσδε τῆς πράξεως τίς ἂν εἰπεῖν ἔχοι; ἐφʼ ἧς δῆλος μὲν ἦν ἀποτυχόντι τῶν ἔργων ὁ κίνδυνος· ὑπέμενες δὲ οὐδὲν κέρδους χάριν οὐδὲ κλέος ἀείμνηστον ἀντωνούμενος, ὑπὲρ οὗ καὶ ἀποθνήσκειν ἄνδρες ἀγαθοὶ πολλάκις τολμῶσιν, οἷον πρὸς ἀργύριον τὴν δόξαν τὰς ψυχὰς ἀποδιδόμενοι, οὐδὲ μὴν δι’ ἐπιθυμίαν ἀρχῆς μείζονος καὶ λαμπροτέρας, ὅτι μηδὲ νέῳ σοι τούτων ἐπιθυμῆσαι συνέβη, ἀλλʼ αὐτὸ τὸ καλὸν στέργων τῆς πράξεως πάντα ὑπομένειν ᾤου δεῖν πρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα καὶ νόμων κύριον καὶ πολιτείας καθεστῶτα καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις. τῆς παρασκευῆς δὲ αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι; καίτοι Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι, εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ τούτων αὐτῶν οἶμαι τῶν χωρίων, ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον συμβαλεῖν οὐδὲ τοῖς ἔργοις. Τὴν δὲ εἰς τὰ λοιπὰ δαπανήματα μεγαλοπρέπειαν μὴ πολὺ λίαν ἔργον ᾖ φράζειν, οὐδὲ ὁπόσα ταῖς πόλεσι πάλαι στερομέναις ἀπεδίδους ἀπαριθμούμενος ἐνοχλήσω τὰ νῦν. πλουτοῦσι μὲν γὰρ ἅπασαι διὰ σὲ ἐπὶ τῶν ἔμπροσθεν ἐνδεεῖς οὖσαι καὶ τῶν ἀναγκαίων, ἐπιδίδωσι δὲ τῶν ἰδίων ἕκαστος οἴκων διὰ τὰς κοινὰς τῶν πόλεων εὐετηρίας. ἀλλὰ τῶν εἰς τοὺς ἰδιώτας ἄξιον δωρεῶν μεμνῆσθαι, ἐλευθέριόν σε καὶ μεγαλόδωρον βασιλέα προσαγορεύοντα, ὃς πολλοῖς μὲν στερομένοις πάλαι τῶν αὑτῶν κτημάτων, τοῦ πατρῴου κλήρου συμφορᾷ περιπεπτωκότος ἐν δίκῃ καὶ παρὰ δίκην, ἐπειδὴ πρῶτον ἐγένου κύριος, τοῖς μὲν καθάπερ δικαστὴς ἀγαθὸς τὰ τῶν ἔμπροσθεν ἁμαρτήματα διορθωσάμενος κυρίους εἶναι τῆς αὑτῶν οὐσίας παρέσχες, τοῖς δὲ ἐπιεικὴς κριτὴς γενόμενος ταῦτα μὲν ὧν ἀφῄρηντο πάλιν ἐχαρίσω, ἀρκεῖν οἰόμενος τὸ μῆκος τοῦ χρόνου πρὸς τιμωρίαν τοῖς παθοῦσιν· ὅσα δὲ αὐτὸς οἴκοθεν χαριζόμενος πλουσιωτέρους ἀπέφηνας πολλοὺς τῶν πάλαι δοξάντων ἐπὶ τῇ τῶν χρημάτων εὐπορίᾳ σεμνύνεσθαι, τί χρὴ νῦν ὑπομιμνήσκοντα περὶ μικρὰ διατρίβειν δοκεῖν; ἄλλως τε καὶ πᾶσιν ὄντος καταφανοῦς, ὅτι μηδεὶς πώποτε πλὴν Ἀλεξάνδρου τοῦ Φιλίππου τοσαῦτα βασιλεὺς τοῖς αὑτοῦ φίλοις διανέμων ὤφθη. ἀλλὰ τοῖς μὲν ὁ τῶν φίλων πλοῦτος τῆς τῶν πολεμίων ῥώμης ὕποπτος ἐφάνη μᾶλλον καὶ φοβερώτερος, ἄλλοι δὲ τὴν τῶν ἀρχομένων εὐγένειαν ὑπιδόμενοι πάντα τρόπον τοὺς εὖ γεγονότας προπηλακίζοντες ἢ καὶ ἀναιροῦντες ἄρδην τὰς οἰκίας κοινῇ μὲν ταῖς πόλεσι συμφορῶν, ἰδίᾳ δὲ αὑτοῖς ἀνοσίων ἔργων αἰτιώτατοι κατέστησαν. οὐκ ἀπέσχοντο δὲ ἤδη τινὲς τοῖς τοῦ σώματος ἀγαθοῖς, ὑγιείᾳ φημὶ καὶ κάλλει καὶ εὐεξίᾳ, βασκαίνοντες· ψυχῆς τε ἀρετὴν ἔν τινι τῶν πολιτῶν γενομένην οὐδὲ ἀκούειν ὑπέμενον, ἀλλʼ ἦν ἀδίκημα τοῦτο, καθάπερ ἀνδροφονία καὶ κλοπὴ καὶ προδοσία, τὸ δοκεῖν ἀρετῆς μεταποιηθῆναι. καὶ ταῦτα τυχὸν ἀληθῶς οὐ βασιλέων φήσει τις, πονηρῶν δὲ καὶ ἀνελευθέρων τυράννων ἔργα καὶ πράξεις. ἐκεῖνο δὲ ἤδη τὸ πάθος οὐ τῶν ἀνοήτων μόνον, ἀλλά τινων ἐπιεικῶν καὶ πρᾴων ἀνδρῶν ἁψάμενον, τὸ τοῖς φίλοις ἄχθεσθαι πλέον ἔχουσι καὶ πολλάκις ἐλαττοῦν ἐθέλειν καὶ τῶν προσηκόντων αὐτοὺς ἀφαιρεῖσθαι, τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε;