<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="31"><p rend="align(indent)">Ἡμεῖς δὲ ἐπειδὴ τὸν πρῶτον πόλεμον διεληλύθαμεν, <milestone unit="page" resp="Spanheim" n="38b"/> ληγούσης ἤδη τῆς ὀπώρας, ἆρ’ ἐνταῦθα τὴν διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος ἀποδοῦναι τῶν ἔργων τοῖς ποθοῦσιν ἄξιον; ἐπέλαβε μὲν ὁ χειμὼν καὶ παρέσχε διαφυγεῖν τῆν τιμωρίαν τὸν τύραννον. κηρύγματα δὲ ἦν λαμπρὰ καὶ βασιλικῆς ἄξια μεγαλοψυχίας· ἄδεια δὲ πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ τυράννου, πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει· ἀπελάμβανον τὰς οἰκίας ἅπαντες καὶ τὰ χρήματα καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων <milestone unit="page" resp="Spanheim" n="38c"/> αὐτοῖς ἐλπίζοντες. ὑπεδέχου τὸ ναυτικὸν ἐκ τῆς Ἰταλίας ἐπανερχόμενον, πολλοὺς ἐκεῖθεν πολίτας κατάγον φεύγοντας οἶμαι τὴν τῶν τυράννων ὠμότητα. ἐπεὶ δὲ ὁ καιρὸς ἐκάλει στρατεύεσθαι, πάλιν ἐφειστήκεις δεινὸς τῷ τυράννῳ. ὁ δὲ προυβάλλετο τὰς Ἰταλῶν δυσχωρίας, καὶ τοῖς ὄρεσι τοῖς ἐκεῖ καθάπερ θηρίον ἐναποκρύψας τὰς δυνάμεις αὐτὸς οὐδὲ ὑπαίθριος ἐτόλμα στρατεύειν. <milestone unit="page" resp="Spanheim" n="38d"/> ἀναλαβὼν δὲ αὑτὸν εἰς τὴν πλησίον πόλιν τρυφῶσαν καὶ πολυτελῆ, ἐν πανηγύρεσι καὶ τρυφαῖς ἔτριβε τὸν χρόνον, ἀρκέσειν μὲν αὑτῷ πρὸς σωτηρίαν τῶν ὀρῶν τὴν δυσχωρίαν μόνον οἰόμενος. ἀκόλαστος δὲ ὢν φύσει κερδαίνειν ᾤετο τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἐν τοσούτοις κακοῖς, <pb n="v.1.p.100"/>  δῆλός τε ἦν λίαν πεπιστευκὼς ἀσφαλῶς αὐτῷ τὰ παρόντα ἔχειν, ἀποτειχιζομένης ἐν κύκλῳ τῆς <milestone unit="page" resp="Spanheim" n="39a"/> Ἰταλίας τοῖς ὄρεσι, πλὴν ὅσον ἐξ ἡμισείας ἡ θάλασσα τεναγώδης οὖσα καὶ τοῖς Αἰγυπτίων ἕλεσιν ἐμφερὴς ἄβατον καὶ νηίτῃ στρατῷ πολεμίων ἀνδρῶν καθίστησιν. ἀλλʼ ἔοικεν οὐδὲ ἓν ἡ φύσις πρὸς ἀνδρὸς ἀρετὴν καὶ σωφροσύνην τοῖς ἀκολάστοις καὶ δειλοῖς ἔρυμα μηχανήσασθαι, πάντα ὑποχωρεῖν φρονήσει μετὰ ἀνδρείας ἐπιούσῃ παρασκευάζουσα· πάλαι τε ἡμῖν ἐξηῦρε τὰς <milestone unit="page" resp="Spanheim" n="39b"/> τέχνας, δι’ ὧν εἰς εὐπορίαν τῶν τέως δοξάντων ἀπόρων κατέστημεν, καὶ ἐπὶ τῶν καθʼ ἕκαστον ἔργων τὸ πολλοῖς ἀδύνατον εἶναι φαινόμενον ἐπιτελούμενον πρὸς ἀνδρὸς σώφρονος. ὃ δὴ καὶ τότε τοῖς ἔργοις, ὦ βασιλεῦ, δείξας εἰκότως ἂν ἀποδέχοιο τοὺς ἐπʼ αὐτῷ λόγους.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="32"><p rend="align(indent)">Ἐστράτευες μὲν γὰρ αὐτὸς ὑπαίθριος, καὶ ταῦτα πλησίον παρούσης πόλεως οὐ φαύλης, τοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν· ἄτραπον μὲν ἐξηῦρες ἄγνωστον τοῖς πᾶσι, πέμψας <milestone unit="page" resp="Spanheim" n="39c"/> δὲ ἀξιόμαχον τῆς δυνάμεως ἁπάσης ὁπλιτῶν μοῖραν, εἶτα ἐπειδὴ σαφῶς ἔγνως αὐτοὺς τοῖς πολεμίοις ἐφεστῶτας, αὐτὸς ἀναλαβὼν ἦγες τὸ στράτευμα, καὶ κύκλῳ περιέχων πάντων ἐκράτησας. ταῦτα ἐδρᾶτο πρὸ τῆς ἕω, ἤγγελτο δὲ πρὸ μεσημβρίας τῷ τυράννῳ ἁμίλλαις ἱππικαῖς καὶ <pb n="v.1.p.102"/>  πανηγύρει προσκαθημένῳ καὶ τῶν παρόντων οὐδὲν <milestone unit="page" resp="Spanheim" n="39d"/> ἐλπίζοντι. τίς μὲν οὖν γέγονεν ἐκ τίνος, καὶ ποταπὴν γνώμην εἶχεν ὑπὲρ τῶν παρόντων, καὶ ὅπως ἐκλιπὼν ἔφυγε τὴν πόλιν καὶ τὴν Ἰταλίαν πᾶσαν, τοὺς φόνους καὶ τὰς πρόσθεν ἀδικίας ἐκκαθαιρόμενος, οὐ τοῦ παρόντος ἂν εἴη λόγου διηγεῖσθαι. ἔμελλε δὲ βραχείας ἀνοκωχῆς τυχὼν οὐδέν τι μεῖον τῶν ἔμπροσθεν δράσειν. οὕτως οὐδὲν πρὸς πονηρίαν ψυχῆς ἄνθρωπος ἀνόσιος ἐξηῦρε καθάρσιον διὰ τοῦ σώματος. ἀφικόμενος γὰρ εἰς Γαλατίαν ὁ χρηστὸς οὑτοσὶ καὶ νόμιμος <milestone unit="page" resp="Spanheim" n="40a"/> ἄρχων τοσοῦτον αὐτοῦ γέγονε χαλεπώτερος, ὡς, εἴ τις πρότερον αὐτὸν διαφυγὼν ἐλελήθει τιμωρίας τρόπος ὠμότατος, τοῦτον ἐξευρὼν θέαμα κεχαρισμένον αὑτῷ τὰς τῶν ἀθλίων πολιτῶν παρεῖχε συμφοράς· ἅρματος ζῶντας ἐκδήσας καὶ μεθεὶς φέρεσθαι τοῖς ἡνιόχοις ἕλκειν ἂν ἐκέλευεν, αὐτὸς ἐφεστηκὼς καὶ θεώμενος τὰ δρώμενα· καί τισι τοιούτοις ἑτέροις αὑτὸν ψυχαγωγῶν τὸν πάντα διετέλει χρόνον, ἕως <milestone unit="page" resp="Spanheim" n="40b"/> αὐτὸν καθάπερ Ὀλυμπιονίκης περὶ τῷ τρίτῳ παλαίσματι καταβαλὼν δίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος, ὃ πολλῶν πολιτῶν ἐμίανε φόνῳ. ταύτης ἐγὼ τῆς νίκης ἀμείνω καὶ δικαιοτέραν οὔποτε γενέσθαι φημὶ οὐδὲ ἐφʼ ᾗ μᾶλλον τὸ κοινὸν τῶν ἀνθρώπων ηὐφράνθη γένος, τοσαύτης ὠμότητος καὶ πικρίας ἀφεθὲν ὄντως ἐλεύθερον, εὐνομίᾳ δὲ ἤδη γανύμενον, ἧς τέως <pb n="v.1.p.104"/>  <milestone unit="page" resp="Spanheim" n="40c"/> ἀπολαύομεν καὶ ἀπολαύσαιμέν γε ἐπὶ πλέον, ὦ πάντα ἀγαθὴ πρόνοια.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="33"><p rend="align(indent)">Ἐμοὶ δὲ ποθοῦντι μὲν ἐπεξελθεῖν ἅπασι τοῖς σοι πραχθεῖσιν, ἀπολειπομένῳ δὲ συγγνώμην εἰκότως, ὦ μέγιστε βασιλεῦ, παρέξεις, εἰ μήτε τῶν ἀποστόλων τῶν ἐπὶ Καρχηδόνα μνημονεύοιμι ἀπό τε Αἰγύπτου παρασκευασθέντων καὶ ἐξ Ἰταλίας ἐπʼ αὐτὴν πλευσάντων, μήτε ὡς τῶν Πυρηναίων ὀρῶν ἐκράτησας ναυσὶν ἐκπέμψας ἐπʼ αὐτὰ στράτευμα, μήτε τῶν <milestone unit="page" resp="Spanheim" n="40d"/> ἔναγχός σοι πολλάκις πρὸς τοὺς βαρβάρους πραχθέντων, μήτʼ εἴ τι τοιοῦτον ἕτερον τῶν πάλαι γεγονὸς λέληθε τοὺς πολλούς. ἐπεὶ καὶ τὴν Ἀντιόχου πόλιν ἑαυτὴν σοῦ ἐπώνυμον ἐπονομάζουσαν ἀκούω πολλάκις. ἔστι μὲν γὰρ διὰ τὸν κτίσαντα, πλουτεῖ δὲ ἤδη καὶ πρὸς ἅπασαν εὐπορίαν ἐπιδέδωκε διὰ σὲ λιμένας εὐόρμους τοῖς καταίρουσι παρασχόντα· τέως δὲ οὐδὲ παραπλεῖν <milestone unit="page" resp="Spanheim" n="41a"/> ἀσφαλὲς οὐδὲ ἀκίνδυνον ἐδόκει· οὕτως ἦν πάντα σκοπέλων τινῶν καὶ πετρῶν ὑφάλων ἀνάπλεα τῆς θαλάσσης τῆσδε πρὸς ταῖς ᾐόσι. στοὰς δὲ καὶ κρήνας καὶ ὅσα τοιαῦτα παρὰ τῶν ὑπάρχων διὰ σὲ γέγονεν οὐδὲ ὀνομάζειν ἄξιον. ὁπόσα δὲ τῇ πατρῴᾳ πόλει προστέθεικας, τεῖχος μὲν αὐτῇ κύκλῳ περιβαλὼν ἀρξάμενον τότε, τὰ δοκοῦντα δὲ οὐκ ἀσφαλῶς ἔχειν τῶν οἰκοδομημάτων εἰς ἀθάνατον ἀσφάλειαν κατατιθείς, τίς ἂν ἀπαριθμήσαιτο; <milestone unit="page" resp="Spanheim" n="41b"/> ἐπιλείψει με τούτων ἕκαστον ὁ χρόνος διηγούμενον. </p></div></div></body></text></TEI>