ἐμοὶ μὲν οὖν, ὅπερ ἔφην, ἀπόχρη καὶ ταῦτα· τὰ λειπόμενα δέ ἐστι μακρῷ σεμνότερα. καὶ τυχὸν οὐδαμῶς εὔλογον ἅπαξ ἑλόμενον ἁπάντων ἐς δύναμιν μνησθῆναι τῶν σοι πραχθέντων, ἀκμαζουσῶν ἔτι τῶν πράξεων, ἀφεῖναι τὴν διήγησιν. ὅσα μὲν οὖν ἔτι τοῖς ἔργοις προσκαθήμενος, ὧν μικρῷ πρόσθεν ἐμνήσθην, περὶ τὴν Εὐρώπην διῴκησας, πρεσβείας πέμπων καὶ ἀναλίσκων χρήματα καὶ στρατόπεδα τὰ προσκαθήμενα τοῖς Σκύθαις ἐν Παιονίᾳ ἐκπέμπων, τοῦ μὴ κρατηθῆναι τὸν πρεσβύτην ὑπὸ τοῦ τυράννου προνοῶν, πῶς ἄν τις ἐν βραχεῖ λόγῳ παραστῆσαι δύναιτο καὶ πάνυ σπουδάζων; Ἐπεὶ δέ, ἤδη σου πρὸς τὸν πόλεμον ὡρμημένου, οὐκ οἶδα παρ’ ὅτου δαιμόνων ἐξαιρεθεὶς τὸν νοῦν καὶ τὰς φρένας ὁ τέως πιστὸς μενεῖν φύλαξ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ στρατοπέδοις καὶ τοῖς ἄλλοις ἅπασιν ὑπὸ σοῦ περισωζόμενος εἰρήνην ὡμολόγησε τῷ πάντων ἀνθρώπων ἀνοσιωτάτῳ καὶ πολεμίῳ κοινῇ μὲν ἁπάντων, ὁπόσοις εἰρήνης μέλει καὶ τὴν ὁμόνοιαν ἐκ παντὸς στέργουσιν, ἰδίᾳ δὲ σοὶ καὶ πλέον τῶν ἄλλων· οὔτε ἔδεισας τῆς παρασκευῆς τὸ μέγεθος οὔτε ἀπίστων ἀνδρῶν ξυμμαχίαν πλέον ἔχειν ὑπέλαβες τῆς ἔμφρονος γνώμης. ἐγκαλῶν δέ, ὡς εἰκός, τῷ μὲν ἀπιστίαν, τῷ δὲ πρὸς ταύτῃ πράξεων ἐναγῶν καὶ παρανόμων τολμήματα, τὸν μὲν εἰς δίκην καὶ κρίσιν ἐπὶ τῶν στρατοπέδων προυκάλεις, τοῦ δὲ κριτὴν ὑπελάμβανες εἶναι τὸν πόλεμον. ἀλλʼ ἐπειδὴ πρῶτον ὁ καλὸς καὶ συνετὸς ἀπήντα πρεσβύτης, εὐχερέστερον παιδαρίου τινὸς μετατιθέμενος τὰ δόξαντα καὶ ὧν εὖ πάθοι δεόμενος μετὰ τὴν χρείαν ἐπιλήσμων· παρῆν δὲ ἄγων ὁπλιτῶν φάλαγγας καὶ τάξεις ἱππέων, ὡς, εἰ μὴ πείθοι, βιασόμενός σε ὀπίσω πάλιν ἀπιέναι τὴν αὐτὴν ἄπρακτον· οὐδὲν ἐκπλαγείς, ὅτι τὸν σύμμαχον καὶ στρατηγὸν μενεῖν ἐπαγγελλόμενον πολέμιον εἶδες ἐξ ἴσης ἄρχειν ἐθέλοντα, καίτοι τῷ πλήθει τῶν στρατευμάτων ἐλαττούμενος, ἐπεὶ μὴ πάντες εἵποντο, πρὸς πλήθει κρατοῦντα διαγωνίζεσθαι τολμηρὸν μὲν ἴσως, σφαλερὸν δὲ πάντως ὑπολαβὼν καὶ κρατήσαντι τῇ μάχῃ διὰ τὸν ἐφεδρεύοντα τοῖς καιροῖς καὶ τοῖς πράγμασιν ἄγριον τύραννον, ἐβουλεύσω καλῶς μόνον εἶναι σὸν ἐθέλων τὸ κατόρθωμα, καὶ παρῄεις ἐπὶ τὸ βῆμα μετὰ τοῦ τέως συνάρχοντος· συνῄει δὲ ὁπλίτης δῆμος στίλβων τοῖς ὅπλοις, τὰ ξίφη γυμνὰ καὶ τὰ δόρατα προτείνοντες, δειλῷ μὲν φρικῶδες καὶ δεινὸν θέαμα, εὐψύχῳ δὲ καὶ θαρραλέῳ καὶ οἷος αὐτὸς γέγονας ὄφελος γενναῖον. οὐκοῦν ἐπειδὴ πρῶτον ἤρξω τῶν λόγων, σιγὴ μὲν ἐπέσχε, πρὸς τὴν ἀκοὴν ὡρμημένων πάντων, τὸ στράτευμα· δάκρυα δὲ προυχεῖτο πολλοῖς, καὶ ἐς τὸν οὐρανὸν τὰς χεῖρας ὤρεγον, σιγῇ καὶ ταῦτα δρῶντες, ὡς μήτις αἴσθηται. τὴν εὔνοιαν δὲ οἱ μὲν ἐνεδείκνυντο καὶ διὰ τῆς ὄψεως, πάντες δὲ τῷ σφόδρα ὡρμῆσθαι τῶν λόγων ἀκούειν. ἀκμαζούσης δὲ τῆς δημηγορίας συνενθουσιῶντες τῷ λόγῳ πάντες ἐπεκρότουν, εἶτα αὖθις ἀκούειν ἐπιθυμοῦντες ἡσύχαζον. τέλος δὲ ὑπὸ τῶν λόγων ἀναπειθόμενοι δὲ μόνον ἐκάλουν βασιλέα, μόνον ἄρχειν ἠξίουν ἁπάντων, ἡγεῖσθαι σφῶν ἐκέλευον ἐπὶ τὸν πολέμιον, ἀκολουθήσειν ὡμολόγουν, ἀπολαμβάνειν ἠξίουν τῆς ἀρχῆς τὰ γνωρίσματα. σὺ δὲ οὐδὲ τὴν χεῖρα προσάγειν ᾤου δεῖν οὐδὲ ἀφελέσθαι ξὺν βίᾳ· ὁ δὲ ἄκων μὲν καὶ μόλις, εἴξας δὲ ὅμως ὀψέ ποτε, φασί, τῇ Θετταλικῇ πειθανάγκῃ, προσῆγέ σοι περιελόμενος τὴν ἁλουργίδα. οἷός τις ἐνταῦθα γέγονας τοσούτων μὲν ἐθνῶν καὶ στρατοπέδων καὶ χρημάτων ἐν ἡμέρᾳ μιᾷ γεγονὼς κύριος, τὸν πολέμιον δέ, εἰ καὶ μὴ τοῖς ἔργοις, ἀλλὰ τῇ γνώμῃ φανέντα, τὴν ἀρχὴν ἀφελόμενος καὶ τοῦ σώματος κρατήσας; Ἆρ’ οὐ τούτῳ μὲν ἄμεινον καὶ δικαιότερον προσηνέχθης ἢ Κῦρος τῷ πάππῳ, τοῖς περὶ αὐτὸν δὲ τὰς τιμὰς διεφύλαξας οὐδὲν οὐδενὸς ἀφελόμενος, προσθεὶς δὲ οἶμαι δωρεὰς πολλοῖς; τίς δέ σʼ εἶδεν ἢ πρὸ τοῦ κρατῆσαι σκυθρωπὸν λίαν ἢ μετὰ τοῦθʼ ὑπερηδόμενον; καίτοι πῶς ἄξιον ἐπαινεῖν ἐστί σε δημηγόρον ἅμα καὶ στρατηγὸν ἢ βασιλέα χρηστὸν καὶ γενναῖον ὁπλίτην προσαγορεύοντας; ὃς πάλαι μὲν ἀπορραγὲν τὸ στρατηγεῖον ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα, μιμούμενος οἶμαι Ὀδυσσέα καὶ Νέστορα καὶ τοὺς ἐξελόντας Καρχηδόνα Ῥωμαίων στρατηγούς, οἳ φοβερωτέρους αὑτοὺς ἀπὸ τοῦ βήματος τοῖς ἀδικοῦσιν ἢ τοῖς πολεμίοις ἐπὶ τῆς παρατάξεως ἀεὶ κατέστησαν. Δημοσθένους δὲ καὶ ὅστις τοῦτον ἐζήλωκε τὴν ἐν τοῖς λόγοις ἰσχὺν αἰδούμενος, τῷ τρόπῳ τῆς δημηγορίας οὔποτʼ ἂν ἀξιώσαιμι τῷ σῷ παραβαλεῖν τἀκείνων θέατρα. οὐ γὰρ ἐν τοῖς ὁπλίταις ἐδημηγόρουν οὐδὲ ὑπὲρ τοσούτων κινδυνεύοντες, ἀλλʼ ὑπὲρ χρημάτων ἢ τιμῆς ἢ δόξης, ἢ φίλοις συνερεῖν ἐπαγγειλάμενοι, ἀπῄεσαν οἶμαι πολλάκις ἀπὸ τοῦ βήματος, τοῦ δήμου θορυβήσαντος, ὠχροὶ καὶ τρέμοντες, ὥσπερ οἱ δειλοὶ τῶν πολεμίων ἐν ὄψει στρατηγοὶ παραταττόμενοι. καὶ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσοῦτον ἔργον ἑτέρῳ πραχθὲν πώποτε καὶ τοσούτων ἐθνῶν κτῆσιν ἐκ δικαστηρίου, ἄλλως τε καὶ πρὸς ἄνδρα τῆς δίκης οὔσης οὐχ, ὡς οἱ πολλοί φασιν, εὐκαταφρόνητον, ἀλλὰ πολλαῖς μὲν στρατείαις γνώριμον, πρεσβύτην δὲ ἤδη καὶ τὴν ἐμπειρίαν ἐκ τοῦ χρόνου δοκοῦντα προσειληφέναι καὶ τῶν στρατοπέδων ἐκείνων ἄρχειν λαχόντα πολὺν ἤδη χρόνον. τίς οὖν ἡ ῥώμη γέγονε τῶν λόγων; τίς δὲ ἡ πειθὼ τοῖς χείλεσιν ἐπικαθημένη, ἡ παντοδαπῶν ἀνθρώπων συνειλεγμένων τὸ κέντρον ἐγκαταλιπεῖν ἰσχύσασα ταῖς ψυχαῖς, καὶ νίκην παρασχεῖν τῷ μεγέθει μὲν ἐνάμιλλον ταῖς ἐκ τῶν ὅπλων περιγινομέναις, εὐαγῆ δὲ καὶ καθαράν, ὥσπερ ἱερέως ἐς θεοῦ φοιτῶντος, ἀλλʼ οὐ βασιλέως ἐς πόλεμον, ἔργον γενομένην; καίτοι γε μὴν ταύτης εἰκόνα τῆς πράξεως μακρῷ λειπομένην καὶ Πέρσαι θρυλοῦσι, τοὺς Δαρείου παῖδας τοῦ πατρὸς τελευτήσαντος ὑπὲρ τῆς ἀρχῆς διαφερομένους δίκῃ τὰ καθʼ αὑτοὺς καὶ οὐ τῇ τῶν ὅπλων ἐπιτρέψαι κρίσει. σοὶ δὲ πρὸς μὲν τοὺς ἀδελφοὺς οὔτε ἐν τοῖς λόγοις οὔτε ἐν τοῖς ἔργοις ἀγὼν γέγονεν οὐδὲ εἷς· ἔχαιρες δὲ οἶμαι τῷ κοινὴν πρὸς ἐκείνους εἶναί σοι τὴν ἐπιμέλειαν μᾶλλον ἢ τῷ μόνος ἁπάντων γενέσθαι κύριος· πρὸς δὲ τὸν ἀσεβὲς μὲν ἢ παράνομον οὐδὲν εἰργασμένον, ἄπιστον δὲ τῇ γνώμῃ φανέντα ἐν ἐλέγχοις, οἳ τὴν ἀπιστίαν ἐκείνου δείξουσι. Ταύτην ἐκδέχεται στρατεία λαμπρὰ τὴν δημηγορίαν καὶ πόλεμος ἱερός, οὐχ ὑπὲρ ἱεροῦ χωρίου, ὁποῖον τὸν Φωκικὸν ἀκούομεν συστῆναι κατὰ τοὺς ἔμπροσθεν, ἀλλʼ ὑπὲρ τῶν νόμων καὶ τῆς πολιτείας καὶ φόνου πολιτῶν μυρίων, ὧν τοὺς μὲν ἀνῃρήκει, τοὺς δὲ ἐμέλλησε, τοὺς δὲ ἐπεχείρησε συλλαβεῖν, ὥσπερ οἶμαι δεδιὼς μή τις αὐτὸν πολίτην μοχθηρόν, ἀλλʼ οὐχὶ βάρβαρον ὑπολάβῃ φύσει. τὰ γὰρ εἰς τὴν σὴν οἰκίαν ἀδικήματα οὐδενὸς ὄντα τῶν κοινῇ τολμηθέντων αὐτῷ φαυλότερα καὶ ἐλάττονος ἀξιοῦν ᾤου δεῖν φροντίδος· οὕτω σοι τὰ κοινὰ πρὸ τῶν ἰδίων ἔδοξε καὶ δοκεῖ τίμια. Πότερον οὖν χρὴ τῶν ἀδικημάτων ἁπάντων μεμνῆσθαι ὧν εἴς τε τὸ κοινὸν καὶ κατʼ ἰδίαν ἔδρασε, κτείνας μὲν τὸν αὐτὸς αὑτοῦ δεσπότην· ἀνδράποδον γὰρ ἦν τῶν ἐκείνου προγόνων, τῆς ἀπὸ Γερμανῶν λείας λείψανον δυστυχὲς περισωζόμενον· ἄρχειν δὲ ἡμῶν ἐπιχειρῶν, ᾧ μηδὲ ἐλευθέρῳ προσῆκον ἦν νομισθῆναι μὴ τοῦτο παρ’ ὑμῶν λαβόντι· καὶ ὡς τοὺς ἐπὶ τοῦ στρατοπέδου ξυνδῶν καὶ ἀποκτιννὺς καὶ δουλεύων αἰσχρῶς τῷ πλήθει καὶ κολακεύων τὴν εὐταξίαν διέφθειρε· καὶ ὡς τοὺς καλοὺς ἐκείνους ἐτίθει νόμους, τὴν ἡμίσειαν εἰσφέρειν, θάνατον ἀπειλῶν τοῖς ἀπειθοῦσι, μηνυτὰς δὲ εἶναι τὸν βουλόμενον τῶν οἰκετῶν· καὶ ὅπως ἠνάγκαζε τοὺς οὐδὲν δεομένους τὰ βασιλικὰ κτήματα πρίασθαι; ἐπιλείψει με τἀκείνου διηγούμενον ὁ χρόνος ἀδικήματα καὶ τῆς τυραννίδος τῆς καταλαβούσης τὸ μέγεθος. ἀλλὰ τῆς παρασκευῆς τῆς ἐς τὸν πόλεμον, ἣν κατέβαλε μὲν ἐπὶ τοὺς βαρβάρους, ἐχρήσατο δὲ ἐφʼ ἡμᾶς, τὴν ἰσχὺν τίς ἂν ἀξίως παραστήσειε;