<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="20"><p>τοῦτο τέλος τῆς μάχης ἐκείνης γέγονε, τρεῖς μὲν ἢ τέτταρας ἀφελομένης τῶν παρ’ ἡμῖν, Παρθυαίων δὲ τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον, ἁλόντα πρότερον, καὶ τῶν ἀμφʼ αὐτὸν παμπληθεῖς ξυνδιαφθειράσης. τούτοις δὲ ἅπασι δρωμένοις ὁ μὲν τῶν βαρβάρων ἡγεμὼν οὐδὲ ὄναρ παρῆν· οὐδὲ γὰρ ἐπέσχε τὴν φυγὴν πρὶν ἢ κατὰ νώτου τὸν ποταμὸν ἐποιήσατο· <milestone unit="page" resp="Spanheim" n="25a"/> αὐτὸς δὲ διέμενες ἐν τοῖς ὅπλοις δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἁπάσης, συμμετέχων μὲν τοῖς κρατοῦσι τῶν ἀγωνισμάτων, τοῖς πονοῦσι δὲ ἐπαρκῶν διὰ ταχέων. ὑπὸ δὲ τῆς ἀνδρείας καὶ τῆς εὐψυχίας εἰς τοσοῦτον τὸν ἀγῶνα μετέστησας, ὥστε αὐτοὺς μὲν ἐπὶ τὴν αὑτῶν τῆς ἡμέρας ἐπιλαβούσης ἀσμένως ἀποσώζεσθαι, ἀναχωρεῖν δὲ ἐκ τῆς μάχης, ἑπομένου σου, καὶ τοὺς τραυματίας· οὕτω <milestone unit="page" resp="Spanheim" n="25b"/> τὸ δέος πᾶσιν ἀνῆκας τῆς φυγῆς. ποῖον οὖν <pb n="v.1.p.64"/>  ἥλω φρούριον; τίς δὲ ἐπολιορκήθη πόλις; τίνος δὲ ἀποσκευῆς οἱ πολέμιοι κρατήσαντες ἔσχον ἐφʼ ὅτῳ σεμνύνωνται μετὰ τὸν πόλεμον;</p><p rend="align(indent)">Ἀλλʼ ἴσως, φήσει τις, τὸ μηδέποτε τῶν πολεμίων ἧττον ἔχοντα ἀπελθεῖν εὐτυχὲς καὶ εὔδαιμον ἡγητέον, τὸ δὲ ἀντιστῆναι τῇ τύχῃ ῥωμαλεώτερον καὶ μείζονος ἀρετῆς ὑπάρχει σημεῖον.</p><p rend="align(indent)">Τίς μὲν γὰρ ἀγαθὸς κυβερνήτης ἐν εὐδίᾳ τὴν <milestone unit="page" resp="Spanheim" n="25c"/> ναῦν κατευθύνων, γαλήνης ἀκριβοῦς κατεχούσης τὸ πέλαγος; τίς δὲ ἡνίοχος ἅρματος δεξιὸς ἐν ὁμαλῷ καὶ λείῳ χωρίῳ εὐπειθεῖς καὶ πρᾴους καὶ ταχεῖς ἵππους ζευξάμενος, εἶτα ἐν τούτοις ἐπιδεικνύμενος τὴν τέχνην; πόσῳ δὲ ἀμείνων νεὼς μὲν ἰθυντὴρ ὁ καὶ τὸν μέλλοντα χειμῶνα προμαθὼν καὶ προαισθόμενος καὶ πειραθείς γε τοῦτον ἐκκλῖναι, εἶτα δι’ ἁσδηποτοῦν αἰτίας ἐμπεσὼν καὶ διασώσας ἀπαθῆ τὴν ναῦν αὐτῷ φόρτῳ; <milestone unit="page" resp="Spanheim" n="25d"/> ἄρματος δʼ ἐπιστάτης ὁ καὶ πρὸς χωρίων ἀγωνιζόμενος τραχύτητα καὶ τοὺς ἵππους μετατιθεὶς ἅμα καὶ βιαζόμενος, ἤν τι πλημμελῶσιν; ὅλως δὲ οὐδεμίαν ἄξιον τέχνην μετὰ τῆς τύχης ἐξετάζειν, ἀλλʼ αὐτὴν ἐφʼ αὑτῆς σκοπεῖν. οὐδὲ στρατηγὸς ἀμείνων ὁ Κλέων Νικίου, ἐπειδὴ τὰ περὶ τὴν Πύλον ηὐτύχησεν, οὐδʼ ἄλλος οὐδεὶς τῶν τύχῃ μᾶλλον ἢ γνώμῃ κρατούντων. ἐγὼ δὲ εἰ μὴ καὶ τὴν τύχην τὴν σὴν ἀμείνω καὶ δικαιοτέραν τῆς τῶν ἀντιταξαμένων, μᾶλλον δὲ τῆς ἁπάντων <milestone unit="page" resp="Spanheim" n="26a"/> ἀνθρώπων κρατίστην φήσαιμι, ἀδικεῖν ἂν εἰκότως <pb n="v.1.p.66"/>  δοκοίην, τὴν μὴ παρασχοῦσαν τοῖς πολεμίοις αἰσθέσθαι τὸ πλεονέκτημα. χρὴ γὰρ οἶμαι τὸν δικαίως ὑπὲρ τῶν ῥηθέντων κρινοῦντα τὸ μὲν ἐλάττωμα τῇ τοῦ πνίγους ἀνανταγωνίστῳ ῥώμῃ λογίζεσθαι, τὸ δὲ εἰς ἴσον καταστῆσαι τοὺς πολεμίους ταῖς συμφοραῖς τῆς σῆς ἀρετῆς ἔργον ὑπολαβεῖν, τὸ δὲ τῶν μὲν οἰκείων αἰσθέσθαι συμφορῶν, ἀγνοῆσαι δὲ τὰ κατορθώματα τῆς ἀγαθῆς τύχης ἔργον λογίζεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="21"><p rend="align(indent)"><milestone unit="page" resp="Spanheim" n="26b"/>Ἀλλʼ ὅπως μὴ μακρότερα περὶ τούτων λέγων τὸν ὑπὲρ τῶν μειζόνων καιρὸν ἀναλώσω, πειράσομαι λοιπὸν τὸ μετὰ τοῦτο περιστὰν ἡμᾶς τῶν πραγμάτων πλῆθος διεξιέναι καὶ τῶν κινδύνων τὸ μέγεθος, καὶ ὅπως ἅπασιν ἀντισχὼν τυράννων μὲν πλῆθος, βαρβάρων δὲ ἐτρέψω δυνάμεις. ἦν μὲν γὰρ ὁ χειμὼν ἐπʼ ἐξόδοις ἤδη, ἕκτον που μάλιστα μετὰ τὸν πόλεμον ἔτος, οὗ μικρῷ πρόσθεν <milestone unit="page" resp="Spanheim" n="26c"/> ἐμνήσθην, ἧκε δὲ ἀγγέλλων τις, ὡς Γαλατία μὲν συναφεστῶσα τῷ τυράννῳ ἀδελφῷ τῷ σῷ ἐβούλευσέ τε καὶ ἐπετέλεσε τὸν φόνον, εἶτα ὡς Ἰταλία καὶ Σικελία κατείληπται, τὰ δὲ ἐν Ἰλλυριοῖς στρατόπεδα ταραχωδῶς ἔχει καὶ βασιλέα σφῶν ἀπέδειξε τὸν τέως στρατηγὸν ἀντισχεῖν ἐθέλοντα πρὸς τὴν ἄμαχον δοκοῦσαν τῶν τυράννων φοράν. ἱκέτευε δὲ αὐτὸς οὗτος χρήματα πέμπειν καὶ δύναμιν τὴν βοηθήσουσαν, σφόδρα ὑπὲρ αὑτοῦ δεδιὼς καὶ τρέμων, μὴ πρὸς τῶν <milestone unit="page" resp="Spanheim" n="26d"/> τυράννων κρατηθείη. καὶ τέως μὲν ἐπηγγέλλετο τὰ προσήκοντα δράσειν, οὐδαμῶς αὑτὸν ἀξιῶν <pb n="v.1.p.68"/>  τῆς ἀρχῆς, ἐπίτροπον δὲ οἶμαι πιστὸν καὶ φύλακα παρέξειν ἐπαγγελλόμενος· ἔμελλε δὲ οὐκ εἰς μακρὰν ἄπιστος φανεῖσθαι καὶ δίκην ὑφέξειν καίτοι φιλάνθρωπον. ταῦτα πυθόμενος οὐκ ᾤου δεῖν ἐν ῥᾳστώνῃ πολλῇ τὸν χρόνον ἀναλίσκειν μάτην. ἀλλὰ τὰς μὲν ἐπὶ τῇ Συρίᾳ πόλεις μηχανημάτων καὶ φρουρᾶς καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς ἐμπλήσας, καὶ ἀπὼν ἀρκέσειν <milestone unit="page" resp="Spanheim" n="27a"/> τοῖς τῇδε προσεδόκησας, αὐτὸς δὲ ἐπὶ τοὺς τυράννους ὁρμᾶν ἐβουλεύου.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="22"><p rend="align(indent)">Πέρσαι δὲ ἐξ ἐκείνου τὸν καιρὸν τοῦτον παραφυλάξαντες, ὡς ἐξ ἐφόδου τὴν Συρίαν ληψόμενοι, πᾶσαν ἐξαναστήσαντες ἡλικίαν καὶ φύσιν καὶ τύχην ἐφʼ ἡμᾶς ὥρμηντο, ἄνδρες, μειράκια, πρεσβῦται καὶ γυναικῶν πλῆθος καὶ θεραπόντων, οὐ μόνον τῶν πρὸς τὸν πόλεμον ὑπουργιῶν χάριν, ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον. διενοοῦντο γὰρ ὡς καὶ τὰς πόλεις <milestone unit="page" resp="Spanheim" n="27b"/> καθέξοντες καὶ τῆς χώρας ἤδη κρατήσαντες κληρούχους ἡμῖν ἐπάγειν. κενὰς δὲ ἀπέφηνεν αὐτοῖς τὰς προσδοκίας τῆς παρασκευῆς τῆς σῆς τὸ μέγεθος. ἐπειδὴ γὰρ ἐς πολιορκίαν κατέστησαν, ἐπετειχίζετο μὲν ἡ πόλις κύκλῳ τοῖς χώμασιν, ἐπέρρει δὲ ὁ Μυγδόνιος πελαγίζων τὸ περὶ τῷ τείχει χωρίον, καθάπερ ὁ Νεῖλος, φασί, τὴν Αἴγυπτον. προσήγετο δὲ ἐπὶ νεῶν ταῖς ἐπάλξεσι τὰ μηχανήματα, καὶ ἐπιπλεῖν ἄλλοι <pb n="v.1.p.70"/>  <milestone unit="page" resp="Spanheim" n="27c"/> διενοοῦντο τοῖς τείχεσιν, ἄλλοι δὲ ἔβαλλον ἀπὸ τῶν χωμάτων τοὺς ἀμυνομένους ὑπὲρ τῆς πόλεως. οἱ δὲ ἐκ τῶν τειχῶν ἤμυνον καρτερῶς τῇ πόλει. μεστὰ δὲ ἦν ἅπαντα σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν, τῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος. ἀσπίδες μὲν ἐπενήχοντο βαρβάρων παμπληθεῖς καὶ νεῶν σέλματα συντριβομένων ἐπʼ αὐταῖς τῶν <milestone unit="page" resp="Spanheim" n="27d"/> μηχανημάτων. βελῶν πλῆθος ἐπινηχόμενον μικροῦ δεῖν ἐπεῖχεν ἅπαν τὸ μεταξὺ τοῦ τείχους καὶ τῶν χωμάτων. ἐτέτραπτο δὲ ἡ λίμνη πρὸς λύθρον, καὶ κύκλῳ τὸ τεῖχος ἐπήχουν οἰμωγαὶ βαρβάρων ὀλλύντων μὲν οὐδαμῶς, ὀλλυμένων δὲ πολυτρόπως καὶ τιτρωσκομένων ποικίλοις τραύμασι.</p><p rend="align(indent)">Τίς ἂν ἀξίως τῶν δρωμένων διηγοῖτο; πῦρ μὲν ἐνίετο ταῖς ἀσπίσιν, ἐξέπιπτον δὲ τῶν ὁπλιτῶν ἡμίκαυτοι πολλοί, ἄλλοι δὲ ἀποδιδράσκοντες τὴν φλόγα τὸν ἐκ τῶν βελῶν οὐκ ἀπέφευγον <milestone unit="page" resp="Spanheim" n="28a"/> κίνδυνον· ἀλλʼ οἱ μὲν ἔτι νηχόμενοι τὰ νῶτα τρωθέντες ἐς βυθὸν κατεδύοντο, οἱ δὲ ἐξαλλόμενοι τῶν μηχανημάτων πρὶν ὕδατος ἅψασθαι βληθέντες οὐ σωτηρίαν, κουφότερον δὲ εὗρον τὸν θάνατον. τοὺς δὲ οὐδὲ νεῖν εἰδότας ἀκλεέστερον τῶν πρόσθεν ἀπολλυμένους τίς ἂν ἀξιώσειεν ἀριθμοῦ καὶ μνήμης; ἐπιλείψει με, καθʼ ἕκαστον εἰ πᾶσιν ἐπεξελθεῖν βουλοίμην, ὁ χρόνος· τὸ <pb n="v.1.p.72"/>  <milestone unit="page" resp="Spanheim" n="28b"/> κεφάλαιον δὲ ἀκούειν ἀπόχρη. ταύτην ἥλιος ἐπεῖδε τὴν μάχην ἄγνωστον ἀνθρώποις τὸν ἔμπροσθεν χρόνον· ταῦτα τὴν παλαιὰν ἀλαζονείαν ἤλεγξε τῶν Μήδων τῦφον ὄντα κενόν· ταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν. ὁ μὲν ἐπειρᾶτο πλεῖν καὶ πεζεύειν ἀπεναντίον τῇ φύσει μαχόμενος <milestone unit="page" resp="Spanheim" n="28c"/> καί, ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως καὶ θαλάττης ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ δουλεύειν, ἀλλʼ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων. ὁ δὲ ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος, ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον ὄρος ἐγνωκὼς ἀμφικαλύψαι τῇ πόλει, ἐπαφιεὶς δὲ <milestone unit="page" resp="Spanheim" n="28d"/> ποταμῶν ῥεύματα καὶ τὰ τείχη διαλύσας οὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφʼ ὅτῳ σεμνύνηται, καθάπερ ὁ Ξέρξης ταῖς Ἀθήναις ἐμβαλὼν τὴν φλόγα. ἐπανῄει δὲ τεττάρων μηνῶν ἀναλώσας χρόνον μυριάσι πολλαῖς ἧττον ἀπάγων τὸ σράτευμα, καὶ τὴν ἡσυχίαν ἠγάπησεν ὁ πρόσθεν ἀφόρητος δοκῶν, τὴν σὴν ἀσχολίαν καὶ τὴν τῶν παρ’ ἡμῖν πραγμάτων ταραχὴν ὥσπερ ἔρυμα τῆς αὑτοῦ προβαλλόμενος σωτηρίας.</p><p rend="align(indent)">Ταῦτα καταλιπὼν ἐπὶ τῆς Ἀσίας τρόπαια καὶ <pb n="v.1.p.74"/>  <milestone unit="page" resp="Spanheim" n="29a"/> νίκας, ἐπὶ τὴν Εὐρώπην ἀκμῆτας ἦγες τὸ στράτευμα, τὴν οἰκουμένην ἅπασαν ἐμπλῆσαι τροπαίων ἐγνωκώς.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="23"><p>ἐμοὶ δὲ ἀρκεῖ τὰ πρόσθεν ῥηθέντα, εἰ καὶ μηδὲν ἔτι περὶ σοῦ λέγειν εἶχον σεμνότερον, πρὸς τὸ πάντων ἀποφῆναί σε τῶν ἔμπροσθεν τῆς αὐτῆς σοι μετασχόντων τύχης συνέσει καὶ ῥώμῃ κρατοῦντα. τὸ γὰρ ἀπαθῶς ὤσασθαι μὲν τὴν Περσῶν δύναμιν, οὐ πόλιν οὐδὲ φρούριον, ἀλλʼ <milestone unit="page" resp="Spanheim" n="29b"/> οὐδὲ στρατιώτην τῶν ἐκ καταλόγου προέμενον, πολιορκίᾳ δὲ τέλος ἐπιθεῖναι λαμπρὸν καὶ οἷον οὔπω πρόσθεν ἠκούσαμεν, τίνι χρὴ τῶν ἔμπροσθεν παραβαλεῖν ἔργων; περιβόητος γέγονεν ἡ Καρχηδονίων ἐν τοῖς δεινοῖς τόλμα, ἀλλʼ ἐτελεύτησεν εἰς συμφοράς· λαμπρὰ τὰ περὶ τὴν Πλαταιέων πολιορκίαν γενόμενα, ἐχρήσαντο δὲ οἱ δείλαιοι γνωριμώτερον τοῖς δυστυχήμασι. τί χρὴ Μεσσήνης καὶ Πύλου μεμνῆσθαι, οὔτε ἀγωνισαμένων <milestone unit="page" resp="Spanheim" n="29c"/> καρτερῶς οὔτε ἁλόντων ξὺν βίᾳ; Συρακούσιοι δὲ τὸν σοφὸν ἐκεῖνον ἀντιτάξαντες ταῖς παρασκευαῖς τῆς ἡμετέρας πόλεως καὶ τῷ καλῷ κἀγαθῷ στρατηγῷ τί πλέον ὤναντο; οὐχ ἑάλωσαν μὲν τῶν ἄλλων αἴσχιον, ἐσώζοντο δὲ καλὸν ὑπόμνημα τῆς τῶν ἑλόντων πρᾳότητος; Ἀλλʼ εἰ πάσας ἐξαριθμεῖσθαι τὰς πόλεις βουλοίμην, αἳ πρὸς τὰς ὑποδεεστέρας οὐ κατήρκεσαν παρασκευάς, πόσας οἴει μοι βίβλους ἀρκέσειν; τῆς Ῥώμης δὲ ἴσως ἄξιον μνησθῆναι πάλαι ποτὲ χρησαμένης τύχῃ <milestone unit="page" resp="Spanheim" n="29d"/> τοιαύτῃ, Γαλατῶν οἶμαι καὶ Κελτῶν ἐς ταὐτὸ <pb n="v.1.p.76"/>  πνευσάντων καὶ φερομένων ἐπʼ αὐτὴν καθάπερ χειμάρρους ἐξαίφνης. κατέλαβον μὲν γὰρ τὸν λόφον ἐκεῖνον, οὗ τὸ τοῦ Διὸς ἀφίδρυται βρέτας· γέρροις δὲ καί τισι τοιούτοις οἱονεὶ τείχει φραξάμενοι, πολυπραγμονούντων οὐδὲν προσιέναι τῶν πολεμίων βίᾳ τολμώντων, ἐκράτησαν.</p><p rend="align(indent)"><milestone unit="page" resp="Spanheim" n="30a"/>Ταύτῃ παραβαλεῖν ἄξιον τῇ πολιορκίᾳ τὴν ἔναγχος τῷ τέλει τῆς τύχης, ἐπεὶ τοῖς γε ἔργοις οὐδεμιᾷ τῶν ὅσαι πάλαι γεγόνασι. τίς γὰρ ἔγνω κυκλουμένην μὲν ὕδασι πόλιν, λόφοις δὲ ἔξωθεν καθάπερ δικτύοις περιβληθεῖσαν, καὶ ποταμὸν ἐπαφιέμενον οἱονεὶ μηχάνημα, συνεχῶς ῥέοντα καὶ προσρηγνύμενον τοῖς τείχεσι, τάς τε ὑπὲρ τῶν ὑδάτων μάχας καὶ ὅσαι περὶ τῷ τείχει κατενεχθέντι γεγόνασιν; </p></div></div></body></text></TEI>