<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="19"><p>θέρος μὲν γὰρ ἦν ἀκμάζον ἔτι, συνῄει δὲ ἐς ταὐτὸν τὰ στρατόπεδα <milestone unit="page" resp="Spanheim" n="23c"/> πολὺ πρὸ τῆς μεσημβρίας. ἐκπληττόμενοι δὲ οἱ πολέμιοι τὴν εὐταξίαν καὶ τὸν κόσμον καὶ τὴν ἡσυχίαν, αὐτοὶ δὲ πλήθει θαυμαστοὶ φανέντες, ἤρχετο μὲν οὐδεὶς τῆς μάχης, τῶν μὲν εἰς χεῖρας ἰέναι πρὸς οὕτω παρεσκευασμένην δύναμιν ὀκνούντων, τῶν δὲ περιμενόντων ἐκείνους ἄρχειν, ὅπως ἀμυνόμενοι μᾶλλον ἐν πᾶσιν, οὐχὶ δὲ αὐτοὶ πολέμου μετὰ τὴν <pb n="v.1.p.60"/>  εἰρήνην ἄρχοντες φανεῖεν. τέλος δὲ ὁ τῆς βαρβαρικῆς <milestone unit="page" resp="Spanheim" n="23d"/> ἐκείνης δυνάμεως ἡγεμών, μετέωρος ἀρθεὶς ὑπὲρ τῶν ἀσπίδων καὶ καταμαθὼν τὸ πλῆθος ἐν τάξει, οἷος ἐξ οἵου γέγονε καὶ ποίας ἀφίει φωνάς; προδεδόσθαι βοῶν καὶ τοὺς ὑπὲρ τοῦ πολέμου πείσαντας αἰτιώμενος, φεύγειν ᾤετο χρῆναι διὰ τάχους καὶ τοῦτο μόνον οἱ πρὸς σωτηρίαν ἀρκέσειν, εἰ φθήσεται τὸν ποταμὸν διαβῆναι, ὅσπερ ἐστὶ τῆς χώρας ἐκείνης πρὸς τὴν ἡμετέραν ὅρος ἀρχαῖος. ταῦτα διανοηθεὶς ἐκεῖνος πρῶτον ἐπὶ πόδα σημαίνει τὴν ἀναχώρησιν, καὶ κατʼ <milestone unit="page" resp="Spanheim" n="24a"/> ὀλίγον προστιθεὶς τῷ τάχει τέλος ἤδη καρτερῶς ἔφευγεν, ἔχων ὀλίγους ἱππέας ἀμφʼ αὑτόν, τὴν δύναμιν ἅπασαν τῷ παιδὶ καὶ τῷ πιστοτάτῳ τῶν φίλων ἐπιτρέψας ἄγειν. ταῦτα ὁρῶντες τὸ στράτευμα καὶ χαλεπαίνοντες, ὅτι μηδεμίαν ὑπέσχον τῶν τετολμημένων δίκην, ἐβόων ἄγειν ἐπʼ αὐτούς, καὶ κελεύοντος σοῦ μένειν ἀχθόμενοι μετὰ τῶν ὅπλων ἔθεον ὡς ἕκαστος εἶχε ῥώμης τε καὶ τάχους, ἄπειροι μὲν ὄντες αὐτοὶ τέως <milestone unit="page" resp="Spanheim" n="24b"/> τῆς σῆς στρατηγίας, εἰς δὲ τὴν ἡλικίαν ὁρῶντες ἄμεινον αὑτῶν τὸ συμφέρον κρίνειν ἧττον ἐπίστευον· καὶ τῷ πολλὰς συγκατειργάσθαι τῷ πατρὶ τῷ σῷ μάχας καὶ κρατῆσαι πανταχοῦ τὸ δοκεῖν ἀηττήτους εἶναι συνηγωνίζετο. τούτων δὲ οὐδενὸς ἔλαττον τὸ παρεστὼς Παρθυαίων δέος ἐπῆρεν ὡς οὐκ ἀγωνισαμένους πρὸς τοὺς ἄνδρας <pb n="v.1.p.62"/>  μόνον, ἀλλὰ καὶ πρὸς τὴν χώραν αὐτήν, καὶ εἴ τι μεῖζον ἔξωθεν προσπίπτοι, καὶ τούτου πάντως κρατήσοντας. ταχέως οὖν ἑκατὸν μεταξὺ στάδια <milestone unit="page" resp="Spanheim" n="24c"/> διαδραμόντες ἐφειστήκεσαν ἤδη Παρθυαίοις εἰς τὸ τεῖχος καταπεφευγόσιν, ὃ πρότερον ἤδη πεποίητο σφίσιν ὥσπερ στρατόπεδον. ἑσπέρα δὲ ἦν λοιπὸν καὶ ὁ πόλεμος αὐτόθεν ξυνερρήγνυτο. καὶ τὸ μὲν τεῖχος αἱροῦσιν εὐθέως τοὺς ὑπὲρ αὐτοῦ κτείναντες· γενόμενοι δὲ εἴσω τῶν ἐρυμάτων πολὺν μὲν ἠρίστευον χρόνον, ὑπὸ δὲ τοῦ δίψους ἀπειρηκότες ἤδη καὶ λάκκοις ὕδατος ἐντυχόντες ἔνδον, τὴν καλλίστην νίκην διέφθειραν καὶ τοῖς πολεμίοις παρέσχον <milestone unit="page" resp="Spanheim" n="24d"/> ἀναμαχέσασθαι τὸ πταῖσμα.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="20"><p>τοῦτο τέλος τῆς μάχης ἐκείνης γέγονε, τρεῖς μὲν ἢ τέτταρας ἀφελομένης τῶν παρ’ ἡμῖν, Παρθυαίων δὲ τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον, ἁλόντα πρότερον, καὶ τῶν ἀμφʼ αὐτὸν παμπληθεῖς ξυνδιαφθειράσης. τούτοις δὲ ἅπασι δρωμένοις ὁ μὲν τῶν βαρβάρων ἡγεμὼν οὐδὲ ὄναρ παρῆν· οὐδὲ γὰρ ἐπέσχε τὴν φυγὴν πρὶν ἢ κατὰ νώτου τὸν ποταμὸν ἐποιήσατο· <milestone unit="page" resp="Spanheim" n="25a"/> αὐτὸς δὲ διέμενες ἐν τοῖς ὅπλοις δι’ ὅλης ἡμέρας καὶ νυκτὸς ἁπάσης, συμμετέχων μὲν τοῖς κρατοῦσι τῶν ἀγωνισμάτων, τοῖς πονοῦσι δὲ ἐπαρκῶν διὰ ταχέων. ὑπὸ δὲ τῆς ἀνδρείας καὶ τῆς εὐψυχίας εἰς τοσοῦτον τὸν ἀγῶνα μετέστησας, ὥστε αὐτοὺς μὲν ἐπὶ τὴν αὑτῶν τῆς ἡμέρας ἐπιλαβούσης ἀσμένως ἀποσώζεσθαι, ἀναχωρεῖν δὲ ἐκ τῆς μάχης, ἑπομένου σου, καὶ τοὺς τραυματίας· οὕτω <milestone unit="page" resp="Spanheim" n="25b"/> τὸ δέος πᾶσιν ἀνῆκας τῆς φυγῆς. ποῖον οὖν <pb n="v.1.p.64"/>  ἥλω φρούριον; τίς δὲ ἐπολιορκήθη πόλις; τίνος δὲ ἀποσκευῆς οἱ πολέμιοι κρατήσαντες ἔσχον ἐφʼ ὅτῳ σεμνύνωνται μετὰ τὸν πόλεμον;</p><p rend="align(indent)">Ἀλλʼ ἴσως, φήσει τις, τὸ μηδέποτε τῶν πολεμίων ἧττον ἔχοντα ἀπελθεῖν εὐτυχὲς καὶ εὔδαιμον ἡγητέον, τὸ δὲ ἀντιστῆναι τῇ τύχῃ ῥωμαλεώτερον καὶ μείζονος ἀρετῆς ὑπάρχει σημεῖον.</p><p rend="align(indent)">Τίς μὲν γὰρ ἀγαθὸς κυβερνήτης ἐν εὐδίᾳ τὴν <milestone unit="page" resp="Spanheim" n="25c"/> ναῦν κατευθύνων, γαλήνης ἀκριβοῦς κατεχούσης τὸ πέλαγος; τίς δὲ ἡνίοχος ἅρματος δεξιὸς ἐν ὁμαλῷ καὶ λείῳ χωρίῳ εὐπειθεῖς καὶ πρᾴους καὶ ταχεῖς ἵππους ζευξάμενος, εἶτα ἐν τούτοις ἐπιδεικνύμενος τὴν τέχνην; πόσῳ δὲ ἀμείνων νεὼς μὲν ἰθυντὴρ ὁ καὶ τὸν μέλλοντα χειμῶνα προμαθὼν καὶ προαισθόμενος καὶ πειραθείς γε τοῦτον ἐκκλῖναι, εἶτα δι’ ἁσδηποτοῦν αἰτίας ἐμπεσὼν καὶ διασώσας ἀπαθῆ τὴν ναῦν αὐτῷ φόρτῳ; <milestone unit="page" resp="Spanheim" n="25d"/> ἄρματος δʼ ἐπιστάτης ὁ καὶ πρὸς χωρίων ἀγωνιζόμενος τραχύτητα καὶ τοὺς ἵππους μετατιθεὶς ἅμα καὶ βιαζόμενος, ἤν τι πλημμελῶσιν; ὅλως δὲ οὐδεμίαν ἄξιον τέχνην μετὰ τῆς τύχης ἐξετάζειν, ἀλλʼ αὐτὴν ἐφʼ αὑτῆς σκοπεῖν. οὐδὲ στρατηγὸς ἀμείνων ὁ Κλέων Νικίου, ἐπειδὴ τὰ περὶ τὴν Πύλον ηὐτύχησεν, οὐδʼ ἄλλος οὐδεὶς τῶν τύχῃ μᾶλλον ἢ γνώμῃ κρατούντων. ἐγὼ δὲ εἰ μὴ καὶ τὴν τύχην τὴν σὴν ἀμείνω καὶ δικαιοτέραν τῆς τῶν ἀντιταξαμένων, μᾶλλον δὲ τῆς ἁπάντων <milestone unit="page" resp="Spanheim" n="26a"/> ἀνθρώπων κρατίστην φήσαιμι, ἀδικεῖν ἂν εἰκότως <pb n="v.1.p.66"/>  δοκοίην, τὴν μὴ παρασχοῦσαν τοῖς πολεμίοις αἰσθέσθαι τὸ πλεονέκτημα. χρὴ γὰρ οἶμαι τὸν δικαίως ὑπὲρ τῶν ῥηθέντων κρινοῦντα τὸ μὲν ἐλάττωμα τῇ τοῦ πνίγους ἀνανταγωνίστῳ ῥώμῃ λογίζεσθαι, τὸ δὲ εἰς ἴσον καταστῆσαι τοὺς πολεμίους ταῖς συμφοραῖς τῆς σῆς ἀρετῆς ἔργον ὑπολαβεῖν, τὸ δὲ τῶν μὲν οἰκείων αἰσθέσθαι συμφορῶν, ἀγνοῆσαι δὲ τὰ κατορθώματα τῆς ἀγαθῆς τύχης ἔργον λογίζεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="21"><p rend="align(indent)"><milestone unit="page" resp="Spanheim" n="26b"/>Ἀλλʼ ὅπως μὴ μακρότερα περὶ τούτων λέγων τὸν ὑπὲρ τῶν μειζόνων καιρὸν ἀναλώσω, πειράσομαι λοιπὸν τὸ μετὰ τοῦτο περιστὰν ἡμᾶς τῶν πραγμάτων πλῆθος διεξιέναι καὶ τῶν κινδύνων τὸ μέγεθος, καὶ ὅπως ἅπασιν ἀντισχὼν τυράννων μὲν πλῆθος, βαρβάρων δὲ ἐτρέψω δυνάμεις. ἦν μὲν γὰρ ὁ χειμὼν ἐπʼ ἐξόδοις ἤδη, ἕκτον που μάλιστα μετὰ τὸν πόλεμον ἔτος, οὗ μικρῷ πρόσθεν <milestone unit="page" resp="Spanheim" n="26c"/> ἐμνήσθην, ἧκε δὲ ἀγγέλλων τις, ὡς Γαλατία μὲν συναφεστῶσα τῷ τυράννῳ ἀδελφῷ τῷ σῷ ἐβούλευσέ τε καὶ ἐπετέλεσε τὸν φόνον, εἶτα ὡς Ἰταλία καὶ Σικελία κατείληπται, τὰ δὲ ἐν Ἰλλυριοῖς στρατόπεδα ταραχωδῶς ἔχει καὶ βασιλέα σφῶν ἀπέδειξε τὸν τέως στρατηγὸν ἀντισχεῖν ἐθέλοντα πρὸς τὴν ἄμαχον δοκοῦσαν τῶν τυράννων φοράν. ἱκέτευε δὲ αὐτὸς οὗτος χρήματα πέμπειν καὶ δύναμιν τὴν βοηθήσουσαν, σφόδρα ὑπὲρ αὑτοῦ δεδιὼς καὶ τρέμων, μὴ πρὸς τῶν <milestone unit="page" resp="Spanheim" n="26d"/> τυράννων κρατηθείη. καὶ τέως μὲν ἐπηγγέλλετο τὰ προσήκοντα δράσειν, οὐδαμῶς αὑτὸν ἀξιῶν <pb n="v.1.p.68"/>  τῆς ἀρχῆς, ἐπίτροπον δὲ οἶμαι πιστὸν καὶ φύλακα παρέξειν ἐπαγγελλόμενος· ἔμελλε δὲ οὐκ εἰς μακρὰν ἄπιστος φανεῖσθαι καὶ δίκην ὑφέξειν καίτοι φιλάνθρωπον. ταῦτα πυθόμενος οὐκ ᾤου δεῖν ἐν ῥᾳστώνῃ πολλῇ τὸν χρόνον ἀναλίσκειν μάτην. ἀλλὰ τὰς μὲν ἐπὶ τῇ Συρίᾳ πόλεις μηχανημάτων καὶ φρουρᾶς καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς ἐμπλήσας, καὶ ἀπὼν ἀρκέσειν <milestone unit="page" resp="Spanheim" n="27a"/> τοῖς τῇδε προσεδόκησας, αὐτὸς δὲ ἐπὶ τοὺς τυράννους ὁρμᾶν ἐβουλεύου.</p></div></div></body></text></TEI>