<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="16"><p rend="align(indent)">Τῆς γὰρ εἰρήνης τῆς πρόσθεν τοῖς μὲν στρατευομένοις ἀνείσης τοὺς πόνους, τοῖς λειτουργοῦσι δὲ κουφοτέρας τὰς λειτουργίας παρασχούσης, τοῦ πολέμου δὲ χρημάτων καὶ σιτηρεσίου καὶ <milestone unit="page" resp="Spanheim" n="21c"/> χορηγίας λαμπρᾶς δεομένου, πολὺ δὲ πλέον ἰσχύος καὶ ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας τῶν στρατευομένων, ὑπάρχοντος δὲ οὐδενὸς σχεδὸν τῶν τοιούτων, αὐτὸς ἐξηῦρες καὶ κατέστησας, τοῖς μὲν ἐν ἡλικίᾳ στρατεύεσθαι λαχοῦσιν ἀποδείξας τῶν πόνων μελέτην, παπαπλησίαν δὲ τοῖς πολεμίοις ἱππικὴν καταστησάμενος δύναμιν, τῷ πεζῷ δὲ ἐπιτάξας τῶν πόνων ἔχεσθαι· καὶ ταῦτα οὐ ῥήμασι μόνον οὐδὲ ἐξ ἐπιτάγματος, μελετῶν δὲ <milestone unit="page" resp="Spanheim" n="21d"/> αὐτὸς καὶ συνασκούμενος καὶ δεικνύων ἔργῳ τὸ πρακτέον, πολέμων ἐργάτας ἄφνω κατέστησας. χρημάτων δὲ ἐπενόεις πόρους, οὐκ αὔξων τοὺς φόρους οὐδὲ τὰς συντάξεις, καθάπερ Ἀθηναῖοι πρόσθεν, εἰς τὸ διπλάσιον ἢ καὶ ἐπὶ πλέον καταστήσας, ἐμμένων δὲ οἶμαι τοῖς ἀρχαίοις πλὴν εἴ που πρὸς βραχὺ καὶ πρὸς καιρὸν ἐχρῆν αἰσθέσθαι δαπανηροτέρων τῶν λειτουργημάτων. ἐν <milestone unit="page" resp="Spanheim" n="22a"/> τοσαύτῃ δὲ τοὺς στρατευομένους ἦγες ἀφθονίᾳ, ὡς μήτε ὑβρίζειν τῷ κόρῳ μήτε ὑπὸ τῆς ἐνδείας πλημμελεῖν ἀναγκασθῆναι. ὅπλων δὲ καὶ ἵππων παρασκευὴν καὶ νεῶν τῶν ποταμίων καὶ μηχανημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ πλῆθος σιωπῇ κατέχω.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="17"><p>ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς τέλος εἶχε <pb n="v.1.p.56"/>  καὶ ἔδει χρῆσθαι τοῖς προρρηθεῖσιν εἰς δέον, ἐζεύγνυτο μὲν ὁ Τίγρης σχεδίᾳ πολλάκις, ἤρθη δὲ ἐπʼ αὐτῷ φρούρια, καὶ τῶν πολεμίων οὐδεὶς <milestone unit="page" resp="Spanheim" n="22b"/> ἐτόλμησεν ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, πάντα δὲ παρ’ ἡμᾶς ἤγετο τἀκείνων ἀγαθά, τῶν μὲν οὐδὲ εἰς χεῖρας ἰέναι τολμώντων, τῶν θρασυνομένων δὲ παρ’ αὐτὰ τὴν τιμωρίαν ὑποσχόντων. τὸ μὲν δὴ κεφάλαιον τῶν εἰς τὴν πολεμίαν εἰσβολῶν τοιοῦτον. καθʼ ἕκαστον γὰρ ἐπεξιέναι τίς ἂν ἀξίως ἐν βραχεῖ λόγῳ δυνηθείη, τῶν μὲν τὰς συμφορὰς τῶν δὲ τὰς ἀριστείας ἀπαριθμούμενος; τοσοῦτον δὲ <milestone unit="page" resp="Spanheim" n="22c"/> ἴσως εἰπεῖν οὐ χαλεπόν, ὅτι πολλάκις τὸν ποταμὸν ἐκεῖνον περαιωθεὶς ξὺν τῷ στρατεύματι καὶ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψας χρόνον, λαμπρὸς ἐπανῄεις τοῖς τροπαίοις, τὰς διὰ σὲ πόλεις ἐλευθέρας ἐπιὼν καὶ χαριζόμενος εἰρήνην καὶ πλοῦτον, πάντα ἀθρόως τὰ ἀγαθά, καὶ τῶν πάλαι ποθουμένων διδοὺς ἀπολαύειν, νίκης κατὰ τῶν βαρβάρων, τροπαίων ἐγειρομένων κατὰ τῆς Παρθυαίων ἀπιστίας καὶ ἀνανδρίας, ὧν τὸ μὲν ἐπεδείξαντο <milestone unit="page" resp="Spanheim" n="22d"/> τὰς σπονδὰς λύσαντες καὶ τὴν εἰρήνην συγχέαντες, τὸ δὲ μὴ τολμῶντες ὑπὲρ τῆς χώρας καὶ τῶν φιλτάτων ἀμύνεσθαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="18"><p rend="align(indent)">Ἀλλʼ ὅπως μή τις ὑπολάβῃ με τούτων μὲν ἡδέως μεμνῆσθαι τῶν ἔργων, ὀκνεῖν δὲ ἐκεῖνα, περὶ ἃ καὶ τοῖς πολεμίοις πλεονεκτῆσαι παρέσχεν ἡ τύχη, μᾶλλον δὲ ἡ χώρα τὴν ἐκ τοῦ καιροῦ προσλαβοῦσα ῥοπήν, ὡς αἰσχύνην ἡμῖν, οὐχὶ δὲ <pb n="v.1.p.58"/>  ἔπαινον καὶ τιμὴν φέροντα, καὶ ὑπὲρ τούτων πειράσομαι δηλῶσαι διὰ βραχέων, οὐ πρὸς τὸ <milestone unit="page" resp="Spanheim" n="23a"/> λυσιτελέστατον ἐμαυτῷ τοὺς λόγους πλάττων, τὴν ἀλήθειαν δὲ ἀγαπῶν ἐν πᾶσιν. ἧς εἴ τις ἑκὼν ἁμαρτάνοι, τὴν ἐκ τοῦ κολακεύειν αἰσχύνην οὐδαμῶς ἐκφεύγει, προστίθησι δὲ τοῖς ἐπαινουμένοις τὸ δοκεῖν μηδʼ ὑπὲρ τῶν ἄλλων εὖ ἀκούειν κατὰ τὴν ἀξίαν· ὃ παθεῖν εὐλαβησόμεθα. δείξει δὲ ὁ λόγος αὐτός, εἰ μηδαμοῦ τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τετίμηκεν. οὐκοῦν εὖ οἶδα, ὅτι πάντες ἂν μέγιστον φήσειαν πλεονέκτημα τῶν βαρβάρων <milestone unit="page" resp="Spanheim" n="23b"/> τὸν πρὸ τῶν Σιγγάρων πόλεμον. ἐγὼ δὲ ἐκείνην τὴν μάχην ἴσα μὲν ἐνεγκεῖν τοῖς στρατοπέδοις τὰ δυστυχήματα, δεῖξαι δὲ τὴν σὴν ἀρετὴν περιγενομένην τῆς ἐκείνων τύχης φαίην ἂν εἰκότως, καὶ ταῦτα στρατοπέδῳ χρησαμένου θρασεῖ καὶ τολμηρῷ καὶ πρὸς τὴν ὥραν καὶ τὴν τοῦ πνίγους ῥώμην οὐχ ὁμοίως ἐκείνοις συνήθει. ὅπως δὲ ἕκαστον ἐπράχθη, διηγήσομαι.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg2003.tlg001.perseus-grc2" n="19"><p>θέρος μὲν γὰρ ἦν ἀκμάζον ἔτι, συνῄει δὲ ἐς ταὐτὸν τὰ στρατόπεδα <milestone unit="page" resp="Spanheim" n="23c"/> πολὺ πρὸ τῆς μεσημβρίας. ἐκπληττόμενοι δὲ οἱ πολέμιοι τὴν εὐταξίαν καὶ τὸν κόσμον καὶ τὴν ἡσυχίαν, αὐτοὶ δὲ πλήθει θαυμαστοὶ φανέντες, ἤρχετο μὲν οὐδεὶς τῆς μάχης, τῶν μὲν εἰς χεῖρας ἰέναι πρὸς οὕτω παρεσκευασμένην δύναμιν ὀκνούντων, τῶν δὲ περιμενόντων ἐκείνους ἄρχειν, ὅπως ἀμυνόμενοι μᾶλλον ἐν πᾶσιν, οὐχὶ δὲ αὐτοὶ πολέμου μετὰ τὴν <pb n="v.1.p.60"/>  εἰρήνην ἄρχοντες φανεῖεν. τέλος δὲ ὁ τῆς βαρβαρικῆς <milestone unit="page" resp="Spanheim" n="23d"/> ἐκείνης δυνάμεως ἡγεμών, μετέωρος ἀρθεὶς ὑπὲρ τῶν ἀσπίδων καὶ καταμαθὼν τὸ πλῆθος ἐν τάξει, οἷος ἐξ οἵου γέγονε καὶ ποίας ἀφίει φωνάς; προδεδόσθαι βοῶν καὶ τοὺς ὑπὲρ τοῦ πολέμου πείσαντας αἰτιώμενος, φεύγειν ᾤετο χρῆναι διὰ τάχους καὶ τοῦτο μόνον οἱ πρὸς σωτηρίαν ἀρκέσειν, εἰ φθήσεται τὸν ποταμὸν διαβῆναι, ὅσπερ ἐστὶ τῆς χώρας ἐκείνης πρὸς τὴν ἡμετέραν ὅρος ἀρχαῖος. ταῦτα διανοηθεὶς ἐκεῖνος πρῶτον ἐπὶ πόδα σημαίνει τὴν ἀναχώρησιν, καὶ κατʼ <milestone unit="page" resp="Spanheim" n="24a"/> ὀλίγον προστιθεὶς τῷ τάχει τέλος ἤδη καρτερῶς ἔφευγεν, ἔχων ὀλίγους ἱππέας ἀμφʼ αὑτόν, τὴν δύναμιν ἅπασαν τῷ παιδὶ καὶ τῷ πιστοτάτῳ τῶν φίλων ἐπιτρέψας ἄγειν. ταῦτα ὁρῶντες τὸ στράτευμα καὶ χαλεπαίνοντες, ὅτι μηδεμίαν ὑπέσχον τῶν τετολμημένων δίκην, ἐβόων ἄγειν ἐπʼ αὐτούς, καὶ κελεύοντος σοῦ μένειν ἀχθόμενοι μετὰ τῶν ὅπλων ἔθεον ὡς ἕκαστος εἶχε ῥώμης τε καὶ τάχους, ἄπειροι μὲν ὄντες αὐτοὶ τέως <milestone unit="page" resp="Spanheim" n="24b"/> τῆς σῆς στρατηγίας, εἰς δὲ τὴν ἡλικίαν ὁρῶντες ἄμεινον αὑτῶν τὸ συμφέρον κρίνειν ἧττον ἐπίστευον· καὶ τῷ πολλὰς συγκατειργάσθαι τῷ πατρὶ τῷ σῷ μάχας καὶ κρατῆσαι πανταχοῦ τὸ δοκεῖν ἀηττήτους εἶναι συνηγωνίζετο. τούτων δὲ οὐδενὸς ἔλαττον τὸ παρεστὼς Παρθυαίων δέος ἐπῆρεν ὡς οὐκ ἀγωνισαμένους πρὸς τοὺς ἄνδρας <pb n="v.1.p.62"/>  μόνον, ἀλλὰ καὶ πρὸς τὴν χώραν αὐτήν, καὶ εἴ τι μεῖζον ἔξωθεν προσπίπτοι, καὶ τούτου πάντως κρατήσοντας. ταχέως οὖν ἑκατὸν μεταξὺ στάδια <milestone unit="page" resp="Spanheim" n="24c"/> διαδραμόντες ἐφειστήκεσαν ἤδη Παρθυαίοις εἰς τὸ τεῖχος καταπεφευγόσιν, ὃ πρότερον ἤδη πεποίητο σφίσιν ὥσπερ στρατόπεδον. ἑσπέρα δὲ ἦν λοιπὸν καὶ ὁ πόλεμος αὐτόθεν ξυνερρήγνυτο. καὶ τὸ μὲν τεῖχος αἱροῦσιν εὐθέως τοὺς ὑπὲρ αὐτοῦ κτείναντες· γενόμενοι δὲ εἴσω τῶν ἐρυμάτων πολὺν μὲν ἠρίστευον χρόνον, ὑπὸ δὲ τοῦ δίψους ἀπειρηκότες ἤδη καὶ λάκκοις ὕδατος ἐντυχόντες ἔνδον, τὴν καλλίστην νίκην διέφθειραν καὶ τοῖς πολεμίοις παρέσχον <milestone unit="page" resp="Spanheim" n="24d"/> ἀναμαχέσασθαι τὸ πταῖσμα.</p></div></div></body></text></TEI>