ἐμοὶ δὲ οὐκ ἐπιτιμᾶν ἐπὶ τοῦ παρόντος ἐκείνοις προσήκει· δείξω δὲ μόνον τῆς τροφῆς τὸ διαφέρον, ᾗ χρησάμενος κάλλει καὶ ῥώμῃ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ διήνεγκας, διὰ μὲν τῶν πόνων τὴν εὐεξίαν περιβαλόμενος, διὰ δὲ τῶν νόμων τὴν σωφροσύνην κατακτησάμενος, καὶ τῷ μὲν σώματι ῥωμαλεωτέρῳ διὰ τὴν ἐγκράτειαν τῆς ψυχῆς, τῇ ψυχῇ δʼ αὖ διὰ τὴν τοῦ σώματος καρτερίαν δικαιοτέρᾳ χρώμενος, τὰ μὲν ἐκ φύσεως ἀγαθὰ συναύξων ἐκ παντός, τὰ δὲ ταῖς ἐπιμελείαις ἔξωθεν ἀεὶ προσλαμβάνων· καὶ δεόμενος μὲν οὐδενός, ἐπαρκῶν δʼ ἄλλοις καὶ χαριζόμενος μεγάλας δωρεὰς καὶ ὅσαι τοὺς λαβόντας ἤρκουν ἀποφῆναι τῷ Λυδῶν δυνάστῃ παραπλησίους, ἐνδεέστερον μὲν ἀπολαύων αὐτὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἢ Σπαρτιατῶν ὁ σωφρονέστατος, τοῦ τρυφᾶν δὲ παρέχων ἄλλοις χορηγίαν, καὶ τοῖς βουλομένοις σωφρονεῖν παρέχων σαυτὸν μιμεῖσθαι, ἄρχων μὲν πρᾴως καὶ φιλανθρώπως τῶν ἄλλων, ἀρχόμενος δὲ ὑπὸ τοῦ πατρὸς σωφρόνως καὶ ὡς εἷς τῶν πολλῶν τὸν ἅπαντα διετέλεις χρόνον. παιδὶ μὲν ὄντι σοι καὶ μειρακίῳ ταῦτά τε ὑπῆρχε καὶ ἄλλα πλείονα, περὶ ὧν νῦν λέγειν μακρότερον ἂν εἴη τοῦ καιροῦ. Γενόμενος δὲ ἐφʼ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι. καλοῦσι γὰρ ἡμᾶς ἐφʼ αὑτὰς αἱ πράξεις ὑπομιανήσκουσαι τῆς ῥώμης, τῆς εὐψυχίας, εὐβουλίας τε ἅμα καὶ δικαιότητος, οἷς ἄμαχος ὤφθης καὶ ἀνυπέρβλητος, τὰ μὲν πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς πολίτας καὶ τοὺς πατρῴους σοι φίλους καὶ τὰ στρατεύματα δικαίως καὶ σωφρόνως καταστησάμενος· πλὴν εἴ που βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας· τὰ δὲ πρὸς τοὺς πολεμίους ἀνδρείως καὶ μεγαλοπρεπῶς καὶ τῆς προϋπαρχούσης ἀξίως τοῦ γένους δόξης καταστησάμενος. τοῖς μὲν δι’ ὁμονοίας τὸν ἅπαντα χρόνον συγγέγονας, ἀστασίαστον μὲν τὴν πόλιν διαφυλάττων καὶ τοὺς ἀδελφοὺς συνάρχοντας θεραπεύων ἀεί, τοῖς φίλοις δὲ τῆς ἰσηγορίας μεταδιδοὺς καὶ τῆς παρρησίας μετὰ τῶν ἄλλων ἀγαθῶν ἀφθόνως, κοινωνῶν μὲν ἅπασι τῶν ὑπαρχόντων, μεταδιδοὺς δὲ ὧν ἕκαστος ἐνδεὴς δόξειε. καὶ τούτων μάρτυσι μὲν αὐτοῖς ἐκείνοις εἰκότως ἄν τις χρήσαιτο, καὶ τὰ πράγματα δὲ τοῖς ἀπολειφθεῖσι τῆς πρὸς ἐκείνους συνουσίας ἱκανὰ δηλῶσαι τὴν προαίρεσιν τοῦ βίου παντός. Ῥητέον δὲ ὑπὲρ αὐτῶν ἤδη τῶν πράξεων ἀναβαλλομένοις τὸν ὑπὲρ τῶν ἕξεων λόγον. Πέρσαι τῆς Ἀσίας ἁπάσης πάλαι κρατήσαντες καὶ τῆς Εὐρώπης τὰ πολλὰ καταστρεψάμενοι, μικροῦ δέω φάναι πᾶσαν τὴν οἰκουμένην περιβαλόμενοι κύκλῳ ταῖς ἐλπίσιν, ἐπειδὴ τὴν ἀρχὴν ὑπὸ Μακεδόνων ἀφῄρηντο, τῆς Ἀλεξάνδρου στρατηγίας ἔργον γενόμενοι, μᾶλλον δὲ παίγνιον, χαλεπῶς φέροντες τὸ δουλεύειν, ὡς ἐκεῖνον ᾔσθοντο τετελευτηκότα, τῶν διαδόχων ἀποστάντες Μακεδόσι τε εἰς τὴν ἀντίπαλον δύναμιν αὖθις κατεστησαν καὶ ἡμῖν τὸ λειπόμενον τῆς Μακεδόνων ἀρχῆς κατακτησαμένοις ἀξιόμαχοι διὰ τέλους ἔδοξαν εἶναι πολέμιοι. καὶ τῶν μὲν παλαιῶν τί χρὴ νῦν ὑπομιμνήσκειν, Ἀντωνίου καὶ Κράσσου, στρατηγῶν αὐτοκρατόρων, καὶ ὡς ἐκεῖνα διὰ μακρῶν ἀπωσάμεθα κινδύνων τὰ αἴσχη, πολλῶν καὶ σωφρόνων αὐτοκρατόρων ἀναμαχεσαμένων τὰ πταίσματα; τί δὲ χρὴ τῶν δευτέρων ἀτυχημάτων μεμνῆσθαι καὶ τῶν ἐπʼ αὐτοῖς τοῦ Κάρου πράξεων, ὅσπερ μετὰ τὰς συμφορὰς ᾑρέθη στρατηγός; ἀλλʼ οἱ τὴν θαυμαστὴν καὶ παρὰ πᾶσιν ἀγαπωμένην εἰρήνην ἐπιτάξαντες ἐκείνοις ἄγειν, οἱ πρὸ τοῦ σοῦ πατρὸς τὴν βασιλείαν κατασχόντες, οὐχ ὁ μὲν καῖσαρ καθʼ αὑτὸν συμβαλὼν αἰσχρῶς ἀπήλλαξεν; ἐπιστραφέντος δὲ τοῦ τῆς οἰκουμένης ἁπάσης ἄρχοντος καὶ τὰς δυνάμεις τῆς ἡγεμονίας ἁπάσης ἐκεῖσε τρέψαντος καὶ προκαταλαβόντος τὰς εἰσβολὰς στρατεύμασι καὶ καταλόγοις ὁπλιτῶν παλαιῶν καὶ νεολέκτων καὶ παντοδαπαῖς παρασκευαῖς, δεδιότες μόλις τὴν εἰρήνην ἠγάπησαν. ἣν οὐκ οἶδʼ ὅπως περιόντος τοῦ πατρὸς τοῦ σοῦ συγχέαντες καὶ συνταράξαντες, τῆς μὲν παρ’ ἐκείνου τιμωρίας διήμαρτον, ἐν ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τὸν βίον μεταλλάξαντος· σοὶ δὲ ὑπέσχον τὴν δίκην ὕστερον τῶν τετολμημένων. μέλλων δὲ ἔτι δὴ τῶν πρὸς αὐτοὺς ἀγώνων γενομένων σοι πολλάκις ἅπτεσθαι τοσοῦτον ἀξιῶ σκοπεῖν τοὺς ἀκροωμένους, ὅτι τοῦ τρίτου μορίου τῆς ἀρχῆς καθεστὼς κύριος οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος, οὐχ ὅπλοις, οὐκ ἀνδράσι τοῖς στρατευομένοις, οὐδενὶ τῶν ἄλλων, ὅσα πρὸς τηλικοῦτον πόλεμον ἐχρῆν ἐπιρρεῖν ἄφθονα, πρὸς τούτοις δὲ οὐδὲ τῶν ἀδελφῶν σοι δι’ ἁσδηποτοῦν αἰτίας τὸν πόλεμον ἐλαφρυνόντων· καὶ οὐκ ἔστιν οὐδεὶς οὕτως ἀναίσχυντος οὐδὲ βάσκανος συκοφάντης, ὃς οὐκ αἰτιώτατον γενέσθαι σὲ τῆς πρὸς ἐκείνους ὁμονοίας φήσει· ὄντος δὲ οἶμαι τοῦ πολέμου καθʼ αὑτὸν δυσχεροῦς, τὰ τῶν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες· καὶ ἄλλα μυρία ἄτοπα καὶ δυσχερῆ πανταχόθεν ἀναφυόμενα χαλεπωτέρας τὰς ὑπὲρ τοῦ πολέμου παρεῖχεν ἐλπίδας· Ἀρμένιοι παλαιοὶ σύμμαχοι στασιάζοντες καὶ μοῖρα σφῶν οὐ φαύλη Πέρσαις προσθέμενοι, τὴν ὅμορον σφίσι λῃσταῖς κατατρέχοντες· καὶ ὅπερ ἐν τοῖς παροῦσιν ἐφαίνετο μόνον σωτήριον, τὸ σὲ τῶν πραγμάτων ἔχεσθαι καὶ βουλεύεσθαι, τέως οὐχ ὑπῆρχε διὰ τὰς πρὸς τοὺς ἀδελφοὺς ἐν Παιονίᾳ συνθήκας, ἃς αὐτὸς παρὼν οὕτω διῴκησας, ὡς μηδεμίαν ἀφορμὴν ἐκείνοις παρασχεῖν μέμψεως. μικροῦ με ἔλαθεν ἡ τῶν πράξεων ἀρχὴ διαφυγοῦσα καλλίων ἁπασῶν ἢ ταῖς καλλίσταις ἐξ ἴσης θαυμαστή. τὸ γὰρ ὑπὲρ τοσούτων πραγμάτων βουλευόμενον μηδὲν ἐλαττοῦσθαι δοκεῖν, εἰ τοῖς ἀδελφοῖς τὸ πλέον ἔχειν ἑκὼν συγχωροίης, σωφροσύνης καὶ μεγαλοψυχίας μέγιστον ἂν εἴη σημεῖον. νῦν δὲ εἰ μέν τις τὴν πατρῴαν οὐσίαν πρὸς τοὺς ἀδελφοὺς νεμόμενος ἑκατὸν ταλάντων, κείσθω δέ, εἰ βούλει, τοσούτων ἄλλων, εἶτα ἔχων πεντήκοντα μναῖς ἔλαττον ἠγάπησε δή, καὶ μικροῦ παντελῶς ἀργυρίου τὴν πρὸς ἐκείνους ὁμόνοιαν ἀνταλλαξάμενος, ἐπαίνων ἂν ἐδόκει καὶ τιμῆς ἄξιος ὡς χρημάτων κρείττων, ὡς εὔβουλος φύσει, ξυνελόντι δὲ εἰπεῖν, ὡς καλὸς κἀγαθός. ὁ δὲ ὑπὲρ τῆς τῶν ὅλων ἀρχῆς οὕτω μεγαλοψύχως καὶ σωφρόνως δοκῶν βεβουλεῦσθαι, ὡς τὸν μὲν ἐκ τῆς ἐπιμελείας αὑτῷ μείζονα μὴ προσθεῖναι πόνον, τῶν δὲ ἐκ τῆς ἀρχῆς προσόδων ἑκὼν ὑφίεσθαι ὑπὲρ ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους Ῥωμαίων ἁπάντων εἰρήνης, πόσων ἐπαίνων ἄξιον κρινεῖ τις; οὐ μὴν οὐδὲ ἐκεῖνο λέγειν ἔνεστιν ἐνταῦθα, ὡς καλῶς μέν, ἀλυσιτελῶς δέ· λυσιτελὲς μὲν γὰρ οὐδέν, ὅ, τι μὴ τὸ αὐτὸ καὶ καλόν, ἔμοιγε φαίνεται. ὅλως δὲ εἴ τινι καθʼ αὑτὸ τὸ συμφέρον ἐξετάζειν δοκεῖ, κρινέτω μὴ πρὸς ἀργύριον σκοπῶν μηδὲ προσόδους χωρίων ἀπαριθμούμενος, καθάπερ οἱ φιλάργυροι γέροντες ὑπὸ τῶν κωμῳδῶν ἐπὶ τὴν σκηνὴν ἑλκόμενοι, ἀλλὰ πρὸς τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὴν ἀξίωσιν. φιλονεικῶν μὲν γὰρ ὑπὲρ τῶν ὁρίων καὶ δυσμενῶς ἔχων ἐκείνων ἂν ἦρξε μόνων ὧν ἔλαχεν, εἰ καὶ πλέον ἔχων ἀπῄει· ὑπερορῶν δὲ τῶν μικρῶν καὶ καταφρονήσας ἦρχε μὲν ἁπάσης μετὰ τῶν ἀδελφῶν τῆς οἰκουμένης, ἐπεμελεῖτο δὲ τοῦ λαχόντος μέρους, ἀπολαύων μὲν τελείας τῆς τιμῆς, μετέχων δὲ ἔλαττον τῶν ἐπʼ αὐτῇ πόνων. Ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι. ὅπως δὲ τῶν πραγμάτων ἐπεμελήθης, τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν κινδύνων καὶ παντοδαπῶν πραγμάτων, θορύβου, πολέμου ἀναγκαίου, πολλῆς καταδρομῆς, συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας, ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. ἐπειδὴ γάρ σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς τοῖς πράγμασιν ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, πορείαις ταχείαις χρησάμενος ὅπως μὲν ἐκ Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα. ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν μελλόντων παρέσχεν ἐλπίδας, τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἴπεῖν; τὰ μὲν τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς μετέστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ’ ἡμᾶς ἐξαγαγόντος, τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ παρασκευάσαντος. οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ’ ἡμᾶς ἀφικομένοις ἄρτι χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο, οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας. καὶ οἱ μὲν φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῆς, ὥστε μηδὲ τοῖς ἐχθίστοις σφῶν εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. ταῦτα δὲ ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ χεῖρον ἐν βραχεῖ προειπεῖν.