τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ, φύσει τε καὶ νόμῳ, σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν. καίτοι τίνα ποτʼ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ Λακεδαιμόνιοι τῶν Ἑλλήνων, οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρξοντα σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὰ παιδεύματα, καθάπερ ἀδελφοῖς τοῖς πολίταις ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδέν, ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; καὶ τοῖς μὲν βαρβάροις, ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τὸ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοι συγγνώμην· τὸν Λυκοῦργον δὲ τοῖς ἀφʼ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρξουσιν. ἡ γὰρ τοιαύτη κατὰ μικρὸν παραδυομένη συνήθεια ταῖς ψυχαῖς ἐνέτεκεν ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι’ ἀρετὴν πρωτεύειν λαχόντας. τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις. χρήσαιτο δʼ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν. Ἀλλὰ τοῖς μὲν ἡ πολιτεία τὰ πρὸς ἀρετὴν ἀρκούντως παρασκευάζουσα, εἰ καὶ μηδὲν διαφέρον ἐπιτηδεύειν ἐδίδου τῶν πολλῶν, ἀλλὰ τὸ καλοῖς κἀγαθοῖς ὑπάρχειν παρεῖχεν ἀνδράσι· Καρχηδονίων δὲ οὐδὲ τὰ κοινὰ τῶν ἐπιτηδευμάτων ἐπαινεῖν ἄξιον. ἐξελαύνοντες γὰρ τῶν οἰκιῶν οἱ γονεῖς τοὺς παῖδας ἐπέταττον εὐπορεῖν διὰ τῶν πόνων τῶν πρὸς τὴν χρείαν ἀναγκαίων, τὸ δρᾶν τι τῶν δοκούντων αἰσχρῶν ἀπαγορεύοντες. τὸ δὲ ἦν, οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ λαθεῖν πειρᾶσθαι τι δρῶντα προστάττειν. πέφυκε γὰρ οὐ τρυφὴ μόνον ἦθος διαφθείρειν, ἀλλὰ καὶ ἡ τῶν ἀναγκαίων ἐνδεὴς δίαιτα, ἐφʼ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος, ἄλλως τε εἰ καὶ τούτου μὴ κρατοίη τοῦ πάθους, πρὸς χρηματισμὸν ἐκ παίδων συνεθιζόμενος καί τινας ἀμοιβὰς ἐμποριῶν καὶ καπηλείας τὰς μὲν αὐτὸς εὑρὼν τὰς δὲ παρὰ τῶν εἰδότων μαθών, ὑπὲρ ὧν οὐ λέγειν μόνον, ἀλλʼ οὐδὲ ἀκούειν ἄξιον ἐλευθέρῳ παιδί, πλείστας ἂν κηλῖδας ἐναπόθοιτο τῇ ψυχῇ, ὧν πασῶν καθαρὸν εἶναι χρὴ καὶ τὸν ἐπιεικῆ πολίτην, ἀλλʼ οὐ τὸν βασιλέα καὶ στρατηγὸν μόνον. ἐμοὶ δὲ οὐκ ἐπιτιμᾶν ἐπὶ τοῦ παρόντος ἐκείνοις προσήκει· δείξω δὲ μόνον τῆς τροφῆς τὸ διαφέρον, ᾗ χρησάμενος κάλλει καὶ ῥώμῃ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ διήνεγκας, διὰ μὲν τῶν πόνων τὴν εὐεξίαν περιβαλόμενος, διὰ δὲ τῶν νόμων τὴν σωφροσύνην κατακτησάμενος, καὶ τῷ μὲν σώματι ῥωμαλεωτέρῳ διὰ τὴν ἐγκράτειαν τῆς ψυχῆς, τῇ ψυχῇ δʼ αὖ διὰ τὴν τοῦ σώματος καρτερίαν δικαιοτέρᾳ χρώμενος, τὰ μὲν ἐκ φύσεως ἀγαθὰ συναύξων ἐκ παντός, τὰ δὲ ταῖς ἐπιμελείαις ἔξωθεν ἀεὶ προσλαμβάνων· καὶ δεόμενος μὲν οὐδενός, ἐπαρκῶν δʼ ἄλλοις καὶ χαριζόμενος μεγάλας δωρεὰς καὶ ὅσαι τοὺς λαβόντας ἤρκουν ἀποφῆναι τῷ Λυδῶν δυνάστῃ παραπλησίους, ἐνδεέστερον μὲν ἀπολαύων αὐτὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἢ Σπαρτιατῶν ὁ σωφρονέστατος, τοῦ τρυφᾶν δὲ παρέχων ἄλλοις χορηγίαν, καὶ τοῖς βουλομένοις σωφρονεῖν παρέχων σαυτὸν μιμεῖσθαι, ἄρχων μὲν πρᾴως καὶ φιλανθρώπως τῶν ἄλλων, ἀρχόμενος δὲ ὑπὸ τοῦ πατρὸς σωφρόνως καὶ ὡς εἷς τῶν πολλῶν τὸν ἅπαντα διετέλεις χρόνον. παιδὶ μὲν ὄντι σοι καὶ μειρακίῳ ταῦτά τε ὑπῆρχε καὶ ἄλλα πλείονα, περὶ ὧν νῦν λέγειν μακρότερον ἂν εἴη τοῦ καιροῦ. Γενόμενος δὲ ἐφʼ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι. καλοῦσι γὰρ ἡμᾶς ἐφʼ αὑτὰς αἱ πράξεις ὑπομιανήσκουσαι τῆς ῥώμης, τῆς εὐψυχίας, εὐβουλίας τε ἅμα καὶ δικαιότητος, οἷς ἄμαχος ὤφθης καὶ ἀνυπέρβλητος, τὰ μὲν πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς πολίτας καὶ τοὺς πατρῴους σοι φίλους καὶ τὰ στρατεύματα δικαίως καὶ σωφρόνως καταστησάμενος· πλὴν εἴ που βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας· τὰ δὲ πρὸς τοὺς πολεμίους ἀνδρείως καὶ μεγαλοπρεπῶς καὶ τῆς προϋπαρχούσης ἀξίως τοῦ γένους δόξης καταστησάμενος. τοῖς μὲν δι’ ὁμονοίας τὸν ἅπαντα χρόνον συγγέγονας, ἀστασίαστον μὲν τὴν πόλιν διαφυλάττων καὶ τοὺς ἀδελφοὺς συνάρχοντας θεραπεύων ἀεί, τοῖς φίλοις δὲ τῆς ἰσηγορίας μεταδιδοὺς καὶ τῆς παρρησίας μετὰ τῶν ἄλλων ἀγαθῶν ἀφθόνως, κοινωνῶν μὲν ἅπασι τῶν ὑπαρχόντων, μεταδιδοὺς δὲ ὧν ἕκαστος ἐνδεὴς δόξειε. καὶ τούτων μάρτυσι μὲν αὐτοῖς ἐκείνοις εἰκότως ἄν τις χρήσαιτο, καὶ τὰ πράγματα δὲ τοῖς ἀπολειφθεῖσι τῆς πρὸς ἐκείνους συνουσίας ἱκανὰ δηλῶσαι τὴν προαίρεσιν τοῦ βίου παντός.