<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="3"><p>ἀεὶ οὖν ἐλλαμπομένη καὶ διηνεκὲς ἔχουσα τὸ φῶς δίδωσιν εἰς τὰ ἐφεξῆς,
                                τὰ δὲ ἀεὶ συνέχεται καὶ ἄρδεται τούτῳ τῷ φωτὶ καὶ ἀπολαύει τοῦ ζῆν
                                καθ̓ ὅσον δύναται: ὥσπερ εἰ πυρὸς ἐν μέσῳ που κειμένου ἀλεαίνοιντο
                                οἷς οἷόν τε. καίτοι τὸ πῦρ ἐστιν ἐν μέτρῳ: ὅταν δὲ δυνάμεις μὴ
                                μετρηθεῖσαι μὴ ἐκ τῶν ὄντων ὦσιν ἀνῃρημέναι, πῶς οἷόν τε εἶναι μέν,
                                μηδὲν δὲ αὐτῶν μεταλαμβάνειν; ἀλλ̓ ἀνάγκη ἕκαστον τὸ αὑτοῦ διδόναι
                                καὶ ἄλλῳ, ἢ τὸ ἀγαθὸν οὐκ ἀγαθὸν ἔσται, ἢ ὁ νοῦς οὐ νοῦς, ἢ
                                    <del>ἡ</del> ψυχὴ μὴ τοῦτο, εἰ μή τι μετὰ τὸ πρώτως ζῶν ζῴη καὶ
                                δευτέρως ἕως ἔστι τὸ πρώτως. ἀνάγκη τοίνυν ἐφεξῆς εἶναι πάντα
                                ἀλλήλοις καὶ ἀεί, γενητὰ δὲ τὰ ἕτερα τῷ παῤ ἄλλων εἶναι. οὐ τοίνυν
                                ἐγένετο, ἀλλ̓ ἐγίνετο καὶ γενήσεται, ὅσα γενητὰ λέγεται: οὐδὲ
                                φθαρήσεται, ἀλλ̓ ἢ ὅσα ἔχει εἰς ἅ: ὃ δὲ μὴ ἔχει εἰς ὅ, οὐδὲ
                                φθαρήσεται. εἰ δέ τις εἰς ὕλην λέγοι, διὰ τί οὐ καὶ τὴν ὕλην; εἰ δὲ
                                καὶ τὴν ὕλην φήσει, τίς ἦν ἀνάγκη, φήσομεν, γενέσθαι; εἰ δὲ
                                ἀναγκαῖον εἶναι φήσουσι παρακολουθεῖν, καὶ νῦν ἀνάγκη. εἰ δὲ μόνη
                                καταλειφθήσεται, οὐ πανταχοῦ, ἀλλ̓ ἔν τινι τόπῳ ἀφωρισμένῳ τὰ θεῖα
                                ἔσται καὶ οἷον ἀποτετειχισμένα: εἰ δὲ οὐχ οἷόν τε, ἐλλαμφθήσεται.
                            </p></div><div type="textpart" subtype="section" n="4"><p>εἰ δὲ οἷον πτερορρυήσασαν τὴν ψυχὴν φήσουσι <pb ed="org" n="202"/>
                                πεποιηκέναι, οὐχ ἡ τοῦ παντὸς τοῦτο πάσχει: εἰ δὲ σφαλεῖσαν αὐτοὶ
                                φήσουσι, τοῦ σφάλματος λεγέτωσαν τὴν αἰτίαν. πότε δὲ ἐσφάλη; εἰ μὲν
                                γὰρ ἐξ ἀιδίου, μένει κατὰ τὸν αὐτῶν λόγον ἐσφαλμένη: εἰ δὲ ἤρξατο,
                                διὰ τί οὐ πρὸ τοῦ; ἡμεῖς δὲ οὐ νεῦσαί φαμεν τὴν ποιοῦσαν, ἀλλὰ
                                μᾶλλον μὴ νεῦσαι. εἰ <pb n="1.188"/> δὲ ἔνευσε, τῷ ἐπιλελῆσθαι
                                δηλονότι τῶν ἐκεῖ: εἰ δὲ ἐπελάθετο, πῶς δημιουργεῖ; πόθεν γὰρ ποιεῖ
                                ἢ ἐξ ὧν εἶδεν ἐκεῖ; εἰ δὲ ἐκείνων μεμνημένη ποιεῖ, οὐδὲ ὅλως
                                ἔνευσεν. οὐδὲ γάρ, εἰ ἀμυδρῶς ἔχει, οὐ μᾶλλον νεύει ἐκεῖ, ἵνα μὴ
                                ἀμυδρῶς ἴδῃ. διὰ τί γὰρ ἂν οὐκ ἐθέλησεν ἔχουσα ἡντινοῦν μνήμην
                                ἐπανελθεῖν; τί γὰρ ἂν ἑαυτῇ καὶ ἐλογίζετο γενέσθαι ἐκ τοῦ
                                κοσμοποιῆσαι; γελοῖον γὰρ τὸ ἵνα τιμῷτο, καὶ μεταφερόντων ἀπὸ τῶν
                                ἀγαλματοποιῶν τῶν ἐνταῦθα. ἐπεὶ καὶ εἰ διανοίᾳ ἐποίει καὶ μὴ ἐν τῇ
                                φύσει ἦν τὸ ποιεῖν καὶ ἡ δύναμις ἡ ποιοῦσα ἦν, πῶς ἂν κόσμον τόνδε
                                ἐποίησε; πότε δὲ καὶ φθερεῖ αὐτόν; εἰ γὰρ μετέγνω, τί ἀναμένει; εἰ
                                δὲ οὔπω, οὐκ ἂν μεταγνοίη ἔτι ἤδη εἰθισμένη καὶ τῷ χρόνῳ
                                προσφιλεστέρα γενομένη. εἰ δὲ τὰς καθ̓ ἕκαστον ψυχὰς ἀναμένει, ἤδη
                                ἔδει μηκέτι ἐλθεῖν εἰς γένεσιν πάλαι πειραθείσας ἐν τῇ προτέρᾳ
                                γενέσει τῶν τῇδε κακῶν: ὥστε ἤδη ἂν ἐπέλιπον ἰοῦσαι. οὐδὲ τὸ κακῶς
                                γεγονέναι τόνδε τὸν κόσμον δοτέον τῷ πολλὰ εἶναι ἐν αὐτῷ δυσχερῆ:
                                τοῦτο γὰρ ἀξίωμα μεῖζόν ἐστι περιτιθέντων αὐτῷ, εἰ ἀξιοῦσι τὸν αὐτὸν
                                εἶναι τῷ νοητῷ, ἀλλὰ μὴ εἰκόνα ἐκείνου. ἢ τίς ἂν ἐγένετο ἄλλη
                                καλλίων εἰκὼν ἐκείνου; τί γὰρ ἄλλο πῦρ βελτίων <del>εἰκὼν</del> τοῦ
                                ἐκεῖ πυρὸς παρὰ τὸ ἐνταῦθα πῦρ; ἢ τίς γῆ ἄλλη παρὰ ταύτην μετὰ τὴν
                                ἐκεῖ γῆν; τίς δὲ σφαῖρα ἀκριβεστέρα ἢ εὐτακτοτέρα τῇ φορᾷ μετὰ τὴν
                                ἐκεῖ τοῦ κόσμου τοῦ νοητοῦ περιοχὴν ἐν αὑτῷ; ἄλλος δὲ ἥλιος μετ̓
                                ἐκεῖνον πρὸ τούτου τοῦ ὁρωμένου τίς; </p></div><div type="textpart" subtype="section" n="5"><p>ἀλλ̓ <del>ἄλογον</del> αὐτοὺς μὲν σῶμα ἔχοντας, οἷον ἔχουσιν
                                ἄνθρωποι, καὶ ἐπιθυμίας καὶ λύπας καὶ ὀργὰς τὴν παῤ αὐτοῖς δύναμιν
                                μὴ ἀτιμάζειν, <pb n="1.189"/> ἀλλ̓ ἐφάπτεσθαι τοῦ νοητοῦ λέγειν
                                ἐξεῖναι, μὴ εἶναι δὲ ἐν ἡλίῳ ταύτης ἀπαθεστέραν ἐν τάξει μᾶλλον καὶ
                                οὐκ ἐν ἀλλοιώσει μᾶλλον οὖσαν, οὐδὲ φρόνησιν ἔχειν ἀμείνονα ἡμῶν τῶν
                                ἄρτι γενομένων καὶ διὰ τοσούτων κωλυομένων τῶν ἀπατώντων ἐπὶ τὴν
                                ἀλήθειαν ἐλθεῖν: οὐδὲ τὴν μὲν αὑτῶν ψυχὴν ἀθάνατον καὶ θείαν λέγειν
                                καὶ τὴν τῶν φαυλοτάτων ἀνθρώπων, τὸν δὲ οὐρανὸν πάντα καὶ τὰ ἐκεῖ
                                ἄστρα μὴ τῆς ἀθανάτου κεκοινωνηκέναι ἐκ πολλῷ καλλιόνων καὶ
                                καθαρωτέρων ὄντα, ὁρῶντας ἐκεῖ <pb ed="org" n="203"/> μὲν τὸ
                                τεταγμένον καὶ εὔσχημον καὶ εὔτακτον καὶ μάλιστα τὴν ἐνταῦθα περὶ
                                γῆν ἀταξίαν αὐτοὺς αἰτιωμένους: ὥσπερ τῆς ἀθανάτου ψυχῆς τὸν χείρω
                                τόπον ἐπίτηδες ἑλομένης, παραχωρῆσαι δὲ τοῦ βελτίονος τῇ θνητῇ ψυχῇ
                                ἑλομένης. ἄλογος δὲ καὶ ἡ παρεισαγωγὴ αὐτοῖς τῆς ἑτέρας ψυχῆς
                                ταύτης, ἣν ἐκ τῶν στοιχείων συνιστᾶσι: πῶς γὰρ ἂν ζωὴν ἡντινοῦν ἔχοι
                                ἡ ἐκ τῶν στοιχείων σύστασις; ἡ γὰρ τούτων κρᾶσις ἢ θερμὸν ἢ ψυχρὸν ἢ
                                μικτὸν ποιεῖ, ἢ ξηρὸν ἢ ὑγρὸν ἢ μῖγμα ἐκ τούτων. πῶς δὲ συνοχὴ τῶν
                                τεσσάρων ὑστέρα γενομένη ἐξ αὐτῶν; ὅταν δὲ προστιθῶσι καὶ ἀντίληψιν
                                αὐτῇ καὶ βούλευσιν καὶ ἄλλα μυρία, τί ἄν τις εἶποι; ἀλλ̓ οὐ τιμῶντες
                                ταύτην τὴν δημιουργίαν οὐδὲ τήνδε τὴν γῆν καινὴν αὑτοῖς φασι γῆν
                                γεγονέναι, εἰς ἣν δὴ ἐντεῦθεν ἀπελεύσονται: τοῦτο δὲ λόγον εἶναι
                                κόσμου. καίτοι τί δεῖ αὐτοῖς γενέσθαι ἐν παραδείγματι κόσμου, ὃν
                                μισοῦσι; πόθεν δὲ τὸ παράδειγμα τοῦτο; τοῦτο γὰρ κατ̓ αὐτοὺς
                                νενευκότος ἤδη πρὸς τὰ τῇδε τοῦ τὸ παράδειγμα πεποιηκότος. εἰ μὲν
                                οὖν ἐν αὐτῷ τῷ ποιήσαντι πολλὴ φροντὶς τοῦ κόσμον μετὰ τὸν κόσμον
                                τὸν νοητὸν ὃν ἔχει ἄλλον ποιῆσαι <pb n="1.190"/> — καίτοι τί ἔδει; —
                                    <del>ἢ πρὸ τοῦ κόσμου τοῦδε ἐποίησεν ἢ μετὰ τὸν κόσμον</del>.
                                καὶ εἰ μὲν πρὸ τοῦ κόσμου, ἵνα τί; ἵνα φυλάξωνται αἱ ψυχαί. πῶς οὖν
                                οὐκ ἐφυλάξαντο, ὥστε μάτην ἐγένετο; εἰ δὲ μετὰ τὸν κόσμον ἐκ τοῦ
                                κόσμου λαβὼν ἀποσυλήσας τῆς ὕλης τὸ εἶδος, ἤρκει ἡ πεῖρα ταῖς
                                πειραθείσαις ψυχαῖς πρὸς τὸ φυλάξασθαι. εἰ δὲ ἐν ταῖς ψυχαῖς λαβεῖν
                                ἀξιοῦσι τοῦ κόσμου τὸ εἶδος, τί τὸ καινὸν τοῦ λόγου; </p></div><div type="textpart" subtype="section" n="6"><p>τὰς δὲ ἄλλας ὑποστάσεις τί χρὴ λέγειν ἃς εἰσάγουσι, παροικήσεις καὶ
                                ἀντιτύπους καὶ μετανοίας; εἰ μὲν γὰρ ψυχῆς ταῦτα λέγουσι πάθη, ὅταν
                                ἐν μετανοίᾳ ᾖ, καὶ ἀντιτύπους, ὅταν οἷον εἰκόνας τῶν ὄντων, ἀλλὰ μὴ
                                αὐτά πω τὰ ὄντα θεωρῇ, κενολογούντων ἐστὶν εἰς σύστασιν τῆς ἰδίας
                                αἱρέσεως: ὡς γὰρ τῆς ἀρχαίας Ἑλληνικῆς οὐχ ἁπτόμενοι ταῦτα
                                σκευωροῦνται εἰδότων σαφῶς τῶν Ἑλλήνων καὶ ἀτύφως λεγόντων ἀναβάσεις
                                ἐκ τοῦ σπηλαίου καὶ κατὰ βραχὺ εἰς θέαν ἀληθεστέραν μᾶλλον καὶ
                                μᾶλλον προιούσας. ὅλως γὰρ αὐτοῖς τὰ μὲν παρὰ τοῦ Πλάτωνος εἴληπται,
                                τὰ δέ, ὅσα καινοτομοῦσιν, ἵνα ἰδίαν φιλοσοφίαν θῶνται, ταῦτα ἔξω τῆς
                                ἀληθείας εὕρηται. ἐπεὶ καὶ αἱ δίκαι καὶ οἱ ποταμοὶ οἱ ἐν ᾅδου καὶ αἱ
                                μετενσωματώσεις ἐκεῖθεν. καὶ ἐπὶ τῶν νοητῶν δὲ πλῆθος ποιῆσαι, τὸ ὂν
                                καὶ τὸν νοῦν καὶ τὸν δημιουργὸν ἄλλον καὶ τὴν ψυχήν, ἐκ τῶν ἐν τῷ
                                Τιμαίῳ λεχθέντων εἴληπται: εἰπόντος γὰρ αὐτοῦ <pb ed="org" n="204"/>
                                ʽᾗπερ οὖν νοῦς ἐνούσας ἰδέας ἐν τῷ ὃ ἔστι ζῷον καθορᾷ, τοσαύτας καὶ
                                τόδε ὁ ποιῶν τὸ πᾶν διενοήθη σχεῖν.ʼ οἱ δὲ οὐ συνέντες τὸν μὲν
                                ἔλαβον ἐν ἡσυχίᾳ ἔχοντα ἐν αὑτῷ πάντα τὰ ὄντα, τὸν δὲ νοῦν ἕτερον
                                παῤ αὐτὸν θεωροῦντα, τὸν δὲ διανοούμενον <pb n="1.191"/> — πολλάκις
                                δὲ αὐτοῖς ἀντὶ τοῦ διανοουμένου ψυχή ἐστιν ἡ δημιουργοῦσα — καὶ κατὰ
                                Πλάτωνα τοῦτον οἴονται εἶναι τὸν δημιουργὸν ἀφεστηκότες τοῦ εἰδέναι
                                τίς ὁ δημιουργός. καὶ ὅλως τὸν τρόπον τῆς δημιουργίας καὶ ἄλλα πολλὰ
                                καταψεύδονται αὐτοῦ καὶ πρὸς τὸ χεῖρον ἕλκουσι τὰς δόξας τοῦ ἀνδρὸς
                                ὡς αὐτοὶ μὲν τὴν νοητὴν φύσιν κατανενοηκότες, ἐκείνου δὲ καὶ τῶν
                                ἄλλων τῶν μακαρίων ἀνδρῶν μή. καὶ πλῆθος νοητῶν ὀνομάζοντες τὸ
                                ἀκριβὲς ἐξευρηκέναι δόξειν οἴονται αὐτῷ τῷ πλήθει τὴν νοητὴν φύσιν
                                τῇ αἰσθητῇ καὶ ἐλάττονι εἰς ὁμοιότητα ἄγοντες, δέον ἐκεῖ τὸ ὡς ὅτι
                                μάλιστα ὀλίγον εἰς ἀριθμὸν διώκειν καὶ τῷ μετὰ τὸ πρῶτον τὰ πάντα
                                ἀποδιδόντας ἀπηλλάχθαι ἐκείνου τῶν πάντων ὄντος καὶ νοῦ τοῦ πρώτου
                                καὶ οὐσίας καὶ ὅσα ἄλλα καλὰ μετὰ τὴν πρώτην φύσιν. ψυχῆς δὲ εἶδος
                                τρίτον: διαφορὰς δὲ ψυχῶν ἐν πάθεσιν ἢ ἐν φύσει ἰχνεύειν μηδὲν τοὺς
                                θείους ἄνδρας διασύροντας, ἀλλ̓ εὐμενῶς δεχομένους τὰ ἐκείνων ὡς
                                παλαιοτέρων καὶ ἃ καλῶς λέγουσι παῤ ἐκείνων λαμβάνοντας, ψυχῆς
                                ἀθανασίαν, νοητὸν κόσμον, θεὸν τὸν πρῶτον, τὸ τὴν ψυχὴν δεῖν φεύγειν
                                τὴν πρὸς τὸ σῶμα ὁμιλίαν, τὸν χωρισμὸν τὸν ἀπ̓ αὐτοῦ, τὸ ἐκ γενέσεως
                                φεύγειν εἰς οὐσίαν: ταῦτα γὰρ κείμενα παρὰ τῷ Πλάτωνι σαφῶς οὑτωσὶ
                                λέγοντες καλῶς ποιοῦσιν. οἷς <del>δὲ</del> θέλουσι διαφωνεῖν φθόνος
                                οὐδεὶς λεγόντων: οὐδ̓ ἐν τῷ τοὺς Ἕλληνας διασύρειν καὶ ὑβρίζειν τὰ
                                αὑτῶν ἐν συστάσει παρὰ τοῖς ἀκούουσι ποιεῖν, ἀλλ̓ αὐτὰ παῤ αὐτῶν
                                δεικνύναι ὀρθῶς ἔχοντα, ὅσα ἴδια αὐτοῖς ἔδοξε παρὰ τὴν ἐκείνων δόξαν
                                λέγειν, εὐμενῶς καὶ φιλοσόφως αὐτὰς τὰς δόξας τιθέντας αὐτῶν <pb n="1.192"/> καὶ οἷς ἐναντιοῦνται δικαίως, πρὸς τὸ ἀληθὲς
                                βλέποντας, οὐ τὴν εὐδοκίμησιν θηρωμένους ἐκ τοῦ ἄνδρας κεκριμένους
                                ἐκ παλαιοῦ οὐ παρὰ φαύλων ἀνδρῶν ἀγαθοὺς εἶναι ψέγειν, λέγοντας
                                ἑαυτοὺς ἐκείνων ἀμείνους εἶναι. ἐπεὶ τά γε εἰρημένα τοῖς παλαιοῖς
                                περὶ τῶν νοητῶν πολλῷ ἀμείνω καὶ πεπαιδευμένως εἴρηται καὶ τοῖς μὴ
                                ἐξαπατωμένοις τὴν ἐπιθέουσαν εἰς ἀνθρώπους ἀπάτην ῥᾳδίως
                                γνωσθήσεται, τά τε ὕστερον τούτοις παῤ ἐκείνων ληφθέντα, προσθήκας
                                δέ τινας οὐδὲν προσηκούσας εἰληφότα, ἔν τε οἷς ἐναντιοῦσθαι θέλουσι
                                γενέσεις καὶ φθορὰς εἰσάγοντες παντελεῖς καὶ μεμφόμενοι τῷδε τῷ
                                παντὶ καὶ τὴν πρὸς τὸ σῶμα κοινωνίαν <pb ed="org" n="205"/> τῇ ψυχῇ
                                αἰτιώμενοι καὶ τὸν διοικοῦντα τόδε τὸ πᾶν ψέγοντες καὶ εἰς ταὐτὸν
                                ἄγοντες τὸν δημιουργὸν τῇ ψυχῇ καὶ τὰ αὐτὰ πάθη διδόντες, ἅπερ καὶ
                                τοῖς ἐν μέρει. </p></div><div type="textpart" subtype="section" n="7"><p>ὅτι μὲν οὖν οὔτε ἤρξατο οὔτε παύσεται, ἀλλ̓ ἔστιν ἀεὶ καὶ ὅδε ὁ
                                κόσμος, ἕως ἂν ἐκεῖνα ᾖ, εἴρηται. τὴν δὲ πρὸς τὸ σῶμα τῇ ψυχῇ
                                κοινωνίαν τῇ ἡμετέρᾳ πρὸ αὐτῶν εἴρηται ὡς οὐκ ἄμεινον τῇ ψυχῇ: τὸ δὲ
                                ἀπὸ τῆς ἡμετέρας καὶ τὴν τοῦ παντὸς λαμβάνειν ὅμοιον, ὡς εἴ τις τὸ
                                τῶν χυτρέων ἢ χαλκέων λαβὼν γένος ἐν πόλει εὖ οἰκουμένῃ τὴν ἅπασαν
                                ψέγοι. δεῖ δὲ τὰς διαφορὰς λαμβάνειν τὰς τῆς ὅλης ὅπως διοικεῖ, ὅτι
                                μὴ ὁ αὐτὸς τρόπος μηδὲ ἐνδεδεμένη. πρὸς γὰρ αὖ ταῖς ἄλλαις
                                διαφοραῖς, αἳ μυρίαι εἴρηνται ἐν ἄλλοις, κἀκεῖνο ἐνθυμεῖσθαι ἔδει,
                                ὅτι ἡμεῖς μὲν ὑπὸ τοῦ σώματος δεδέμεθα ἤδη δεσμοῦ γεγενημένου. ἐν
                                γὰρ τῇ πάσῃ ψυχῇ ἡ τοῦ αώματος φύσις δεδεμένη ἤδη συνδεῖ ὃ ἂν
                                περιλάβῃ: σὐτὴ δὲ ἡ τοῦ παντὸς ψυχὴ οὐκ ἂν δέοιτο ὑπὸ <pb n="1.193"/> τῶν ὑπ̓ αὐτῆς δεδεμένων: ἄρχει γὰρ ἐκείνη. διὸ καὶ ἀπαθὴς πρὸς
                                αὐτῶν, ἡμεῖς δὲ τούτων οὐ κύριοι: τὸ γὰρ ὅσον αὐτῆς πρὸς τὸ θεῖον τὸ
                                ὑπεράνω ἀκέραιον μένει καὶ οὐκ ἐμποδίζεται, ὅσον δὲ αὐτῆς δίδωσι τῷ
                                σώματι ζωὴν οὐδὲν παῤ αὐτοῦ προσλαμβάνει. ὅλως γὰρ τὸ μὲν ἄλλου
                                πάθημα τὸ ἐν αὐτῷ ἐξ ἀνάγκης δέχεται, αὐτὸ δ̓ αὖ ἐκείνῳ οὐκέτι τὸ
                                αὑτοῦ δίδωσιν οἰκείαν ζωὴν ἔχοντι: οἷον εἰ ἐγκεντρισθέν τι εἴη ἐν
                                ἄλλῳ, παθόντος μὲν τοῦ ἐν ᾧ συμπέπονθεν, αὐτὸ δὲ ξηρανθὲν εἴασεν
                                ἐκεῖνο τὴν αὐτοῦ ζωὴν ἔχειν. ἐπεὶ οὐδ̓ ἀποσβεννυμένου τοῦ ἐν σοὶ
                                πυρὸς τὸ ὅλον πῦρ ἀπέσβη: ἐπεὶ οὐδ̓ εἰ τὸ πᾶν πῦρ ἀπόλοιτο, πάθοι ἄν
                                τι ἡ ψυχὴ ἡ ἐκεῖ, ἀλλ̓ ἡ τοῦ σώματος σύστασις, καὶ εἰ οἷόν τε εἴη
                                διὰ τῶν λοιπῶν κόσμον τινὰ εἶναι, οὐδὲν ἂν μέλοι τῇ ψυχῇ τῇ ἐκεῖ.
                                ἐπεὶ οὐδὲ ἡ σύστασις ὁμοίως τῷ παντὶ καὶ ζῴῳ ἑκάστῳ: ἀλλ̓ ἐκεῖ οἷον
                                ἐπιθεῖ κελεύσασα μένειν, ἐνταῦθα δὲ ὡς ὑπεκφεύγοντα εἰς τὴν τάξιν
                                τὴν ἑαυτῶν δέδεται δεσμῷ δευτέρῳ: ἐκεῖ δὲ οὐκ ἔχει ὅποι φύγῃ. οὔτε
                                οὖν ἐντὸς δεῖ κατέχειν οὔτε ἔξωθεν πιέζουσαν εἰς τὸ εἴσω ὠθεῖν, ἀλλ̓
                                ὅπου ἠθέλησεν ἐξ ἀρχῆς αὐτῆς ἡ φύσις μένει. ἐὰν δέ πού τι αὐτῶν κατὰ
                                φύσιν κινηθῇ, οἷς οὐκ ἔστι κατὰ φύσιν, ταῦτα πάσχει, αὐτὰ δὲ καλῶς
                                φέρεται ὡς τοῦ ὅλου: τὰ δὲ φθείρεται οὐ δυνάμενα τὴν τοῦ ὅλου τάξιν
                                φέρειν, οἷον εἰ χοροῦ μεγάλου ἐν τάξει φερομένου ἐν μέσῃ τῇ πορείᾳ
                                αὐτοῦ χελώνη ληφθεῖσα πατοῖτο οὐ δυνηθεῖσα φυγεῖν τὴν τάξιν τοῦ
                                χοροῦ: εἰ μέντοι μετ̓ ἐκείνης τάξειεν ἑαυτήν, οὐδὲν ἂν ὑπὸ τούτου
                                οὐδὲ αὐτὴ πάθοι. </p></div></div></div></div></body></text></TEI>