<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="section" n="3"><p>ἐπεὶ δὲ ἐμνήσθημεν σωματότητος, ἐπισκεπτέον, πότερα ἡ σωματότης ἐστὶ
                                τὸ ἐκ πάντων <del>σὺν ὕλῃ</del> συγκείμενον ἢ εἶδός τι καὶ λόγος
                                τις, ὃς ἐγγενόμενος τῇ ὕλῃ σῶμα ποιεῖ. εἰ μὲν οὖν τοῦτό ἐστι τὸ σῶμα
                                τὸ ἐκ πασῶν τῶν ποιοτήτων σὺν ὕλῃ <del>συγκείμενον</del>, ταὐτὸ ἂν
                                εἴη ἡ σωματότης. καὶ εἰ λόγος δὲ εἴη, ὃς προσελθὼν ποιεῖ τὸ σῶμα,
                                δηλονότι ὁ λόγος ἐμπεριλαβὼν ἔχει τὰς ποιότητας ἁπάσας. δεῖ δὲ τὸν
                                λόγον τοῦτον, εἰ μή ἐστιν ἄλλως ὥσπερ ὁρισμὸς δηλωτικὸς τοῦ τί ἔστι
                                τὸ πρᾶγμα, ἀλλὰ λόγος ποιῶν πρᾶγμα, μὴ τὴν ὕλην συμπεριειληφέναι,
                                ἀλλὰ περὶ ὕλην εἶναι καὶ ἐγγενόμενον <pb n="1.181"/> ἀποτελεῖν τὸ
                                σῶμα, καὶ εἶναι μὲν τὸ σῶμα ὕλην καὶ λόγον ἐνόντα, αὐτὸν δὲ εἶδος
                                ὄντα ἄνευ <pb ed="org" n="187"/> ὕλης ψιλὸν θεωρεῖσθαι, κἂν ὅτι
                                μάλιστα ἀχώριστος αὐτὸς ᾖ. ὁ γὰρ χωριστὸς ἄλλος, ὁ ἐν νῷ: ἐν νῷ δέ,
                                ὅτι καὶ αὐτὸς νοῦς. ἀλλὰ ταῦτα ἄλλοθι. </p></div></div><div type="textpart" subtype="chapter" n="8"><head>ΠΩΣ ΤΑ ΠΟΡΡΩ ΟΡΩΜΕΝΑ ΜΙΚΡΑ ΦΑΙΝΕΤΑΙ.</head><div type="textpart" subtype="section" n="1"><p>Ἆρα τὰ πόρρω φαίνεται ἐλάττω καὶ τὰ πολὺ <pb ed="org" n="189"/>
                                ἀφεστηκότα ὀλίγον δοκεῖ ἔχειν τὸ μεταξύ, τὰ δὲ ἐγγύθεν ἡλίκα ἐστὶ
                                φαίνεται, καὶ ὅσην ἔχει τὴν ἀπόστασιν; ἐλάττω μὲν δοκεῖ τοῖς ὁρῶσι
                                τὰ πόρρω, ὅτι συναιρεῖσθαι πρὸς τὴν ὄψιν ἐθέλει καὶ πρὸς τὸ μέγεθος
                                τῆς κόρης τὸ φῶς — καὶ ὅσῳ ἂν πόρρω ἡ ὕλη ᾖ τοῦ ὁρωμένου, τόσῳ τὸ
                                εἶδος οἷον μεμονωμένον ἀφικνεῖται καὶ τοῦ πηλίκου εἴδους καὶ αὖ τοῦ
                                ποιοῦ, ὡς τὸν λόγον αὐτοῦ ἀφικνεῖσθαι μόνον: ἢ καί, ὅτι τὸ μὲν
                                μέγεθος ἐν διεξόδῳ καὶ ἐπελεύσει καθ̓ ἕκαστον μέρος ὅσον ἐστὶν
                                αἰσθανόμεθα — παρεῖναι οὖν δεῖ αὐτὸ καὶ πλησίον εἶναι, ἵνα γνωσθῇ
                                ὅσον: ἢ καί, ὅτι κατὰ συμβεβηκὸς ὁρᾶται τὸ μέγεθος τοῦ χρώματος
                                πρώτως θεωρουμένου. πλησίον μὲν οὖν ὅσον κέχρωσται γινώσκεται, πόρρω
                                δὲ ὅτι κέχρωσται, τὰ δὲ μέρη κατὰ ποσὸν συνδιαιρούμενα οὐκ ἀκριβῆ
                                δίδωσι τὴν τοῦ ποσοῦ διάγνωσιν: ἐπεὶ καὶ τὰ χρώματα αὐτὰ ἀμυδρὰ
                                προσέρχεται. τί οὖν θαυμαστόν, εἰ καὶ τὰ μεγέθη, ὥσπερ καὶ αἱ φωναί,
                                ἐλάττω, ὅσῳ ἂν τὸ εἶδος αὐτῶν ἀμυδρὸν ἴῃ; εἶδος γὰρ κἀκεῖ ἡ ἀκοὴ
                                ζητεῖ, τὸ δὲ μέγεθος κατὰ συμβεβηκὸς αἰσθάνεται. ἀλλὰ <pb n="1.182"/> περὶ τῆς ἀκοῆς, εἰ τὸ μέγεθος κατὰ συμβεβηκός: τίνι γὰρ πρώτως τὸ
                                ἐν τῇ φωνῇ μέγεθος, ὥσπερ δοκεῖ τῇ ἁφῇ τὸ ὁρώμενον; ἢ τὸ δοκοῦν
                                μέγεθος ἡ ἀκοὴ οὐ κατὰ τὸ ποσόν, ἀλλὰ κατὰ τὸ μᾶλλον καὶ ἧττον, οὐ
                                κατὰ συμβεβηκός, οἷον τὸ σφόδρα, ὡς καὶ ἡ γεῦσις τὸ σφόδρα τοῦ
                                γλυκέος κατὰ συμβεβηκός: τὸ δὲ κυρίως μέγεθος φωνῆς τὸ ἐφ̓ ὅσον: <pb ed="org" n="190"/> τοῦτο δὲ κατὰ συμβεβηκὸς ἐκ τοῦ σφόδρα
                                σημήνειεν ἄν, οὐκ ἀκριβῶς δέ. τὸ μὲν γὰρ σφόδρα ἑκάστῳ τὸ αὐτό, τὸ
                                δὲ εἰς πλῆθος εἰς ἅπαντα τὸν τόπον, ὃν ἐπέσχεν. ἀλλ̓ οὐ σμικρὰ τὰ
                                χρώματα, ἀλλὰ ἀμυδρά, τὰ δὲ μεγέθη σμικρά. ἢ ἐν ἀμφοτέροις κοινὸν τὸ
                                ἧττόν ἐστι. χρῶμα μὲν οὖν τὸ ἧττον ἀμυδρόν, μέγεθος δὲ τὸ ἧττον
                                σμικρόν, καὶ ἑπόμενον τῷ χρώματι τὸ μέγεθος ἀνὰ λόγον ἠλάττωται.
                                σαφέστερον δὲ ἐπὶ τῶν ποικίλων γίνεται τὸ πάθος: οἷον ὀρῶν ἐχόντων
                                πολλὰς οἰκήσεις καὶ δένδρων πλῆθος καὶ ἄλλα πολλά, ὧν ἕκαστον, εἰ
                                μὲν ὁρῷτο, δίδωσιν ἐκ τῶν ὁρωμένων ἑκάστων μετρεῖν τὸ ὅλον: τοῦ δὲ
                                εἴδους καθ̓ ἕκαστον οὐκ ἰόντος ἀπεστέρηται τοῦ καθ̓ ἕκαστον ὄψις
                                μετροῦσα τὸ ὑποκείμενον μέγεθος τὸ πᾶν ὅσον ἐστὶ γινώσκειν. ἐπεὶ καὶ
                                τὰ πλησίον, ὅταν ποικίλα ᾖ ἀθρόως τε γίνηται ἡ ἐπιβολὴ πρὸς αὐτὰ καὶ
                                μὴ πάντα τὰ εἴδη ὁρῷτο, ἐλάττω ἂν φανείη κατὰ λόγον, ὅσον ἂν ἕκαστον
                                κλαπῇ ἐν τῇ θέᾳ: ὅταν δὲ πάντα ὀφθῇ, ἀκριβῶς μετρηθέντα ὅσα ἐστὶ
                                γινώσκεται. ὅσα δὲ τῶν μεγεθῶν ὁμοειδῆ ὁμοιόχροα ὄντα, ψεύδεται καὶ
                                ταῦτα τὸ ποσὸς αὐτῆς οὐ κατὰ μέρος πάνυ τι μετρεῖν δυναμένης
                                    <del>τῆς</del> ὄψεως, ὅτι ἀπολισθάνει κατὰ μέρος μετροῦσα, ὅτι
                                μὴ ἔχει ἵστασθαι καθ̓ ἕκαστον μέρος τῇ διαφορᾷ. ἐγγύθεν δὲ τὸ πόρρω,
                                ὅτι <del>τὸ</del> μεταξὺ συναιρεῖται <pb n="1.183"/> ὅσον ἐστὶ κατὰ
                                τὴν αὐτὴν αἰτίαν. τὸ μὲν γὰρ πλησίον ὅσον ἐστὶν οὐ λανθάνει διὰ τὰ
                                αὐτά: οὐ διεξοδεύουσα δὲ τὸ πόρρω τοῦ διαστήματος οἷόν ἐστι κατ̓
                                εἶδος οὐκ ἂν δύναιτο οὐδ̓ ὅσον ἐστὶ κατὰ μέγεθος εἰπεῖν. </p></div><div type="textpart" subtype="section" n="2"><p>τὸ δὲ κατὰ τὰς τῆς ὄψεως γωνίας ἐλάττους εἴρηται μὲν καὶ ἐν ἄλλοις ὡς
                                οὐκ ἔστι, καὶ νῦν δὲ ἐκεῖνο λεκτέον, ὡς ὁ λέγων ἔλαττον φαίνεσθαι
                                ἐλάττονι γωνίᾳ καταλείπει τὴν ὄψιν ἔξωθέν τι ὁρῶσαν ἢ ἄλλο τι ὂν
                                ἔξωθεν ὅλως, οἷον ἀέρα. ὅταν οὖν μηδὲν καταλείπῃ τῷ πολὺ εἶναι τὸ
                                ὄρος, ἀλλ̓ ἢ ἰσάζῃ καὶ μηκέτι ἄλλο οἷόν τε ᾖ αὐτῇ ὁρᾶν, ἅτε τοῦ
                                διαστήματος αὐτῆς συναρμόσαντος τῷ ὁρωμένῳ, ἢ καὶ ὑπερτείνῃ τὸ
                                ὁρώμενον ἐφ̓ ἑκάτερα τὴν τῆς ὄφεως προσβολήν, τί ἄν τις ἐνταῦθα
                                λέγοι ἐλάττονος μὲν ἢ ἔστι πολλῷ φαινομένου τοῦ ὑποκειμένου, πάσῃ δὲ
                                τῇ ὄψει ὁρωμένου; εἰ δὲ δὴ καὶ ἐπὶ τοῦ οὐρανοῦ θεωροῖ,
                                ἀναμφισβητήτως μάθοι ἄν τις. πᾶν μὲν γὰρ τὸ ἡμισφαίριον οὐκ ἄν τις
                                ὁρᾶν μιᾷ προσβολῇ δύναιτο, οὐδὲ ἐπὶ τοσοῦτον χυθῆναι ἡ ὄψις μέχρις
                                αὐτοῦ ἐκτεινομένη. ἀλλ̓ <pb ed="org" n="191"/> εἴ τις βούλεται,
                                δεδόσθω. εἰ οὖν πᾶσα μὲν περιέλαβε πᾶν, πολλαπλάσιον δὲ τὸ μέγεθος
                                τοῦ φαινομένου ὑπάρχει ἐν τῷ οὐρανῷ, τοῦ ἔλαττον πολλῷ ἢ ἔστι
                                φαίνεσθαι πῶς ἂν ἐλάττωσιν γωνίας αἰτιῷτο; <pb n="1.184"/>
                            </p></div></div><div type="textpart" subtype="chapter" n="9"><head>ΠΡΟΣ ΤΟΥΣ ΚΑΚΟΝ ΤΟΝ ΔΗΜΙΟΥΡΓΟΝ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΤΟΝ ΚΟΣΜΟΝ ΚΑΚΟΝ ΕΙΝΑΙ
                            ΛΕΓΟΝΤΑΣ.</head><pb ed="org" n="199"/><div type="textpart" subtype="section" n="1"><p>Ἐπειδὴ τοίνυν ἐφάνη ἡμῖν ἡ τοῦ ἀγαθοῦ φύσις ἁπλῆ καὶ πρώτη, πᾶν γὰρ
                                τὸ οὐ πρῶτον οὐχ ἁπλοῦν, καὶ οὐδὲν ἔχον ἐν ἑαυτῷ, ἀλλ̓ ἕν τι, καὶ
                                τοῦ ἑνὸς λεγομένου ἡ φύσις ἡ αὐτή: καὶ γὰρ αὕτη οὐκ ἄλλο, εἶτα ἕν,
                                οὐδὲ τοῦτο ἄλλο, εἶτα ἀγαθόν: ὅταν λέγωμεν τὸ ἕν, καὶ ὅταν λέγωμεν
                                τἀγαθόν, τὴν αὐτὴν δεῖ νομίζειν τὴν φύσιν καὶ μίαν λέγειν οὐ
                                κατηγοροῦντας ἐκείνης οὐδέν, δηλοῦντας δὲ ἡμῖν αὐτοῖς ὡς οἷόν τε.
                                καὶ τὸ πρῶτον δὲ οὕτως, ὅτι ἁπλούστατον, καὶ τὸ αὔταρκες, ὅτι οὐκ ἐκ
                                πλειόνων: οὕτω γὰρ ἀναρτήσεται εἰς τὰ εξ ὧν: καὶ <del>τὸ</del> οὐκ
                                ἐν ἄλλῳ, ὅτι πᾶν τὸ ἐν ἄλλῳ καὶ παῤ ἄλλου. εἰ οὖν μηδὲ παῤ ἄλλου
                                μηδὲ ἐν ἄλλῳ μηδὲ σύνθεσις μηδεμία, ἀνάγκη μηδὲν ὑπὲρ αὐτὸ εἶναι. οὐ
                                τοίνυν δεῖ ἐφ̓ ἑτέρας ἀρχὰς ἰέναι, ἀλλὰ τοῦτο προστησαμένους, εἶτα
                                νοῦν μετ̓ αὐτὸ καὶ τὸ νοοῦν πρώτως, εἶτα ψυχὴν μετὰ νοῦν: αὕτη γὰρ
                                τάξις κατὰ φύσιν: μήτε πλείω τούτων τίθεσθαι ἐν τῷ νοητῷ, μήτε
                                ἐλάττω. εἴτε γὰρ ἐλάττω, ἢ ψυχὴν καὶ νοῦν ταὐτὸν φήσουσιν, ἢ νοῦν
                                καὶ τὸ πρῶτον: <pb ed="org" n="200"/> ἀλλ̓ ὅτι ἕτερα ἀλλήλων,
                                ἐδείχθη πολλαχῇ. λοιπὸν δὴ ἐπισκέψασθαι ἐν τῷ παρόντι, εἰ πλείω τῶν
                                τριῶν τούτων. τίνες ἂν οὖν εἶεν φύσεις παῤ αὐτάς; τῆς τε γὰρ
                                λεχθείσης οὕτως ἔχειν ἀρχῆς πάντων οὐδεὶς ἂν εὕροι ἁπλουστέραν οὐδὲ
                                ἐπαναβεβηκυῖαν ἡντινοῦν. οὐ γὰρ δὴ τὴν μὲν δυνάμει, τὴν δὲ ἐνεργείᾳ
                                φήσουσι: γελοῖον γὰρ ἐν τοῖς ἐνεργείᾳ οὖσι καὶ ἀύλοις τὸ δυνάμει καὶ
                                ἐνεργείᾳ <pb n="1.185"/> διαιρουμένους φύσεις ποιεῖσθαι πλείους.
                                ἀλλ̓ οὐδ̓ ἐν τοῖς μετὰ ταῦτα: οὐδ̓ ἐπινοεῖν τὸν μέν τινα νοῦν ἐν
                                ἡσυχίᾳ τινί, τὸν δὲ οἷον κινούμενον. τίς γὰρ ἂν ἡσυχία νοῦ καὶ τίς
                                κίνησις καὶ προφορὰ ἂν εἴη ἢ τίς ἀργία καὶ τοῦ ἑτέρου τί ἔργον; ἔστι
                                γὰρ ὡς ἔστι νοῦς ἀεὶ ὡσαύτως ἐνεργείᾳ κείμενος ἑστώσῃ: κίνησις δὲ
                                πρὸς αὐτὸν καὶ περὶ αὐτὸν ψυχῆς ἤδη ἔργον καὶ λόγος ἀπ̓ αὐτοῦ εἰς
                                ψυχὴν ψυχὴν νοερὰν ποιῶν, οὐκ ἄλλην τινὰ μεταξὺ νοῦ καὶ ψυχῆς φύσιν.
                                οὐ μὴν οὐδὲ διὰ τοῦτο πλείους νοῦς ποιεῖν, εἰ ὁ μὲν νοεῖ, ὁ δὲ νοεῖ
                                ὅτι νοεῖ. καὶ γὰρ εἰ ἄλλο τὸ ἐν τούτοις νοεῖν, ἄλλο δὲ τὸ νοεῖν ὅτι
                                νοεῖ, ἀλλ̓ οὖν μία προσβολὴ οὐκ ἀναίσθητος τῶν ἐνεργημάτων ἑαυτῆς:
                                γελοῖον γὰρ ἐπὶ τοῦ ἀληθινοῦ νοῦ τοῦτο ὑπολαμβάνειν, ἀλλὰ πάντως γε
                                ὁ αὐτὸς ἔσται <del>τῷ</del> ὅσπερ ἐνόει ὁ νοῶν ὅτι νοεῖ. εἰ δὲ. μή,
                                ὁ μὲν ἔσται νοῶν μόνον, ὁ δὲ ὅτι νοεῖ νοῶν ἄλλου ὄντος, ἀλλ̓ οὐκ
                                αὐτοῦ τοῦ νενοηκότος. ἀλλ̓ εἰ ἐπινοίᾳ φήσουσι, πρῶτον μὲν τῶν
                                πλειόνων ὑποστάσεων ἀποστήσονται: ἔπειτα δεῖ σκοπεῖν, εἰ καὶ αἱ
                                ἐπίνοιαι χώραν ἔχουσι λαβεῖν νοῦν νοοῦντα μόνον, μὴ παρακολουθοῦντα
                                δὲ ἑαυτῷ ὅτι νοεῖ: ὃ καὶ ἐφ̓ ἡμῶν αὐτῶν εἰ γίγνοιτο τῶν ἀεὶ
                                ἐπιστατούντων ταῖς ὁρμαῖς καὶ ταῖς διανοήσεσιν, εἰ καὶ μετρίως
                                σπουδαῖοι εἶμεν, αἰτίαν ἂν ἀφροσύνης ἔχοιμεν. ὅταν δὲ δὴ ὁ νοῦς ὁ
                                ἀληθινὸς ἐν ταῖς νοήσεσιν αὑτὸν νοῇ καὶ μὴ ἔξωθεν ᾖ τὸ νοητὸν αὐτοῦ,
                                ἀλλ̓ αὐτὸς ᾖ καὶ τὸ νοητόν, ἐξ ἀνάγκης ἐν τῷ νοεῖν ἔχει ἑαυτὸν καὶ
                                ὁρᾷ ἑαυτόν: ὁρῶν δὲ ἑαυτὸν οὐκ ἀνοηταίνοντα, ἀλλὰ νοοῦντα ὁρᾷ. ὥστε
                                ἐν τῷ πρώτως νοεῖν ἔχοι ἂν καὶ τὸ νοεῖν ὅτι νοεῖ ὡς ἓν ὄν: καὶ οὐδὲ
                                τῇ ἐπινοίᾳ ἐκεῖ <pb n="1.186"/> διπλοῦν. εἰ δὲ καὶ ἀεὶ νοῶν εἴη,
                                ὅπερ ἔστι, τίς χώρα τῇ ἐπινοίᾳ τῇ χωριζούσῃ τὸ νοεῖν ἀπὸ τοῦ νοεῖν
                                ὅτι νοεῖ; εἰ δὲ δὴ καὶ ἑτέραν ἐπίνοιάν τις τρίτην ἐπεισάγοι ἐπὶ τῇ
                                δευτέρᾳ τῇ λεγούσῃ νοεῖν ὅτι νοεῖ, τὴν λέγουσαν <del>νοεῖν</del> ὅτι
                                νοεῖ ὅτι νοεῖ, ἔτι μᾶλλον καταφανὲς τὸ ἄτοπον. καὶ διὰ τί οὐκ εἰς
                                ἄπειρον οὕτω; τὸν δὲ λόγον ὅταν τις ἀπὸ τοῦ νοῦ ποιῇ, εἶτα ἀπὸ
                                τούτου γίνεσθαι ἐν ψυχῇ ἄλλον ἀπ̓ αὐτοῦ τοῦ λόγου, ἵνα μεταξὺ ψυχῆς
                                    <pb ed="org" n="201"/> καὶ νοῦ ᾖ οὗτος, ἀποστερήσει τὴν ψυχὴν
                                τοῦ νοεῖν, εἰ μὴ παρὰ τοῦ νοῦ κομιεῖται, ἀλλὰ παρὰ ἄλλου τοῦ μεταξὺ
                                τὸν λόγον: καὶ εἴδωλον λόγου, ἀλλ̓ οὐ λόγον ἕξει, καὶ ὅλως οὐκ
                                εἰδήσει νοῦν οὐδ̓ ὅλως νοήσει. </p></div><div type="textpart" subtype="section" n="2"><p>οὐ τοίνυν οὔτε πλείω τούτων οὔτε ἐπινοίας περιττὰς ἐν ἐκείνοις, ἃς οὐ
                                δέχονται, θετέον, ἀλλ̓ ἕνα νοῦν τὸν αὐτὸν ὡσαύτως ἔχοντα, ἀκλινῆ
                                πανταχῇ, μιμούμενον τὸν πατέρα καθ̓ ὅσον οἷόν τε αὐτῷ. ψυχῆς δὲ ἡμῶν
                                τὸ μὲν ἀεὶ πρὸς ἐκείνοις, τὸ δὲ πρὸς ταῦτα ἔχειν, τὸ δὲ ἐν μέσῳ
                                τούτων: φύσεως γὰρ οὔσης μιᾶς ἐν δυνάμεσι πλείοσιν ὁτὲ μὲν τὴν πᾶσαν
                                συμφέρεσθαι τῷ ἀρίστῳ αὐτῆς καὶ τοῦ ὄντος, ὁτὲ δὲ τὸ χεῖρον αὐτῆς
                                καθελκυσθὲν συνεφελκύσασθαι τὸ μέσον: τὸ γὰρ πᾶν αὐτῆς οὐκ ἦν θέμις
                                καθελκύσαι. καὶ τοῦτο συμβαίνει αὐτῇ τὸ πάθος, ὅτι μὴ ἔμεινεν ἐν τῷ
                                καλλίστῳ, ὅπου ψυχὴ μείνασα, ἡ μὴ μέρος μηδὲ ἧς ἡμεῖς ἔτι μέρος,
                                ἔδωκε τῷ παντὶ σώματι αὐτῷ τε ἔχειν ὅσον δύναται παῤ αὐτῆς ἔχειν,
                                μένει τε ἀπραγμόνως αὐτὴ οὐκ ἐκ διανοίας διοικοῦσα οὐδέ τι
                                διορθουμένη, ἀλλὰ τῇ εἰς τὸ πρὸ αὐτῆς θέᾳ κατακοσμοῦσα δυνάμει
                                θαυμαστῇ. ὅσον γὰρ πρὸς αὐτῇ ἐστι, τόσῳ καλλίων <pb n="1.187"/> καὶ
                                δυνατωτέρα: κἀκεῖθεν ἔχουσα δίδωσι τῷ μετ̓ αὐτὴν καὶ ὥσπερ
                                ἐλλάμπουσα <del>ἀεὶ</del> ἀεὶ ἐλλάμπεται. </p></div></div></div></div></body></text></TEI>