<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="2"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="7"><p>Ἐμπεδοκλῆς δὲ τὰ στοιχεῖα ἐν ὕλῃ θέμενος ἀντιμαρτυροῦσαν ἔχει τὴν
                                φθορὰν αὐτῶν. Ἀναξαγόρας δὲ τὸ μῖγμα ὕλην ποιῶν, οὐκ ἐπιτηδειότητα
                                πρὸς πάντα, ἀλλὰ πάντα ἐνεργείᾳ ἔχειν λέγων ὃν εἰσάγει νοῦν ἀναιρεῖ
                                οὐκ αὐτὸν τὴν μορφὴν καὶ τὸ εἶδος διδόντα ποιῶν οὐδὲ πρότερον τῆς
                                ὕλης ἀλλ̓ ἅμα. ἀδύνατον δὲ τὸ ἅμα. εἰ γὰρ μετέχει τὸ μῖγμα τοῦ
                                εἶναι, πρότερον τὸ ὄν: εἰ δὲ καὶ τοῦτο ὂν κἀκεῖνο ἄλλου ἐπ̓ αὐτοῖς
                                δεήσει τρίτου. εἰ οὖν πρότερον ἀνάγκη τὸν δημιουργὸν εἶναι, τί ἔδει
                                τὰ εἴδη κατὰ σμικρὰ ἐν τῇ ὕλῃ εἶναι, εἶτα τὸν νοῦν διὰ πραγμάτων
                                ἀνηνύτων διακρίνειν ἐξὸν ἀποίου οὔσης τὴν ποιότητα καὶ τὴν μορφὴν
                                ἐπὶ πᾶσαν ἐκτεῖναι; <pb ed="org" n="163"/> τό τε πᾶν ἐν παντὶ εἶναι
                                πῶς οὐκ ἀδύνατον; ὁ δὲ τὸ ἅπειρον ὑποθεὶς τί ποτε τοῦτο λεγέτω. καὶ
                                    <pb n="1.156"/> εἰ οὕτως ἄπειρον, ὡς ἀδιεξίτητον, ὡς οὐκ ἔστι
                                τοιοῦτόν τι ἐν τοῖς οὖσιν οὔτε αὐτοάπειρον οὔτε ἐπ̓ ἄλλῃ φύσει ὡς
                                συμβεβηκὸς σώματί τινι, τὸ μὲν αὐτοάπειρον, ὅτι καὶ τὸ μέρος αὐτοῦ
                                ἐξ ἀνάγκης ἄπειρον, τὸ δὲ ὡς συμβεβηκός, ὅτι τὸ ᾧ συμβέβηκεν ἐκεῖνο
                                οὐκ ἂν καθ̓ ἑαυτὸ ἄπειρον εἴη οὐδὲ ἁπλοῦν οὐδὲ ὕλη, ἐστὶ δῆλον. ἀλλ̓
                                οὐδὲ αἱ ἄτομοι τάξιν ὕλης ἕξουσιν αἱ τὸ παράπαν οὐκ οὖσαι: τμητὸν
                                γὰρ πᾶν σῶμα κατὰ τᾶν: καὶ τὸ συνεχὲς δὲ τῶν σωμάτων καὶ τὸ ὑγρὸν μὴ
                                οἷόν τε ἄνευ νοῦ ἕκαστα καὶ ψυχῆς, ἣν ἀδύνατον ἐξ ἀτόμων εἶναι,
                                ἄλλην τε φύσιν παρὰ τὰς ἀτόμους ἐκ τῶν ἀτόμων δημιουργεῖν οὐχ οἷόν
                                τε: ἐπεὶ καὶ οὐδεὶς δημιουργὸς ποιήσει τι ἐξ οὐχ ὕλης συνεχοῦς. καὶ
                                μυρία ἂν λέγοιτο πρὸς ταύτην τὴν ὑπόθεσιν καὶ εἴρηται: διὸ
                                ἐνδιατρίβειν περιττὸν ἐν τούτοις. </p></div><div type="textpart" subtype="section" n="8"><p>τίς οὖν ἡ μία αὕτη καὶ συνεχὴς καὶ ἄποιος λεγομένη; καὶ ὅτι μὲν μὴ
                                σῶμα, εἴπερ ἄποιος, δῆλον: ἢ ποιότητα ἕξει. λέγοντες δὲ πάντων αὐτὴν
                                εἶναι τῶν αἰσθητῶν καὶ οὐ τινῶν μὲν ὕλην, πρὸς ἄλλα δὲ εἶδος οὖσαν:
                                οἷον τὸν πηλὸν ὕλην τῷ κεραμεύοντι, ἁπλῶς δὲ οὐχ ὕλην: οὐ δὴ οὕτως,
                                ἀλλὰ πρὸς πάντα λέγοντες, οὐδὲν ἂν αὐτῇ προσάπτοιμεν, ὅσα ἐπὶ τοῖς
                                αἰσθητοῖς ὁρᾶται. εἰ δὴ τοῦτο, πρὸς ταῖς ἄλλαις ποιότησιν, οἷον
                                χρώμασι καὶ θερμότησι καὶ ψυχρότησιν, οὐδὲ τὸ κοῦφον οὐδὲ τὸ βάρος,
                                οὐ πυκνόν, οὐχ ἁραιόν, ἀλλ̓ οὐδὲ σχῆμα. οὐ τοίνυν οὐδὲ μέγεθος: ἄλλο
                                γὰρ τὸ μεγέθει, ἄλλο τὸ μεμεγεθυσμένῳ εἶναι, ἄλλο τὸ σχήματι, ἄλλο
                                τὸ ἐσχηματισμένῳ. δεῖ δὲ αὐτὴν μὴ σύνθετον εἶναι, ἀλλὰ ἁπλοῦν καὶ ἕν
                                τι τῇ αὑτῆς φύσει: οὕτω γὰρ πάντων ἔρημος. καὶ ὁ μορφὴν <pb n="1.157"/> διδοὺς δώσει ἄλλην οὖσαν παῤ αὐτὴν καὶ μέγεθος καὶ
                                πάντα ἐκ τῶν ὄντων οἷον προσφέρων: ἢ δουλεύσει τῷ μεγέθει αὐτῆς καὶ
                                ποιήσει οὐχ ἡλίκον θέλει, ἀλλ̓ ὅσον ἡ ὕλη βούλεται: τὸ δὲ
                                συντροχάζειν τὴν βούλησιν τῷ μεγέθει αὐτῆς πλασματῶδες. εἰ δὲ καὶ
                                πρότερον τῆς ὕλης τὸ ποιοῦν, ταύτῃ ἔσται ἡ ὕλη πάντη, ᾗ τὸ ποιοῦν
                                θέλει, καὶ εὐάγωγος εἰς ἅπαντα: καὶ εἰς μέγεθος τοίνυν. μέγεθος δὲ
                                εἰ ἔχει, ἀνάγκη καὶ σχῆμα ἔχειν: ὥστε ἔτι μᾶλλον δύσεργος ἔσται.
                                ἔπεισι τοίνυν τὸ εἶδος αὐτῇ πάντα ἐπ̓ αὐτῇ φέρον: τὸ δὲ εἶδος πᾶν
                                καὶ μέγεθος ἔχει καὶ ὁπόσον ἂν ᾖ μετὰ τοῦ λόγου καὶ ὑπὸ τούτου. διὸ
                                καὶ ἐπὶ τῶν γενῶν ἑκάστων μετὰ τοῦ εἴδους καὶ τὸ ποσὸν ὥρισται: ἄλλο
                                γὰρ ἀνθρώπου καὶ <pb ed="org" n="164"/> ἄλλο ὄρνιθος καὶ ὄρνιθος
                                τοιουτουί. <del>οὐ</del> θαυμαστότερον <del>δὲ</del> τὸ ποσὸν τῇ ὕλῃ
                                ἄλλο ἐπάγειν τοῦ ποιὸν αὐτῇ προστιθέναι, οὐδὲ τὸ μὲν ποιὸν λόγος, τὸ
                                δὲ ποσὸν οὐκ εἶδος καὶ μέτρον καὶ ἀριθμὸς ὄν. </p></div><div type="textpart" subtype="section" n="9"><p>πῶς οὖν τις λήψεταί τι τῶν ὄντων, ὃ μὴ μέγεθος ἔχει; ἢ πᾶν ὅπερ μὴ
                                ταὐτὸν τῷ ποσῷ: οὐ γὰρ δὴ τὸ ὂν καὶ τὸ ποσὸν ταὐτόν. πολλὰ δὲ καὶ
                                ἄλλα ἕτερα τοῦ ποσοῦ. ὅλως δὲ πᾶσαν ἀσώματον φύσιν ἄποσον θετέον:
                                ἀσώματος δὲ καὶ ἡ ὕλη. ἐπεὶ καὶ ἡ ποσότης αὐτὴ οὐ ποσόν, ἀλλὰ τὸ
                                μετασχὸν αὐτῆς: ὥστε καὶ ἐκ τούτου δῆλον, ὅτι εἶδος ἡ ποσότης. ὡς
                                οὖν ἐγίνετό τι λευκὸν παρουσίᾳ λευκότητος, τὸ δὲ πεποιηκὸς τὸ λευκὸν
                                χρῶμα ἐν ζῴῳ καὶ τὰ ἄλλα δὲ χρώματα ποικίλα οὐκ ἦν ποικίλον χρῶμα,
                                ἀλλὰ ποικίλος, εἰ βούλει, λόγος, οὕτω καὶ τὸ ποιοῦν τὸ τηλικόνδε οὐ
                                τηλικόνδε, ἀλλ̓ αὐτὸ τὸ πηλίκον ἢ <del>ἡ</del> πηλικότης ἢ ὁ λόγος
                                τὸ ποιοῦν. προσελθοῦσα οὖν ἡ πηλικότης ἐξελίττει εἰς μέγεθος <pb n="1.158"/> τὴν ὕλην; οὐδαμῶς: οὐδὲ γὰρ ἐν ὀλίγῳ συνεσπείρατο:
                                ἀλλ̓ ἔδωκε μέγεθος τὸ οὐ πρότερον ὄν, ὥσπερ καὶ ποιότητα τὴν οὐ
                                πρότερον οὖσαν. </p></div><div type="textpart" subtype="section" n="10"><p>τί οὖν νοήσω ἀμέγεθες ἐν ὕλῃ; τί δὲ νοήσεις ἄποιον ὁπωσοῦν; καὶ τίς ἡ
                                νόησις καὶ τῆς διανοίας ἡ ἐπιβολή; ἢ ἀοριστία: εἰ γὰρ τῷ ὁμοίῳ τὸ
                                ὅμοιον, καὶ τῷ ἀορίστῳ τὸ ἀόριστον. λόγος μὲν οὖν γένοιτο ἂν περὶ
                                τοῦ ἀορίστου ὡρισμένος, ἡ δὲ πρὸς αὐτὸ ἐπιβολὴ ἀόριστος. εἰ δ̓
                                ἕκαστον λόγῳ καὶ νοήσει γινώσκεται — ἐνταῦθα δὲ ὁ μὲν λόγος λέγει, ἃ
                                δὴ λέγει περὶ αὐτῆς, ἡ δὲ βουλομένη εἶναι νόησις οὐ νόησις, ἀλλ̓
                                οἷον ἄνοια μᾶλλον — νόθον ἂν εἴη τὸ φάντασμα αὐτῆς καὶ οὐ γνήσιον,
                                ἐκ θατέρου οὐκ ἀληθοῦς καὶ μετὰ τοῦ θατέρου λόγου συγκείμενον. καὶ
                                τάχα εἰς τοῦτο βλέπων ὁ Πλάτων νόθῳ λογισμῷ εἶπε ληπτὴν εἶναι. τίς
                                οὖν ἡ ἀοριστία τῆς ψυχῆς; ἆρα παντελὴς ἄγνοια ὡς ἀπουσία; ἢ ἐν
                                καταφάσει τινὶ τὸ ἀόριστον, καὶ οἷον ὀφθαλμῷ τὸ σκότος ὕλη ὂν παντὸς
                                ἀοράτου χρώματος, οὕτως οὖν καὶ ψυχὴ ἀφελοῦσα ὅσα ἐπὶ τοῖς αἰσθητοῖς
                                οἷον φῶς τὸ λοιπὸν οὐκέτι ἔχουσα ὁρίσαι ὁμοιοῦται τῇ ὄψει τῇ ἐν
                                σκότῳ ταὐτόν πως γινομένῃ τότε τῷ ὃ οἷον ὁρᾷ. ἆῤ οὖν ὁρᾷ; ἢ οὕτως ὡς
                                ἀσχημοσύνην καὶ ὡς ἄχροιαν καὶ ὡς ἀλαμπὲς καὶ προσέτι δὲ ὡς οὐκ ἔχον
                                μέγεθος: εἰ δὲ μή, εἰδοποιήσει ἤδη. ὅταν οὖν μηδὲν νοῇ, οὐ ταὐτὸ
                                τοῦτο περὶ ψυχὴν πάθος; ἢ οὔ, ἀλλ̓ ὅταν μὲν μηδὲν <del>νοῇ</del>,
                                λέγει μηδέν, μᾶλλον δὲ πάσχει οὐδέν: ὅταν δὲ τὴν ὕλην, οὕτω πάσχει
                                πάθος οἷον τύπον τοῦ ἀμόρφου: ἐπεὶ καὶ ὅταν τὰ <pb ed="org" n="165"/> μεμορφωμένα καὶ τὰ μεμεγεθυσμένα νοῇ, ὡς σύνθετα νοεῖ: ὡς γὰρ
                                κεχρωσμένα καὶ ὅλως πεποιωμένα. τὸ ὅλον οὖν νοεῖ καὶ τὸ συνάμφω: καὶ
                                ἐναργὴς <pb n="1.159"/> μὲν ἡ νόησις ἢ ἡ αἴσθησις τῶν ἐπόντων,
                                ἀμυδρὰ δὲ ἡ τοῦ ὑποκειμένου, τοῦ ἀμόρφου: οὐ γὰρ εἶδος. ὃ οὖν ἐν τῷ
                                ὅλῳ καὶ συνθέτῳ λαμβάνει μετὰ τῶν ἐπόντων ἀναλύσασα ἐκεῖνα καὶ
                                χωρίσασα, ὃ καταλείπει ὁ λόγος, τοῦτο νοεῖ ἀμυδρῶς ἀμυδρὸν καὶ
                                σκοτεινῶς σκοτεινὸν καὶ νοεῖ οὐ νοοῦσα. καὶ ἐπειδὴ οὐκ ἔμεινεν οὐδ̓
                                αὐτὴ ἡ ὕλη ἄμορφος, ἀλλ̓ ἐν τοῖς πράγμασίν ἐστι μεμορφωμένη, καὶ ἡ
                                ψυχὴ εὐθέως ἐπέβαλε τὸ εἶδος τῶν πραγμάτων αὐτῇ ἀλγοῦσα τῷ ἀορίστῳ,
                                οἷον φόβῳ τοῦ ἔξω τῶν ὄντων εἶναι καὶ οὐκ ἀνεχομένη ἐν τῷ μὴ ὄντι
                                ἐπιπολὺ ἑστάναι. </p></div><div type="textpart" subtype="section" n="11"><p>καὶ ἔτι δεῖ τινος ἄλλου πρὸς σύστασιν σωμάτων μετὰ μέγεθος καὶ
                                ποιότητας ἁπάσας; ἢ τοῦ ὑποδεξομένου πάντα. οὐκοῦν ὄγκου; εἰ δὲ
                                ὄγκος, μέγεθος δήπου: εἰ δὲ ἀμέγεθες, οὐδ̓ ὅπου δέξεται ἔχει.
                                ἀμέγεθες δὲ ὂν τί ἂν συμβάλλοιτο, εἰ μήτε εἰς εἶδος καὶ τὸ ποιὸν
                                μήτε εἰς τὴν διάστασιν καὶ τὸ μέγεθος, ὃ δὴ παρὰ τῆς ὕλης δοκεῖ,
                                ὅπου ἂν ᾖ, ἔρχεσθαι εἰς τὰ σώματα; ὅλως δὲ ὥσπερ πράξεις καὶ
                                ποιήσεις καὶ χρόνοι καὶ κινήσεις ὑποβολὴν ὕλης ἐν αὑτοῖς οὐκ ἔχοντα
                                ἔστιν ἐν τοῖς οὖσιν, οὕτως οὐδὲ τὰ σώματα τὰ πρῶτα ἀνάγκη ὕλην
                                ἔχειν, ἀλλ̓ ὅλα ἕκαστα εἶναι ἅ ἐστι ποικιλώτερα ὄντα μίξει τῇ ἐκ
                                πλειόνων εἰδῶν τὴν σύστασιν ἔχοντα: ὥστε τοῦτο τὸ ἀμέγεθες ὕλης
                                ὄνομα κενὸν εἶναι. πρῶτον μὲν οὖν οὐκ ἀνάγκη τὸ ὑποδεχόμενον ὁτιοῦν:
                                ὄγκον εἶναι, ἐὰν μὴ μέγεθος ἤδη αὐτῷ παρῇ: ἐπεὶ καὶ ἡ ψυχὴ πάντα
                                δεχομένη ὁμοῦ ἔχει πάντα: εἰ δὲ μέγεθος αὐτῇ συμβεβηκὸς ἦν, ἔσχεν ἂν
                                ἕκαστα ἐν μεγέθει. ἡ δὲ ὕλη διὰ τοῦτο ἐν διαστήματι ἃ δέχεται
                                λαμβάνει, ὅτι διαστήματός ἐστι δεκτική: ὥσπερ καὶ τὰ ζῷα καὶ τὰ φυτὰ
                                μετὰ τοῦ <pb n="1.160"/> μεγεθύνεσθαι καὶ τὸ ποιὸν ἀντιπαραγόμενον
                                ἴσχει τῷ ποσῷ καὶ συστελλομένου συσταλείη ἄν. εἰ δ̓ ὅτι προυπάρχει
                                τι μέγεθος ἐν τοῖς τοιούτοις ὑποκείμενον τῷ μορφοῦντι, κἀκεῖ
                                ἀπαιτεῖ, οὐκ ὀρθῶς: ἐνταῦθα γὰρ ἡ ὕλη οὐχ ἡ ἁπλῶς ἀλλ̓ ἡ τούτου: τὴν
                                δ̓ ἁπλῶς δεῖ καὶ τοῦτο παῤ ἄλλου ἔχειν. οὐ τοίνυν δεῖ ὄγκον εἶναι τὸ
                                δεξόμενον τὸ εἶδος, ἀλλ̓ ὁμοῦ τῷ γενέσθαι ὄγκον καὶ τὴν ἄλλην
                                ποιότητα δέχεσθαι καὶ φάντασμα μὲν ἔχειν ὄγκου εἰς ἐπιτηδειότητα
                                τούτου ὥσπερ πρώτην, κενὸν δὲ ὄγκον. ὅθεν τινὲς ταὐτὸν τῷ κενῷ τὴν
                                ὕλην εἰρήκασι. <pb ed="org" n="166"/> φάντασμα δὲ ὄγκου λέγω, ὅτι
                                καὶ ἡ ψυχὴ οὐδὲν ἔχουσα ὁρίσαι, ὅταν τῇ ὕλῃ προσομιλῇ, εἰς ἀοριστίαν
                                χεῖ ἑαυτὴν οὔτε περιγράφουσα οὔτε εἰς σημεῖον ἰέναι δυναμένη: ἤδη
                                γὰρ ὁρίζει. διὸ οὔτε μέγα λεκτέον χωρὶς οὔτε σμικρὸν αὖ, ἀλλὰ μέγα
                                καὶ σμικρόν: καὶ οὕτως ὄγκος καὶ ἀμέγεθες οὕτως, ὅτι ὕλη ὄγκου καὶ
                                συστελλόμενον ἐκ τοῦ μεγάλου ἐπὶ τὸ σμικρὸν καὶ ἐκ τοῦ σμικροῦ ἐπὶ
                                τὸ μέγα οἷον ὄγκον διατρέχει: καὶ ἡ ἀοριστία αὐτῆς ὁ τοιοῦτος ὄγκος,
                                ὑποδοχὴ μεγέθους ἐν αὐτῇ: ἐν δὲ φαντασίᾳ ἐκείνως. καὶ γὰρ τῶν μὲν
                                ἄλλων ἀμεγέθων ὅσα εἴδη ὥρισται ἕκαστον: ὥστε οὐδαμῇ ἔννοια ὄγκου: ἡ
                                δὲ ἀόριστος οὖσα καὶ μήπω στᾶσα παῤ αὑτῆς ἐπὶ πᾶν εἶδος φερομένη
                                δεῦρο κἀκεῖσε καὶ πάντη εὐάγωγος οὖσα πολλή τε γίνεται τῇ ἐπὶ πάντα
                                ἀγωγῇ καὶ γενέσει καὶ ἔσχε τοῦτον τὸν τρόπον φύσιν ὄγκου. </p></div></div></div></div></body></text></TEI>