διὸ πρότερον ζητητέον περὶ ταύτης εἰ ἔστι, καὶ τίς οὖσα τυγχάνει, καὶ πῶς ἔστιν. εἰ δὴ ἀόριστόν τι καὶ ἄμορφον δεῖ τὸ τῆς ὕλης εἶναι, ἐν δὲ τοῖς ἐκεῖ ἀρίστοις οὖσιν οὐδὲν ἀόριστον οὐδὲ ἄμορφον, οὐδ̓ ἂν ὕλη ἐκεῖ εἴη: καὶ εἰ ἁπλοῦν ἕκαστον, οὐδ̓ ἂν δέοι ὕλης, ἵνα ἐξ αὐτῆς καὶ ἄλλου τὸ σύνθετον: καὶ γινομένοις μὲν ὕλης δεῖ καὶ ἐξ ἑτέρων ἕτερα ποιουμένοις, ἐφ̓ ὧν καὶ ἡ τῶν αἰσθητῶν ὕλη ἐνοήθη, μὴ γινομένοις δὲ οὔ. πόθεν δὲ ἐλήλυθε καὶ ὑπέστη; εἰ γὰρ ἐγένετο, καὶ ὑπό τινος: εἰ δὲ ἀίδιος, καὶ ἀρχαὶ πλείους καὶ κατὰ συντυχίαν τὰ πρῶτα. κἂν εἶδος δὲ προσέλθῃ, τὸ σύνθετον ἔσται σῶμα: ὥστε κἀκεῖ σῶμα. πρῶτον οὖν λεκτέον, ὡς οὐ πανταχοῦ τὸ ἀόριστον ἀτιμαστέον, οὐδὲ ὃ ἂν ἄμορφον ᾖ τῇ ἑαυτοῦ ἐπινοίᾳ, εἰ μέλλοι παρέχειν αὑτὸ τοῖς πρὸ αὐτοῦ καὶ τοῖς ἀρίστοις: οἷόν τι καὶ ψυχὴ πρὸς νοῦν καὶ λόγον πέφυκε μορφουμένη παρὰ τούτων καὶ εἰς εἶδος βέλτιον ἀγομένη: ἔν τε τοῖς νοητοῖς τὸ σύνθετον ἑτέρως, οὐχ ὡς τὰ σώματα: ἐπεὶ καὶ λόγοι σύνθετοι καὶ ἐνεργείᾳ δὲ σύνθετον ποιοῦσι τὴν ἐνεργοῦσαν εἰς εἶδος φύσιν. εἰ δὲ καὶ πρὸς ἄλλο, καὶ παῤ ἄλλου καὶ μᾶλλον. ἡ δὲ τῶν γινομένων ὕλη ἀεὶ ἄλλο καὶ ἄλλο εἶδος ἴσχει, τῶν δὲ ἀιδίων ἡ αὐτὴ ταὐτὸν ἀεί. τάχα δ̓ ἀνάπαλιν ἡ ἐνταῦθα. ἐνταῦθα μὲν γὰρ παρὰ μέρος πάντα καὶ ἓν ἑκάστοτε. διὸ οὐδὲν ἐμμένει ἄλλου ἄλλο ἐξωθοῦντος: διὸ οὐ ταὐτὸν ἀεί, ἐκεῖ δ̓ ἅμα πάντα: διὸ οὐκ ἔχει εἰς ὃ μεταβαλεῖ, ἤδη γὰρ ἔχει πάντα. οὐδέποτ̓ οὖν ἄμορφος οὐδὲ ἐκεῖ ἡ ἐκεῖ, ἐπεὶ οὐδ̓ ἡ ἐνταῦθα, ἀλλ̓ ἕτερον τρόπον ἑκατέρα. τὸ δὲ εἴτε ἀίδιος, εἴτε γενομένη, ἐπειδὰν ὅ τί ποτ̓ ἐστὶ λάβωμεν, δῆλον ἔσται. ὁ δὴ λόγος ἡμῖν ὑποθεμένοις τὸ νῦν εἶναι τὰ εἴδη — δέδεικται γὰρ ἐν ἄλλοις — προίτω. εἰ οὖν πολλὰ τὰ εἴδη, κοινὸν μέν τι ἐν αὐτοῖς ἀνάγκη εἶναι: καὶ δὴ καὶ ἴδιον, ᾧ διαφέρει ἄλλο ἄλλου. τοῦτο δὴ τὸ ἴδιον καὶ ἡ διαφορὰ ἡ χωρίζουσα ἡ οἰκεία ἐστὶ μορφή. εἰ δὲ μορφή, ἔστι καὶ τὸ μορφούμενον, περὶ ὃ ἡ διαφορά. ἔστιν ἄρα καὶ ὕλη ἡ τὴν μορφὴν δεχομένη καὶ ἀεί τι ὑποκείμενον. ἔτι εἰ κόσμος νοητὸς ἔστιν ἐκεῖ, μίμημα δὲ οὗτος ἐκείνου, οὗτος δὲ σύνθετος καὶ ἐξ ὕλης, κἀκεῖ δεῖ ὕλην εἶναι. ἢ πῶς προσερεῖς κόσμον μὴ εἰς εἶδος ἰδών; πῶς δὲ εἶδος μὴ ἐφ̓ ᾧ τὸ εἶδος λαβών; ἀμερὲς μὲν γὰρ παντελῶς πάντη αὐτό, μεριστὸν δὲ ὁπωσοῦν. καὶ εἰ μὲν διασπασθέντα ἀπ̓ ἀλλήλων τὰ μέρη, ἡ τομὴ καὶ ἡ διάσπασις ὕλης ἐστὶ πάθος: αὕτη γὰρ ἡ τμηθεῖσα: εἰ δὲ πολλὰ ὂν ἀμέριστόν ἐστι, τὰ πολλὰ ἐν ἑνὶ ὄντα ἐν ὕλῃ ἐστὶ μορφαὶ αὐτοῦ ὄντα: τὸ γὰρ ἓν τοῦτο τὸ πολλὰ ὂν νόησον ποικίλον καὶ πολύμορφον. οὐκοῦν ἄμορφον αὐτὸ πρὸ τοῦ ποικίλον: εἰ γὰρ τῷ νῷ ἀφέλοις τὴν ποικιλίαν καὶ τὰς μορφὰς καὶ τοὺς λόγους καὶ τὰ νοήματα, τὸ πρὸ τούτων ἄμορφον καὶ ἀόριστον καὶ τούτων οὐδὲν τῶν ἐπ̓ αὐτῷ καὶ ἐν αὐτῷ. εἰ δ̓ ὅτι ἀεὶ ἔχει ταῦτα καὶ ὁμοῦ, ἓν ἄμφω καὶ οὐχ ὕλη ἐκεῖ, οὐδ̓ ἐνταῦθα ἔσται τῶν σωμάτων ὕλη, οὐδέποτε γὰρ ἄνευ μορφῆς, ἀλλ̓ ἀεὶ ὅλον σῶμα, σύνθετον μὴν ὅμως. καὶ νοῦς εὑρίσκει τὸ διττόν: οὗτος γὰρ διαιρεῖ, ἕως ἂν εἰς ἁπλοῦν ἥκῃ μηκέτι αὐτὸ ἀναλύεσθαι δυνάμενον: ἕως δὲ δύναται, χωρεῖ αὐτοῦ εἰς τὸ βάθος. τὸ δὲ βάθος ἑκάστου ἡ ὕλη: διὸ καὶ σκοτεινὴ πᾶσα, ὅτι τὸ φῶς λόγος καὶ ὁ νοῦς λόγος. διὸ τὸν ἐφ̓ ἑκάστου λόγον ὁρῶν τὸ κάτω ὡς ὑπὸ τὸ φῶς σκοτεινὸν ἡγεῖται, ὥσπερ ὀφθαλμὸς φωτοειδὴς ὢν πρὸς τὸ φῶς βαλὼν καὶ χρόας φῶτα ὄντα τὰ ὑπὸ τὰ χρώματα σκοτεινὰ καὶ ὑλικὰ εἶναι λέγει ʽκεκρυμμένα τοῖς χρώμασἰ. διάφορόν γε μὴν τὸ σκοτεινὸν τό τε ἐν τοῖς νοητοῖς τό τε ἐν τοῖς αἰσθητοῖς ὑπάρχει διάφορός τε ἡ ὕλη, ὅσον καὶ τὸ εἶδος τὸ ἐπικείμενον ἀμφοῖν διάφορον: ἡ μὲν γὰρ θεία λαβοῦσα τὸ ὡρισμένον αὐτὴ ζωὴν ὡρισμένην καὶ νοερὰν ἔχει, ἡ δὲ ὡρισμένον μέν τι γίνεται, οὐ μὴν ζῶν οὐδὲ νοοῦν, ἀλλὰ νεκρὸν κεκοσμημένον. καὶ ἡ μορφὴ δὲ εἴδωλον: ὥστε καὶ τὸ ὑποκείμενον εἴδωλον. ἐκεῖ δὲ ἡ μορφὴ ἀληθινόν: ὥστε καὶ τὸ ὑποκείμενον. διὸ καὶ τοὺς λέγοντας οὐσίαν τὴν ὕλην, εἰ περὶ ἐκείνης ἔλεγον, ὀρθῶς ἔδει ὑπολαμβάνειν λέγειν: τὸ γὰρ ὑποκείμενον ἐκεῖ οὐσία, μᾶλλον δὲ μετὰ τοῦ ἐπ̓ αὐτῇ νοουμένη καὶ ὅλη οὖσα πεφωτισμένη οὐσία. πότερα δὲ ἀίδιος ἡ νοητὴ ὁμοίως ζητητέον, ὡς ἄν τις καὶ τὰς ἰδέας ζητοῖ: γεννητὰ μὲν γὰρ τῷ ἀρχὴν ἔχειν,ἀγέννητα δέ, ὅτι μὴ χρόνῳ τὴν ἀρχὴν ἔχει, ἀλλ̓ ἀεὶ παῤ ἄλλου, οὐχ ὡς γινόμενα ἀεί, ὥσπερ ὁ ἐνταῦθα κόσμος, ἀλλὰ ὄντα ἀεί, ὥσπερ ὁ ἐκεῖ κόσμος. καὶ γὰρ ἡ ἑτερότης ἡ ἐκεῖ ἀεί, ἣ τὴν ὕλην ποιεῖ: ἀρχὴ γὰρ ὕλης αὕτη, ἡ κίνησις ἡ πρώτη: διὸ καὶ αὕτη ἑτερότης ἐλέγετο, ὅτι ὁμοῦ ἐξέφυσαν κίνησις καὶ ἑτερότης: ἀόριστον δὲ καὶ ἡ κίνησις καὶ ἡ ἑτερότης ἡ ἀπὸ τοῦ πρώτου, κἀκείνου πρὸς τὸ ὁρισθῆναι δεόμενα: ὁρίζεται δέ, ὅταν πρὸς αὐτὸ ἐπιστραφῇ: πρὶν δὲ ἀόριστον καὶ τὸ ἕτερον καὶ οὔπω ἀγαθόν, ἀλλ̓ ἀφώτιστον ἐκείνου. εἰ γὰρ παῤ ἐκείνου τὸ φῶς, τὸ δεχόμενον τὸ φῶς, πρὶν δέξασθαι, φῶς οὐκ ἔχει ἀληθινόν, ἀλλὰ ἄλλο ὂν ἔχει, εἴπερ τὸ φῶς παῤ ἄλλου. καὶ περὶ μὲν τῆς ἐν τοῖς νοητοῖς ὕλης πλείω τῶν προσηκόντων παραγυμνωθέντα ταύτῃ. περὶ δὲ τῆς τῶν σωμάτων ὑποδοχῆς ὧδε λεγέσθω. ὅτι μὲν οὖν δεῖ τι τοῖς σώμασιν ὑποκείμενον εἶναι ἄλλο ὂν παῤ αὐτά, ἥ τε εἰς ἄλληλα μεταβολὴ τῶν στοιχείων δηλοῖ. οὐ γὰρ παντελὴς τοῦ μεταβάλλοντος ἡ φθορά: ἢ ἔσται τις οὐσία εἰς τὸ μὴ ὂν ἀπολλυμένη: οὐδ̓ αὖ τὸ γενόμενον ἐκ τοῦ παντελῶς μὴ ὄντος εἰς τὸ ὂν ἐλήλυθεν, ἀλλ̓ ἔστιν εἴδους μεταβολὴ ἐξ εἴδους ἑτέρου. μένει δὲ τὸ δεξάμενον τὸ εἶδος τοῦ γενομένου καὶ ἀποβαλὸν θάτερον. τοῦτό τε οὖν δηλοῖ καὶ ὅλως ἡ φθορά: συνθέτου γάρ: εἰ δὲ τοῦτο, ἐξ ὕλης καὶ εἴδους ἕκαστον. ἥ τε ἐπαγωγὴ μαρτυρεῖ τὸ φθειρόμενον σύνθετον δεικνῦσα: καὶ ἡ ἀνάλυσις δέ: οἷον εἰ ἡ φιάλη εἰς τὸν χρυσόν, ὁ δὲ χρυσὸς εἰς ὕδωρ, καὶ τὸ ὕδωρ δὲ φθειρόμενον τὸ ἀνάλογον ἀπαιτεῖ. ἀνάγκη δὲ τὰ στοιχεῖα ἢ εἶδος εἶναι ἢ ὕλην πρώτην ἢ ἐξ ὕλης καὶ εἴδους. ἀλλ̓ εἶδος μὲν οὐχ οἷόν τε: πῶς γὰρ ἄνευ ὕλης ἐν ὄγκῳ καὶ μεγέθει; ἀλλ̓ οὐδ̓ ὕλη ἡ πρώτη: φθείρεται γάρ. ἐξ ὕλης ἄρα καὶ εἴδους. καὶ τὸ μὲν εἶδος κατὰ τὸ ποιὸν καὶ τὴν μορφήν, ἡ δὲ κατὰ τὸ ὑποκείμενον ἀόριστον, ὅτι μὴ εἶδος.