ἀλλὰ πῶς οὖν ἐξ ἀνάγκης, εἰ τὸ ἀγαθόν, καὶ τὸ κακόν; ἆῤ οὖν οὕτως, ὅτι ἐν τῷ παντὶ τὴν ὕλην εἶναι δεῖ; ἐξ ἐναντίων γὰρ ἐξ ἀνάγκης τόδε τὸ πᾶν: ἢ οὐδ̓ ἂν εἴη μὴ ὕλης οὔσης. μεμιγμένη οὖν δὴ ἡ τοῦδε τοῦ κόσμου φύσις ἔκ τε νοῦ καὶ ἀνάγκης, καὶ ὅσα παρὰ θεοῦ εἰς αὐτὸν ἥκει, ἀγαθά, τὰ δὲ κακὰ ἐκ τῆς ἀρχαίας φύσεως, τὴν ὕλην λέγων τὴν ὑποκειμένην οὔπω κοσμηθεῖσαν εἴδεσιν. ἀλλὰ πῶς θνητὴν φύσιν; τὸ μὲν γὰρ τόνδε τὸν τόπον ἔστω δεικνύειν τὸ πᾶν: ἢ τὸ ἀλλ̓ ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἔστε, οὔτι γε μὴν λυθήσεσθε δἰ ἐμέ. εἰ δὴ οὕτως, ὀρθῶς ἂν λέγοιτο μὴ ἂν ἀπολέσθαι τὰ κακά. πῶς οὖν ἐκφεύξεται; οὐ τῷ τόπῳ, φησίν, ἀλλ̓ ἀρετὴν κτησάμενος καὶ τοῦ σώματος αὑτὸν χωρίσας: οὕτω γὰρ καὶ ὕλης: ὡς ὅ γε συνὼν τῷ σώματι καὶ ὕλῃ σύνεστι. τὸ δὲ χωρίσαι καὶ μὴ δῆλόν που αὐτὸς ποιεῖ: τὸ δ̓ ἐν θεοῖς εἶναι, ἐν τοῖς νοητοῖς: οὗτοι γὰρ ἀθάνατοι. ἔστι δὲ τοῦ κακοῦ λαβεῖν καὶ οὕτω τὴν ἀνάγκην. ἐπεὶ γὰρ οὐ μόνον τὸ ἀγαθόν, ἀνάγκη τῇ ἐκβάσει τῇ παῤ αὐτοῦ, ἤ, εἰ οὕτω τις εθέλοι λέγειν, τῇ ἀεὶ ὑποβάσει καὶ ἀποστάσει, τὸ ἔσχατον, καὶ μεθ̓ ὃ οὐκ ἦν ἔτι γενέσθαι ὁτιοῦν, τοῦτο εἶναι τὸ κακόν. ἐξ ἀνάγκης δὲ εἶναι τὸ μετὰ τὸ πρῶτον, ὥστε καὶ τὸ ἔσχατον: τοῦτο δὲ ἡ ὕλη μηδὲν ἔτι ἔχουσα αὐτοῦ. καὶ αὕτη ἡ ἀνάγκη τοῦ κακοῦ. εἰ δέ τις λέγοι μὴ διὰ τὴν ὕλην ἡμᾶς γενέσθαι κακούς — μήτε γὰρ τὴν ἄγνοιαν διὰ τὴν ὕλην εἶναι μήτε τὰς ἐπιθυμίας τὰς πονηράς: καὶ γάρ, εἰ διὰ σώματος κακίαν ἡ σύστασις γίγνοιτο, μὴ τὴν ὕλην, ἀλλὰ τὸ εἶδος ποιεῖν, οἷον θερμότητας, ψυχρότητας, πικρόν, ἁλμυρὸν καὶ ὅσα χυμῶν εἴδη, ἔτι πληρώσεις, κενώσεις, καὶ πληρώσεις οὐχ ἁπλῶς, ἀλλὰ πληρώσεις τοιῶνδε, καὶ ὅλως τὸ τοιόνδε εἶναι τὸ ποιοῦν τὴν διαφορὰν τῶν ἐπιθυμιῶν καί, εἰ βούλει, δοξῶν ἐσφαλμένων, ὥστε τὸ εἶδος μᾶλλον ἢ τὴν ὕλην τὸ κακὸν εἶναι —: καὶ οὕτως οὐδὲν ἧντον τὴν ὕλην συγχωρεῖν ἀναγκασθήσεται τὸ κακὸν εἶναι. ἅ τε γὰρ ποιεῖ ἡ ἐν ὕλῃ ποιότης, οὐ χωρὶς οὖσα ποιεῖ, ὥσπερ οὐδὲ τὸ σχῆμα τοῦ πελέκεως ἄνευ σιδήρου ποιεῖ: εἶτα καὶ τὰ ἐν τῇ ὕλῃ εἴδη οὐ ταὐτά ἐστιν, ἅπερ ἂν ἦν, εἰ ἐφ̓ ἑαυτῶν ὑπῆρχεν, ἀλλὰ λόγοι ἔνυλοι φθαρέντες ἐν ὕλῃ καὶ τῆς φύσεως τῆς ἐκείνης ἀναπλησθέντες: οὐδὲ γὰρ τὸ πῦρ αὐτὸ καίει οὐδ̓ ἄλλο τι τῶν ἐφ̓ ἑαυτῶν ταῦτα ἐργάζεται, ἃ ἐν τῇ ὕλῃ γινόμενα λέγεται ποιεῖν. γενομένη γὰρ κυρία τοῦ εἰς αὐτὴν ἐμφαντασθέντος φθείρει αὐτὸ καὶ διόλλυσι τὴν αὑτῆς παραθεῖσα φύσιν ἐναντίαν οὖσαν, οὐ τῷ θερμῷ τὸ ψυχρὸν προσφέρουσα, ἀλλὰ τῷ εἴδει τοῦ θερμοῦ τὸ αὑτῆς ἀνείδεον προσάγουσα καὶ τὴν ἀμορφίαν τῇ μορφῇ καὶ ὑπερβολὴν καὶ ἔλλειψιν τῷ μεμετρημένῳ, ἕως ἂν αὐτὸ ποιήσῃ αὐτῆς, ἀλλὰ μὴ αὑτοῦ ἔτι εἶναι, ὥσπερ ἐν τροφῇ ζῴων τὸ εἰσενεχθὲν μηκέτι εἶναι ὅπερ προσελήλυθεν, ἀλλ̓ αἷμα κυνὸς καὶ πᾶν κύνειον, καὶ χυμοὶ πάντες ὅπερ τὸ δεξάμενον ἐκείνους. εἰ δὴ σῶμα αἴτιον τῶν κακῶν, ὕλη ἂν εἴη καὶ ταύτῃ αἴτιον τῶν κακῶν. ἀλλὰ κρατεῖν ἔδει, ἄλλος ἂν εἴποι. ἀλλ̓ οὐ καθαρὸν τὸ δυνάμενον κρατεῖν, εἰ μὴ φύγοι. καἶ σφοδρότεραι δὲ αἱ ἐπιθυμίαι κράσει τοιᾷδε σωμάτων, ἄλλαι δ̓ ἄλλων, ὥστε μὴ κρατεῖν τὸ ἐν ἑκάστῳ — ἀμβλύτεροι δὲ καὶ πρὸς τὸ κρίνειν διὰ σωμάτων κάκην κατεψυγμένοι καὶ ἐμπεποδισμένοι — αἱ δ̓ ἐναντίαι ποιοῦσι κούφους καὶ ἀνερματίστους. μαρτυροῦσι δὲ ταῦτα καὶ αἱ πρὸς καιρὸν ἕξεις. πλήρεις μὲν γὰρ ἄλλοι καὶ ταῖς ἐπιθυμίαις καὶ ταῖς διανοίαις, κενοὶ δὲ ἄλλοι, καὶ ταδὶ πληρωθέντες ἄλλοι, ταδὶ δὲ ἄλλοι. ἔστω δὴ πρώτως μὲν τὸ ἄμετρον κακόν, τὸ δ̓ ἐν ἀμετρίᾳ γενόμενον ἢ ὁμοιώσει ἢ μεταλήψει τῷ συμβεβηκέναι αὐτῷ δευτέρως κακόν: καὶ πρώτως μὲν τὸ σκότος, τὸ δὲ ἐσκοτισμένον δευτέρως ὡσαύτως. κακία δὴ ἄγνοια οὖσα καὶ ἀμετρία περὶ ψυχὴν δευτέρως κακὸν καὶ οὐκ αὐτοκακόν: οὐδὲ γὰρ ἀρετὴ πρῶτον ἀγαθόν, ἀλλ̓ ὅτι ὡμοίωται ἢ μετείληφεν αὐτοῦ. τίνι οὖν ἐγνωρίσαμεν ταῦτα; καὶ πρῶτον κακίαν τίνι; ἀρετὴν μὲν γὰρ νῷ αὐτῷ καὶ φρονήσει: αὑτὴν γὰρ γνωρίζει: κακίαν δὲ πῶς; ἢ ὥσπερ κανόνι τὸ ὀρθὸν καὶ μή, οὕτω καὶ τὸ μὴ ἐναρμόζον τῇ ἀρετῇ; βλέποντες οὖν αὐτὸ ἢ μὴ βλέποντες, τὴν κακίαν λέγω; ἢ τὴν μὲν παντελῆ κακίαν οὐ βλέποντες, καὶ γὰρ ἄπειρον: ἀφαιρέσει οὖν τὸ μηδαμοῦ τοῦτο: τὴν δὲ μὴ παντελῆ τῷ ἐλλείπειν τούτῳ. μέρος οὖν ὁρῶντες τῷ παρόντι μέρει τὸ ἀπὸν λαμβάνοντες, ὅ ἐστι μὲν ἐν τῷ ὅλῳ εἴδει, ἐκεῖ δὲ ἄπεστιν, οὕτω κακίαν λέγομεν ἐν ἀορίστῳ τὸ ἐστερημένον καταλιπόντες. καὶ δὴ ἐπὶ τῆς ὕλης οἷον αἰσχρόν τι πρόσωπον ἰδόντες οὐ κρατήσαντος ἐν αὐτῷ τοῦ λόγου, ὥστε κρύψαι τὸ τῆς ὕλης αἶσχος, αἰσχρὸν φανταζόμεθα τῇ τοῦ εἴδους ἐλλείψει. ὃ δὲ μηδαμῇ εἴδους τετύχηκε, πῶς; ἢ τὸ παράπαν ἀφαιροῦντες πᾶν εἶδος, ᾧ μὴ τοῦτο πάρεστι, λέγομεν εἶναι ὕλην, ἀμορφίαν καὶ αὐτοὶ ἐν ἡμῖν λαβόντες ἐν τῷ πᾶν εἶδος ἀφελεῖν, εἰ μέλλομεν ὕλην θεάσασθαι. διὸ καὶ νοῦς ἄλλος οὗτος, οὐ νοῦς, τολμήσας ἰδεῖν τὰ μὴ αὑτοῦ. ὥσπερ ὄμμα ἀποστῆσαν αὑτὸ φωτός, ἵνα ἴδῃ τὸ σκότος, καὶ μὴ ἴδῃ τῷ καταλιπεῖν τὸ φῶς, μεθ̓ οὗ οὐκ ἦν ἰδεῖν αὐτό: οὐδ̓ αὖ ἄνευ αὐτοῦ οἷόν τε ἦν ἰδεῖν, ἀλλὰ μὴ ἰδεῖν, ἵνα γένηται αὐτῷ ὡς οἷόν τε ἦν ἰδεῖν — οὕτως οὖν καὶ νοῦς, εἴσω αὑτοῦ τὸ αὑτοῦ καταλιπὼν φῶς καὶ οἷον ἔξω αὑτοῦ προελθὼν εἰς τὰ μὴ αὑτοῦ, μὴ ἐπαγόμενος τὸ ἑαυτοῦ φῶς ἔπαθε τοὐναντίον ἤ ἐστιν, ἵν̓ ἴδῃ τὸ αὐτῷ ἐναντίον. καὶ ταῦτα μὲν ταύτῃ. ἄποιος δὲ οὖσα πῶς κακή: ἢ ἄποιος λέγεται τῷ μηδὲν ἔχειν αὐτὴν ἐφ̓ ἑαυτῆς τούτων τῶν ποιοτήτων, ἃς δέξεται καὶ αἳ ἐν αὐτῇ ὡς ὑποκειμένῳ ἔσονται, οὐ μὴν οὕτως, ὡς μηδεμίαν φύσιν ἔχειν. εἰ δὴ ἔχει τινὰ φύσιν, ταύτην τὴν φύσιν τί κωλύει κακὴν εἶναι, οὐχ οὕτω δὲ κακήν, ὡς ποιόν; ἐπειδὴ καὶ τὸ ποιὸν τοῦτό ἐστι, καθ̓ ὃ ἕτερον ποιὸν λέγεται. συμβεβηκὸς οὖν τὸ ποιὸν καὶ ἐν ἄλλῳ: ἡ δὲ ὕλη οὐκ ἐν ἄλλῳ, ἀλλὰ τὸ ὑποκείμενον καὶ τὸ συμβεβηκὸς περὶ αὐτό. τοῦ οὖν ποιοῦ τὴν φύσιν συμβεβηκότος ἔχοντος οὐ τυχοῦσα ἄποιος λέγεται. εἰ τοίνυν καὶ ὴ ποιότης αὐτὴ ἄποιος, πῶς ἡ ὕλη οὐ δεξαμένη ποιότητα ποιὰ ἂν λέγοιτο; ὀρθῶς ἄρα λέγεται καὶ ἄποιος εἶναι καὶ κακή: οὐ γὰρ λέγεται κακὴ τῷ ποιότητα ἔχειν, ἀλλὰ μᾶλλον τῷ ποιότητα μὴ ἔχειν, ἵνα μὴ ᾖ ἴσως κακὴ εἶδος οὖσα, ἀλλὰ ἐναντία τῷ εἴδει φύσις. ἀλλ̓ ἡ ἐναντία τῷ εἴδει παντὶ φύσις στέρησις: στέρησις δὲ ἀεὶ ἐν ἄλλῳ καὶ ἐπ̓ αὐτῆς οὐχ ὑπόστασις: ὥστε τὸ κακὸν εἰ ἐν στερήσει, ἐν τῷ ἐστερημένῳ εἴδους τὸ κακὸν ἔσται: ὥστε καθ̓ ἑαυτὸ οὐκ ἔσται. εἰ οὖν ἐν τῇ ψυχῇ ἔσται κακόν, ἡ στέρησις ἐν αὐτῇ τὸ κακὸν καὶ ἡ κακία ἔσται καὶ οὐδὲν ἔξω. ἐπεὶ καὶ ἄλλοι λόγοι τὴν ὕλην ὅλως ἀναιρεῖν ἀξιοῦσιν, οἱ δὲ οὐδ̓ αὐτὴν κακὴν εἶναι οὖσαν. οὐδὲν οὖν δεῖ ἄλλοθεν ζητεῖν τὸ κακόν, ἀλλὰ θέμενον ἐν ψυχῇ οὕτω θέσθαι ἀπουσίαν ἀγαθοῦ εἶναι. ἀλλ̓ εἰ ἡ στέρησις ἐπιβάλλοντός ἐστι παρεῖναι εἴδους τινός, εἰ τοῦ ἀγαθοῦ στέρησις ἐν ψυχῇ, τὴν δὲ κακίαν ἐν αὑτῇ ποιεῖ τῷ λόγῳ τῷ ἑαυτῆς, ἡ ψυχὴ οὐδὲν ἔχει ἀγαθόν: οὐ τοίνυν οὐδὲ ζωὴν οὖσα ψυχή. ἄψυχον ἄρα ἔσται ἡ ψυχή, εἴπερ μηδὲ ζωήν: ὥστε ψυχὴ οὖσα οὐκ ἔσται ψυχή. ἔχει ἄρα τῷ ἑαυτῆς λόγῳ ζωήν: ὥστε οὐ στέρησιν ἔχει τὴν τοῦ ἀγαθοῦ παῤ αὑτῆς. ἀγαθοειδὲς ἄρα ἔχουσά τι ἀγαθὸν νοῦ ἴχνος καὶ οὐ κακὸν παῤ αὑτῆς: οὐκ ἄρα οὐδὲ πρώτως κακὸν οὐδὲ συμβεβηκός τι αὐτῇ τὸ πρώτως κακόν, ὅτι μηδὲ ἄπεστιν αὐτῆς πᾶν τὸ ἀγαθόν.