<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="2"><p>νῦν δὲ λεγέσθω, τίς ἡ τοῦ ἀγαθοῦ φύσις, καθ̓ ὅσον τοῖς παροῦσι λόγοις
                                προσήκει. ἔστι δὲ τοῦτο, εἰς ὃ πάντα ἀνήρτηται καὶ οὗ πάντα τὰ ὄντα
                                ἐφίεται ἀρχὴν ἔχοντα αὐτὸ κἀκείνου δεόμενα: τὸ δ̓ ἐστὶν ἀνενδεές,
                                ἱκανὸν ἑαυτῷ, μηδενὸς δεόμενον, μέτρον πάντων καὶ πέρας, δὸν ἐξ
                                αὑτοῦ νοῦν καὶ οὐσίαν καὶ ψυχὴν καὶ ζωὴν καὶ περὶ νοῦν ἐνέργειαν.
                                καὶ μέχρι μὲν τούτου καλὰ πάντα: αὐτός τε γὰρ ὑπέρκαλος καὶ ἐπέκεινα
                                τῶν ἀρίστων βασιλεύων ἐν τῷ νοητῷ, νοῦ ἐκείνου ὄντος οὐ κατὰ νοῦν,
                                ὃν οἰηθείη ἄν τις κατὰ τοὺς παῤ ἡμῖν λεγομένους <pb ed="org" n="73"/> νοῦς εἶναι τοὺς ἐκ προτάσεων συμπληρουμένους καὶ τῶν λεγομένων
                                συνιέναι δυναμένους λογιζομένους τε καὶ τοῦ ἀκολούθου θεωρίαν
                                ποιουμένους καὶ ἐξ ἀκολουθίας τὰ ὄντα θεωμένους ὡς πρότερον οὐκ
                                ἔχοντας, ἀλλὰ κενοὺς ἔτι πρὶν μαθεῖν ὄντας, καίτοι νοῦς ὄντας. οὐ δὴ
                                ἐκεῖνος ὁ νοῦς τοιοῦτος, ἀλλ̓ ἔχει πάντα καὶ ἔστι πάντα καὶ σύνεστιν
                                αὑτῷ συνὼν καὶ ἔχει πάντα οὐκ ἔχων. οὐ γὰρ ἄλλα, ὁ δὲ ἄλλος: οὐδὲ
                                χωρὶς ἕκαστον τῶν ἐν αὐτῷ: ὅλον τε γάρ ἐστιν ἕκαστον καὶ πανταχῇ πᾶν
                                καὶ οὐ συγκέχυται, ἀλλὰ αὖ χωρίς. τὸ γοῦν μεταλαμβάνον οὐχ ὁμοῦ
                                πάντων, ἀλλ̓ ὅτου δύναται μεταλαμβάνει. καὶ ἔστι πρώτη ἐνέργεια
                                ἐκείνου καὶ πρώτη οὐσία ἐκείνου μένοντος ἐν ἑαυτῷ: ἐνεργεῖ μέντοι
                                περὶ ἐκεῖνον οἷον περὶ ἐκεῖνον ζῶν. ἡ δὲ ἔξωθεν περὶ τοῦτον
                                χορεύουσα ψυχὴ πρὸς αὐτὸν βλέπουσα καὶ τὸ εἴσω αὐτοῦ θεωμένη τὸν
                                θεὸν δἰ αὐτοῦ βλέπει. καὶ οὗτος θεῶν ἀπήμων καὶ μακάριος βίος καὶ τὸ
                                κακὸν οὐδαμοῦ ἐνταῦθα καὶ εἰ ἐνταῦθα ἔστη, κακὸν οὐδὲν ἂν ἦν, ἀλλὰ
                                πρῶτα καὶ δεύτερα τἀγαθὰ καὶ τρίτα. <del>καὶ</del> περὶ τὸν πάντων
                                    <pb n="1.101"/> βασιλέα πάντα ἐστί, καὶ ἐκεῖνο αἴτιον πάντων
                                καλῶν, καὶ πάντα ἐστὶν ἐκείνου, καὶ δεύτερον περὶ τὰ δεύτερα καὶ
                                τρίτον περὶ τὰ τρίτα. </p></div><div type="textpart" subtype="section" n="3"><p>εἰ δὴ τοιαῦτά ἐστι τὰ ὄντα καὶ τὸ ἐπέκεινα τῶν ὄντων, οὐκ ἂν ἐν τοῖς
                                οὖσι τὸ κακὸν ἐνείη, οὐδὲ ἐν τῷ ἐπέκεινα τῶν ὄντων: ἀγαθὰ γὰρ ταῦτα.
                                λείπεται τοίνυν, εἴπερ ἔστιν, ἐν τοῖς μὴ οὖσιν εἶναι οἷον εἶδός τι
                                τοῦ μὴ ὄντος ὂν καὶ περί τι τῶν μεμιγμένων τῷ μὴ ὄντι ἢ ὁπωσοῦν
                                κοινωνούντων τῷ μὴ ὄντι. μὴ ὂν δὲ οὔτι τὸ παντελῶς μὴ ὄν, ἀλλ̓
                                ἕτερον μόνον τοῦ ὄντος: οὐχ οὕτω δὲ μὴ ὄν, ὡς κίνησις καὶ στάσις ἡ
                                περὶ τὸ ὄν, ἀλλ̓ ὡς εἰκὼν τοῦ ὄντος ἢ καὶ ἔτι μᾶλλον μὴ ὄν. τοῦτο δέ
                                ἐστι τὸ αἰσθητὸν πᾶν καὶ ὅσα περὶ τὸ αἰσθητὸν πάθη ἢ ὕστερόν τι
                                τούτων καὶ ὡς συμβεβηκὸς τούτοις ἢ ἀρχὴ τούτων ἢ ἕν τι τῶν
                                συμπληρούντων τοῦτο τοιοῦτον ὄν. ἤδη γὰρ ἄν τις εἰς ἔννοιαν ἥκοι
                                αὐτοῦ οἷον ἀμετρίαν εἶναι πρὸς μέτρον καὶ ἄπειρον πρὸς πέρας καὶ
                                ἀνείδεον πρὸς εἰδοποιητικὸν καὶ ἀεὶ ἐνδεὲς πρὸς αὔταρκες, ἀεὶ
                                ἀόριστον, οὐδαμῇ ἑστώς, παμπαθές, ἀκόρητον, πενία παντελής: καὶ οὐ
                                συμβεβηκότα ταῦτα αὐτῷ, ἀλλ̓ οἷον οὐσία αὐτοῦ ταῦτα, καὶ ὅ τι ἂν
                                αὐτοῦ μέρος ἴδῃς, καὶ αὐτὸ πάντα ταῦτα: τὰ δ̓ ἄλλα, ὅσα ἂν αὐτοῦ
                                μεταλάβῃ καὶ ὁμοιωθῇ, κακὰ μὲν γίνεσθαι, οὐχ ὅπερ δὲ κακὰ εἶναι.
                                τίνι οὖν ὑποστάσει ταῦτα πάρεστιν οὐχ ἕτερα ὄντα ἐκείνης, ἀλλ̓
                                ἐκείνη; καὶ γὰρ εἰ ἑτέρῳ συμβαίνει τὸ κακόν, δεῖ τι πρότερον αὐτὸ
                                εἶναι, κἂν μὴ οὐσία τις ᾖ. ὡς γὰρ ἀγαθὸν τὸ μὲν αὐτό, τὸ δὲ ὃ
                                συμβέβηκεν, οὕτω καὶ κακὸν τὸ μὲν αὐτό, τὸ δὲ ἤδη κατ̓ ἐκεῖνο
                                συμβεβηκὸς ἑτέρῳ. τίς οὖν ἀμετρία, <pb ed="org" n="74"/> εἰ μὴ ἐν τῷ
                                ἀμέτρῳ; τί δὲ μέτρον, εἰ μὴ ἐν τῷ <pb n="1.102"/> μεμετρημένῳ; ἀλλ̓
                                ὥσπερ ἐστὶ μέτρον μὴ ἐν τῷ μεμετρημένῳ, οὕτω καὶ ἀμετρία οὐκ ἐν
                                ἀμέτρῳ. εἰ γὰρ ἐν ἄλλῳ, ἢ ἐν ἀμέτρῳ — ἀλλ̓ οὐ δεῖ αὐτῷ ἀμετρίας αὐτῷ
                                ἀμέτρῳ ὄντι — ἢ ἐν μεμετρημένῳ: ἀλλ̓ οὐχ οἷόν τε τὸ μεμετρημένον
                                ἀμετρίαν ἔχειν καθ̓ ὃ μεμέτρηται. δεῖ οὖν εἶναί τι καὶ ἄπειρον καθ̓
                                αὑτὸ καὶ ἀνείδεον αὖ αὐτὸ καὶ τὰ ἄλλα τα πρόσθεν, ἃ τὴν τοῦ κακοῦ
                                ἐχαρακτήριζε φύσιν, καὶ εἴ τι μετ̓ ἐκεῖνο τοιοῦτον, ἢ μεμιγμένον
                                ἔχει τοῦτο ἢ βλέπον πρὸς αὐτό ἐστι τοιοῦτον ἢ ποιητικόν ἐστι
                                τοιούτου. τὴν δὴ ὑποκειμένην σχήμασι καὶ εἴδεσι καὶ μορφαῖς καὶ
                                μέτροις καὶ πέρασι καὶ ἀλλοτρίῳ κόσμῳ κοσμουμένην, μηδὲν παῤ αὑτῆς
                                ἀγαθὸν ἔχουσαν, εἴδωλον δὲ ὡς πρὸς τὰ ὄντα, κακοῦ δὲ οὐσίαν, εἴ τις
                                καὶ δύναται κακοῦ οὐσία εἶναι, ταύτην ἀνευρίσκει ὁ λόγος κακὸν εἶναι
                                πρῶτον καὶ καθ̓ αὑτὸ κακόν. </p></div><div type="textpart" subtype="section" n="4"><p>σωμάτων δὴ φύσις, καθόσον μετέχει ὕλης, κακὸν ἂν εἴη: ἔχει μὲν γὰρ
                                εἶδός τι οὐκ ἀληθινὸν ἐστέρηταί τε ζωῆς φθείρει τε ἄλληλα φορᾷ τῇ
                                παῤ αὐτῶν ἀτάκτῳ ἐμπόδιά τε ψυχῆς πρὸς τὴν αὐτῆς ἐνέργειαν φεύγει τε
                                οὐσίαν ἀεὶ ῥέοντα, ψυχὴ δὲ καθ̓ ἑαυτὴν μὲν οὐ κακὴ οὐδ̓ αὖ πᾶσα
                                κακή. ἀλλὰ τίς ἡ κακή; οἷόν, φησι, δουλωσαμένη μὲν ᾧ πέφυκε κακία
                                ψυχῆς ἐγγίνεσθαι, ὡς τοῦ ἀλόγου τῆς ψυχῆς εἴδους τὸ κακὸν δεχομένου,
                                ἀμετρίαν καὶ ὑπερβολὴν καὶ ἔλλειψιν, ἐξ ὧν καὶ ἀκολασία καὶ δειλία
                                καὶ ἡ ἄλλη ψυχῆς κακία, ἀκούσια παθήματα, δόξας ψευδεῖς ἐμποιοῦντα
                                κακά τε νομίζειν καὶ ἀγαθὰ ἃ φεύγει τε καὶ διώκει. ἀλλὰ τί τὸ
                                πεποιηκὸς τὴν κακίαν ταύτην καὶ πῶς εἰς ἀρχὴν ἐκείνην καὶ αἰτίαν
                                ἀνάξεις; ἢ πρῶτον μὲν οὐκ ἔξω ὕλης οὐδὲ καθ̓ <pb n="1.103"/> αὑτὴν ἡ
                                ψυχὴ ἡ τοιαύτη. μέμικται οὖν ἀμετρίᾳ καὶ ἄμοιρος εἴδους τοῦ
                                κοσμοῦντος καὶ εἰς μέτρον ἄγοντος: σώματι γὰρ ἐγκέκραται ὕλην
                                ἔχοντι. ἔπειτα δὲ καὶ τὸ λογιζόμενον εἰ βλάπτοιτο, ὁρᾶν κωλύεται καὶ
                                τοῖς πάθεσι καὶ τῷ ἐπισκοτεῖσθαι τῇ ὕλῃ καὶ πρὸς ὕλην νενευκέναι καὶ
                                ὅλως οὐ πρὸς οὐσίαν, ἀλλὰ πρὸς γένεσιν ὁρᾶν, ἧς ἀρχὴ ἡ ὕλης φύσις
                                οὕτως οὖσα κακὴ ὡς καὶ τὸ μήπω ἐν αὐτῇ, μόνον δὲ βλέψαν εἰς αὐτήν,
                                ἀναπιμπλάναι κακοῦ ἑαυτῆς. ἄμοιρος γὰρ παντελῶς οὖσα ἀγαθοῦ καὶ
                                στέρησις τούτου καὶ ἄκρατος ἔλλειψις ἐξομοιοῖ ἑαυτῇ πᾶν ὅ τι ἂν
                                αὐτῆς προσάψηται ὁπωσοῦν. ἡ μὲν οὖν τελεία καὶ πρὸς νοῦν νεύουσα
                                ψυχὴ ἀεὶ καθαρὰ καὶ ὕλην ἀπέστραπται καὶ τὸ ἀόριστον ἅπαν καὶ τὸ
                                ἄμετρον καὶ κακὸν οὔτε ὁρᾷ οὔτε πελάζει: καθαρὰ οὖν μένει ὁρισθεῖσα
                                νῷ παντελῶς. ἡ δὲ μὴ μείνασα <pb ed="org" n="75"/> τοῦτο, ἀλλ̓ ἐξ
                                αὑτῆς προελθοῦσα τῷ μὴ τελείῳ μηδὲ πρώτῳ οἷον ἴνδαλμα ἐκείνης τῷ
                                ἐλλείμματι καθόσον ἐνέλιπεν ἀοριστίας πληρωθεῖσα σκότος ὁρᾷ καὶ ἔχει
                                ἤδη ὕλην βλέπουσα εἰς ὃ μὴ βλέπει, ὡς λεγόμεθα ὁρᾶν καὶ τὸ σκότος.
                            </p></div><div type="textpart" subtype="section" n="5"><p>ἀλλ̓ εἰ ἡ ἔλλειψις τοῦ ἀγαθοῦ αἰτία τοῦ ὁρᾶν καὶ συνεῖναι τῷ σκότει,
                                τὸ κακὸν εἴη ἂν ἐν τῇ ἐλλείψει τῇ ψυχῇ καὶ πρῶτον — δεύτερον δὲ
                                ἔσται τὸ σκότος — καὶ ἡ φύσις τοῦ κακοῦ οὐκέτι ἐν τῇ ὕλῃ, ἀλλὰ καὶ
                                πρὸ τῆς ὕλης. ἢ οὐκ ἐν τῇ ὁπωσοῦν ἐλλείψει, ἀλλ̓ ἐν τῇ παντελεῖ τὸ
                                κακόν: τὸ γοῦν ἐλλεῖπον ὀλίγον τοῦ ἀγαθοῦ οὐ κακόν, δύναται γὰρ καὶ
                                τέλειον εἶναι ὡς πρὸς φύσιν τὴν αὑτοῦ. ἀλλ̓ ὅταν παντελῶς ἐλλείπῃ,
                                ὅπερ ἐστὶν ἡ ὕλη, τοῦτο τὸ ὄντως κακὸν μηδεμίαν ἔχον ἀγαθοῦ μοῖραν.
                                οὐδὲ γὰρ τὸ εἶναι ἔχει ἡ ὕλη, ἵνα ἀγαθοῦ <pb n="1.104"/> ταύτῃ
                                μετεῖχεν, ἀλλ̓ ὁμώνυμον αὐτῇ τὸ εἶναι, ὡς ἀληθὲς εἶναι λέγειν αὐτὴν
                                μὴ εἶναι. ἡ οὖν ἔλλειψις ἔχει μὲν τὸ μὴ ἀγαθὸν εἶναι, ἡ δὲ παντελὴς
                                τὸ κακόν: ἡ δὲ πλείων τὸ πεσεῖν εἰς τὸ κακὸν δύνασθαι καὶ ἤδη κακόν.
                                τῷ χρὴ τὸ κακὸν νοεῖσθαι μὴ τόδε τὸ κακόν, οἷον ἀδικίαν ἢ ἄλλην τινὰ
                                κακίαν, ἀλλ̓ ἐκεῖνο ὃ οὐδὲν μέν πω τούτων, ταῦτα δὲ οἷον εἴδη
                                ἐκείνου προσθήκαις εἰδοποιούμενα: οἷον ἐν μὲν ψυχῇ πονηρίαν καὶ
                                ταύτης αὖ εἴδη ἢ ὕλῃ περὶ ἥν, ἢ τοῖς μέρεσι τῆς ψυχῆς, ἢ τῷ τὸ μὲν
                                οἷον ὁρᾶν εἶναι, τὸ δὲ ὁρμᾶν ἢ πάσχειν. εἰ δέ τις θεῖτο καὶ τὰ ἔξω
                                ψυχῆς κακὰ εἶναι, πῶς ἐπ̓ ἐκείνην τὴν φύσιν ἀνάξει, οἷον νόσον,
                                    <del>αἶσχος</del>, πενίαν; ἢ νόσον μὲν ἔλλειψιν καὶ ὑπερβολὴν
                                σωμάτων ἐνύλων τάξιν καὶ μέτρον οὐκ ἀνεχομένων, αἶσχος δὲ ὕλην οὐ
                                κρατηθεῖσαν εἴδει, πενίαν δὲ ἔνδειαν καὶ στέρησιν ὧν ἐν χρείᾳ ἐσμὲν
                                διὰ τὴν ὕλην ᾗ συνεζεύγμεθα φύσιν ἔχουσαν χρησμοσύνην εἶναι. εἰ δὴ
                                ταῦτα ὀρθῶς λέγεται, οὐ θετέον ἡμᾶς ἀρχὴν κακῶν εἶναι κακοὺς παῤ
                                αὑτῶν ὄντας, ἀλλὰ πρὸ ἡμῶν ταῦτα: ἃ δ̓ ἂν ἀνθρώπους κατάσχῃ,
                                κατέχειν οὐχ ἑκόντας, ἀλλ̓ εἶναι μὲν ἀποφυγὴν κακῶν τῶν ἐν τῇ ψυχῇ
                                τοῖς δυνηθεῖσι, πάντας δὲ οὐ δύνασθαι. θέσις δὲ ὕλης παρούσης τοῖς
                                αἰσθητοῖς τὸ κακὸν μὴ παρεῖναι τὴν κακίαν ἣν ἄνθρωποι ἔχουσιν, ὅτι
                                μηδὲ ἀνθρώποις ἅπασι: κρατεῖν γὰρ αὐτῆς — ἀμείνους δέ, οἷς μὴ
                                πάρεστι — καὶ τούτῳ κρατεῖν δὲ τῷ μὴ ἐνύλῳ ἐν αὐτοῖς ὄντι. </p></div><div type="textpart" subtype="section" n="6"><p>ἐπισκεπτέον δὲ καὶ πῶς λέγεται μὴ ἂν ἀπολέσθαι τὰ κακά, ἀλλ̓ εἶναι ἐξ
                                ἀνάγκης: καὶ ἐν θεοῖς μὲν οὐκ εἶναι, περιπολεῖν δὲ τὴν θνητὴν φύσιν
                                καὶ τόνδε τὸν τόπον ἀεί. ἆῤ οὖν οὕτως <pb n="1.105"/> εἴρηται, ὡς
                                τοῦ μὲν οὐρανοῦ καθαροῦ κακῶν ὄντος <pb ed="org" n="76"/> ἀεὶ ἐν
                                τάξει ἰόντος καὶ κόσμῳ φερομένου καὶ μήτε ἀδικίας ἐκεῖ οὔσης μήτε
                                ἄλλης κακίας μήτε ἀδικοῦντα ἄλληλα, κόσμῳ δὲ φερόμενα, ἐν γῇ δὲ τῆς
                                ἀδικίας καὶ τῆς ἀταξίας οὔσης; τοῦτο γάρ ἐστιν ἡ θνητὴ φύσις καὶ ὅδε
                                ὁ τόπος. ἀλλὰ τὸ ἐντεῦθεν φεύγειν δεῖν οὐκέτι περὶ τῶν ἐπὶ γῆς
                                λέγεται. φυγὴ γάρ, φησιν, οὐ τὸ ἐκ γῆς ἀπελθεῖν, ἀλλὰ καὶ ὄντα ἐπὶ
                                γῆς δίκαιον καὶ ὅσιον εἶναι μετὰ φρονήσεως, ὡς εἶναι τὸ λεγόμενον
                                φεύγειν κακίαν δεῖν, ὥστε τὰ κακὰ αὐτῷ ἡ κακία καὶ ὅσα ἐκ κακίας:
                                καὶ τοῦ προσδιαλεγομένου δὲ ἀναίρεσιν λέγοντος κακῶν ἔσεσθαι, εἰ
                                πείθοι τοὺς ἀνθρώπους ἃ λέγει, ὁ δέ φησι μὴ δύνασθαι τοῦτο γενέσθαι:
                                τὰ γὰρ κακὰ εἶναι ἀνάγκῃ, ἐπείπερ τοὐναντίον τι δεῖ εἶναι τῷ ἀγαθῷ.
                                τὴν μὲν οὖν κακίαν τὴν περὶ ἄνθρωπον πῶς οἷόν τε ἐναντίον εἶναι
                                ἐκείνῳ τῷ ἀγαθῷ; ἐναντίον γὰρ τοῦτο τῇ ἀρετῇ, αὕτη δὲ οὐ τὸ ἀγαθόν,
                                ἀλλὰ ἀγαθόν, ὃ κρατεῖν τῆς ὕλης ποιεῖ. ἐκείνῳ δὲ τῷ ἀγαθῷ πῶς ἄν τι
                                εἴη ἐναντίον; οὐ γὰρ δὴ ποιόν: εἶτα τίς ἀνάγκη πανταχοῦ, εἰ θάτερον
                                τῶν ἐναντίων, καὶ θάτερον; ἐνδεχέσθω μὲν γὰρ καὶ ἔστω γε καὶ τὸ
                                ἐναντίον τοῦ ἐναντίου αὐτῷ ὄντος — οἷον ὑγιείας οὔσης ἐνδέχεται καὶ
                                νόσον εἶναι — οὐ μὴν ἐξ ἀνάγκης. ἢ οὐκ ἀνάγκη λέγειν αὐτόν, ὡς ἐπὶ
                                παντὸς ἐναντίου τοῦτο ἀληθές, ἀλλ̓ ἐπὶ τοῦ ἀγαθοῦ εἴρηται. ἀλλ̓ εἰ
                                οὐσία τἀγαθόν, πῶς ἐστιν αὐτῷ τι ἐναντίον, ἢ τῷ ἐπέκεινα οὐσίας; τὸ
                                μὲν οὖν μὴ εἶναι μηδὲν οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ̓ ἕκαστα οὐσιῶν
                                ἐστι πιστὸν τῇ ἐπαγωγῇ δεδειγμένον:. ὅλως δὲ οὐκ ἔστι δεδειγμένον.
                                ἀλλὰ τί τῇ καθόλου οὐσίᾳ ἔσται ἐναντίον καὶ ὅλως τοῖς <pb n="1.106"/> πρώτοις; ἢ τῇ μὲν οὐσίᾳ ἡ μὴ οὐσία, τῇ δὲ ἀγαθοῦ φύσει ἥτις ἐστὶ
                                κακοῦ φύσις καὶ ἀρχή: ἀρχαὶ γὰρ ἄμφω, ἡ μὲν κακῶν, ἡ δὲ ἀγαθῶν: καὶ
                                πάντα τὰ ἐν τῇ φύσει ἑκατέρᾳ ἐναντία: ὥστε καὶ τὰ ὅλα ἐναντία καὶ
                                μᾶλλον ἐναντία ἢ τὰ ἄλλα. τὰ μὲν γὰρ ἄλλα ἐναντία ἢ ἐν τῷ αὐτῷ εἴδει
                                ὄντα ἢ ἐν τῷ αὐτῷ γένει καὶ κοινοῦ τινός ἐστι μετειληφότα ἐν οἷς
                                ἐστιν: ὅσα δὲ χωρίς ἐστι, καὶ ἃ τῷ ἑτέρῳ ἐστὶ συμπλήρωσις τοῦ ὅ
                                ἐστι, ὧν τἀναντία ἐν τῷ ἑτέρῳ ἐστί, πῶς οὐ μάλιστα ἂν εἴη ἐναντία,
                                εἴπερ ἐναντία τὰ πλεῖστον ἀλλήλων ἀφεστηκότα; πέρατι δὴ καὶ μέτρῳ
                                καὶ τοῖς ἄλλοις, ὅσα ἔνεστιν ἐν τῇ θείᾳ φύσει, ἀπειρία καὶ ἀμετρία
                                καὶ τὰ ἄλλα, ὅσα ἔχει ἡ κακὴ φύσις, ἐναντία: ὥστε καὶ τὸ ὅλον τῷ ὅλῳ
                                ἐναντίον. καὶ τὸ εἶναι δὲ ψευδόμενον ἔχει καὶ πρώτως καὶ ὄντως
                                ψεῦδος: τῷ δὲ τὸ ἀληθῶς εἶναι: ὥστε καὶ κατὰ τὸ ψεῦδος τῷ ἀληθεῖ
                                ἐναντίον καὶ τὸ κατ̓ οὐσίαν τῷ κατ̓ οὐσίαν αὐτοῖς ἐναντίον. <pb ed="org" n="77"/> ὥστε ἡμῖν ἀναπέφανται τὸ μὴ πανταχοῦ οὐσίᾳ
                                μηδὲν εἶναι ἐναντίον: ἐπεὶ καὶ ἐπὶ πυρὸς καὶ ὕδατος ἐδεξάμεθα ἂν
                                εἶναι ἐναντία, εἰ μὴ κοινὸν ἦν ἡ ὕλη ἐν αὐτοῖς, ἐφ̓ ἧς τὸ θερμὸν καὶ
                                ξηρὸν καὶ ὑγρὸν καὶ ψυχρὸν συμβεβηκότα ἐγίγνετο: εἰ δ̓ ἐπ̓ αὐτῶν ἦν
                                μόνα τὴν οὐσίαν αὐτῶν συμπληροῦντα ἄνευ τοῦ κοινοῦ, ἐγίγνετο ἂν καὶ
                                ἐνταῦθα οὐσία οὐσίᾳ ἐναντίον. τὰ ἄρα πάντη κεχωρισμένα καὶ μηδὲν
                                ἔχοντα κοινὸν καὶ πλείστην ἀπόστασιν ἔχοντα ἐν τῇ φύσει αὐτῶν
                                ἐναντία: ἐπείπερ ἡ ἐναντίωσις οὐχ ᾗ ποῖόν τι οὐδὲ ὅλως ὁτιοῦν γένος
                                τῶν ὄντων, ἀλλ̓ ᾗ πλεῖστον ἀλλήλων κεχώρισται καὶ ἐξ ἀντιθέτων
                                συνέστηκε καὶ τὰ ἐναντία ποιεῖ. </p></div></div></div></div></body></text></TEI>