<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="12"><p>τί οὖν, εἰ μὴ παντελῆ στέρησιν λέγοι ἀγαθοῦ τὴν κακίαν καὶ τὸ κακὸν
                                τὸ ἐν ψυχῇ, ἀλλά τινα στέρησιν ἀγαθοῦ; ἀλλ̓ εἰ τοῦτο, τὸ μὲν ἔχουσα,
                                τοῦ δὲ ἐστερημένη, μικτὴν ἕξει τὴν αἴσθησιν καὶ οὐκ ἄκρατον τὸ
                                κακόν, καὶ οὔπω εὕρηται τὸ πρῶτον καὶ ἄκρατον κακόν: καὶ τὸ μὲν
                                ἀγαθὸν τῇ ψυχῇ ἔσται ἐν οὐσίᾳ, συμβεβηκὸς δέ τι τὸ κακόν. </p></div><div type="textpart" subtype="section" n="13"><p>εἰ μὴ ἄρα τούτῳ κακόν, ᾗ ἐμπόδιον, ὥσπερ ὀφθαλμῷ πρὸς τὸ βλέπειν.
                                ἀλλ̓ οὕτω ποιητικὸν κακοῦ ἔσται τὸ κακὸν αὐτῇ, καὶ οὕτω ποιητικόν,
                                ὡς ἑτέρου τοῦ κακοῦ αὐτοῦ ὄντος. εἰ οὖν ἡ κακία ἐμπόδιον τῇ ψυχῇ,
                                ποιητικὸν κακοῦ, ἀλλ̓ οὐ τὸ κακὸν ἡ κακία ἔσται: καὶ ἡ ἀρετὴ δὲ οὐ
                                τὸ ἀγαθόν, ἀλλ̓ ἢ ὡς συνεργόν: ὥστε, εἰ μὴ ἡ ἀρετὴ τὸ ἀγαθόν, οὐδ̓ ἡ
                                κακία τὸ κακόν. εἶτα καὶ ἡ ἀρετὴ οὐκ αὐτὸ τὸ καλὸν οὐδ̓ αὐτοαγαθόν:
                                οὐ τοίνυν οὐδὲ κακία αὐτὸ τὸ αἰσχρὸν οὐδ̓ αὐτοκακόν. <pb n="1.112"/>
                                ἔφαμεν δὲ τὴν ἀρετὴν οὐκ αὐτοκαλὸν οὐδ̓ αὐτοαγαθόν, ὅτι πρὸ αὐτῆς
                                καὶ ἐπέκεινα αὐτῆς αὐτοκαλὸν καὶ αὐτοαγαθόν: καὶ μεταλήψει πως
                                ἀγαθὸν καὶ καλόν. ὡς οὖν ἀπὸ τῆς ἀρετῆς ἀναβαίνοντι τὸ καλὸν καὶ τὸ
                                ἀγαθόν, οὕτω καὶ ἀπὸ τῆς κακίας καταβαίνοντι τὸ κακὸν αὐτό, ἀρξαμένῳ
                                μὲν ἀπὸ τῆς κακίας <del>καὶ</del> θεωροῦντι μὲν ᾗ θεωρία τίς ἐστι
                                τοῦ κακοῦ αὐτοῦ, γινομένῳ δὲ ᾗ μετάληψις αὐτοῦ: γίνεται γὰρ
                                παντάπασιν ἐν τῷ τῆς ἀνομοιότητος τόπῳ, ἔνθα δὺς εἰς αὐτὴν εἰς
                                βόρβορον σκοτεινὸν ἔσται πεσών: ἐπεὶ καὶ εἰ παντελῶς ἴοι ἡ ψυχὴ εἰς
                                παντελῆ κακίαν, οὐκέτι κακίαν ἔχει, ἀλλ̓ ἑτέραν φύσιν τὴν χείρω
                                ἠλλάξατο: ἔτι γὰρ ἀνθρωπικὸν ἡ κακία μεμιγμένη τινὶ ἐναντίῳ.
                                ἀποθνήσκει οὖν, ὡς ψυχὴ ἂν θάνοι, καὶ ὁ θάνατος αὐτῇ καὶ ἔτι ἐν τῷ
                                σώματι βεβαπτισμένῃ ἐν ὕλῃ ἐστὶ καταδῦναι καὶ πλησθῆναι αὐτῆς καὶ
                                ἐξελθούσῃ ἐκεῖ κεῖσθαι, ἕως <del>ἂν</del> ἀναδράμῃ καὶ ἀφέλῃ πως τὴν
                                ὄψιν ἐκ τοῦ βορβόρου: καὶ τοῦτό ἐστι τὸ ἐν ᾅδου ἐλθόντα
                                ἐπικαταδαρθεῖν. </p></div><div type="textpart" subtype="section" n="14"><p>εἰ δέ τις ἀσθένειαν ψυχῆς τὴν κακίαν λέγοι — εὐπαθῆ γοῦν καὶ
                                εὐκίνητον εἶναι τὴν κακὴν <pb ed="org" n="81"/> ἀπὸ παντὸς εἰς ἅπαν
                                κακὸν φερομένην, εὐκίνητον μὲν εἰς ἐπιθυμίας, εὐερέθιστον δὲ εἰς
                                ὀργάς, προπετῆ δὲ: εἰς συγκαταθέσεις, καὶ ταῖς ἀμυδραῖς φαντασίαις
                                εἴκουσαν ῥᾳδίως, οἷα τὰ ἀσθενέστατα τῶν τέχνῃ ἢ φύσει πεποιημένων, ἃ
                                ῥᾳδίαν ἔχει ὑπό τε πνευμάτων ὑπό τε εἰλήσεων τὴν φοράν — ἄξιον ἂν
                                εἴη ζητεῖν, τίς καὶ πόθεν ἡ ἀσθένεια τῇ ψυχῇ. οὐ γὰρ δή, ὥσπερ ἐπὶ
                                τῶν σωμάτων, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς τὸ ἀσθενές: ἀλλ̓ ὥσπερ ἐκεῖ ἡ
                                πρὸς τὸ ἔργον ἀδυναμία καὶ τὸ εὐπαθές, οὕτω καὶ <pb n="1.113"/>
                                ἐνταῦθα ἀναλογίᾳ τὴν τῆς ἀσθενείας ἔσχε προσηγορίαν: εἰ μὴ ταύτῃ εἰς
                                τὸ αὐτὸ αἴτιον ἡ ὕλη τῆς ἀσθενείας. ἀλλὰ προσιτέον ἐγγὺς τῷ λόγῳ, τί
                                τὸ αἴτιον ἐν τῷ λεγομένῳ ἀσθενεῖ τῆς ψυχῆς: οὐ γὰρ δὴ πυκνότητες ἢ
                                ἀραιότητες οὐδ̓ αὖ ἰσχνότητες ἢ παχύτητες ἢ νόσος, ὥσπερ τις
                                πυρετός, ἀσθενῆ ἐποίησε ψυχὴν εἶναι. ἀνάγκη δὴ τὴν τοιαύτην
                                ἀσθένειαν ψυχῆς ἢ ἐν ταῖς χωρισταῖς παντελῶς ἢ ἐν ταῖς ἐνύλοις ἢ ἐν
                                ἀμφοτέραις εἶναι. εἰ δὲ μὴ ἐν ταῖς χωρὶς ὕλης — καθαραὶ γὰρ πᾶσαι
                                καὶ τὸ λεγόμενον ἐπτερωμέναι καὶ τέλειοι καὶ τὸ ἔργον αὐταῖς
                                ἀνεμπόδιστον — λοιπὸν ἐν ταῖς πεσούσαις εἶναι τὴν ἀσθένειαν, ταῖς οὐ
                                καθαραῖς οὐδὲ κεκαθαρμέναις, καὶ ἡ ἀσθένεια αὐταῖς εἴη ἂν οὐκ
                                ἀφαίρεσις τινός, ἀλλ̓ ἀλλοτρίου παρουσία, ὥσπερ φλέγματος ἢ χολῆς ἐν
                                σώματι. τοῦ δὲ πτώματος τὸ αἴτιον ψυχῇ σαφέστερον λαμβάνουσι καὶ ὡς
                                προσήκει λαβεῖν καταφανὲς ἔσται τὸ ζητούμενον. ἔστιν οὖν ἐν τοῖς
                                οὖσιν ὕλη, ἔστι δὲ καὶ ψυχή, καὶ οἷον τόπος εἷς τις. οὐ γὰρ χωρὶς
                                μὲν ὁ τόπος τῇ ὕλῃ, χωρὶς δ̓ αὖ ὁ τῆς ψυχῆς — οἷον ὁ μὲν ἐν γῇ τῇ
                                ὕλῃ, ὁ δὲ ἐν ἀέρι τῇ ψυχῇ — ἀλλ̓ ὁ τόπος τῇ ψυχῇ χωρὶς τῷ μὴ ἐν ὕλῃ:
                                τοῦτο δὲ τῷ μὴ ἑνωθῆναι τῇ ὕλῃ: τοῦτο δὲ τῷ μὴ ἕν τι ἐξ αὐτῆς καὶ
                                ὕλης γενέσθαι: τοῦτο δὲ τῷ μὴ ἐν ὑποκειμένῳ τῇ ὕλῃ γενέσθαι: καὶ
                                τοῦτό ἐστι τὸ χωρὶς εἶναι. δυνάμεις δὲ ψυχῆς πολλαὶ καὶ ἀρχὴν καὶ
                                μέσα καὶ ἔσχατα ψυχὴ ἔχει: ὕλη δὲ παροῦσα προσαιτεῖ καὶ οἷον ἐνοχλεῖ
                                καὶ εἰς τὸ εἴσω παρελθεῖν θέλει: πᾶς δὲ ὁ χῶρος ἱερὸς καὶ οὐδέν
                                ἐστιν, ὃ ἄμοιρόν ἐστι ψυχῆς. ἐλλάμπεται οὖν ὑποβάλλουσα ἑαυτὴν καὶ
                                ἀφ̓ οὗ μὲν ἐλλάμπεται οὐ δύναται λαβεῖν: οὐ γὰρ ἀνέχεται <pb n="1.114"/> αὐτὴν ἐκεῖνο καίτοι παροῦσαν, ὅτι μὴ ὁρᾷ διὰ κάκην.
                                τὴν δὲ ἔλλαμψιν καὶ τὸ ἐκεῖθεν φῶς ἐσκότωσε τῇ μίξει καὶ ἀσθενὲς
                                πεποίηκε τὴν γένεσιν αὐτὴ παρασχοῦσα καὶ τὴν αἰτίαν τοῦ εἰς αὐτὴν
                                ἐλθεῖν: οὐ γὰρ ἂν ἦλθε τῷ μὴ παρόντι. καὶ τοῦτό ἐστι πτῶμα τῆς ψυχῆς
                                τὸ οὕτως ἐλθεῖν εἰς ὕλην, καὶ ἀσθενεῖ, ὅτι πᾶσαι αἱ δυνάμεις οὐ
                                πάρεισιν εἰς ἐνέργειαν κωλυούσης ὕλης παρεῖναι τῷ τὸν τόπον ὃν
                                κατέχει αὐτὴ καταλαβεῖν καὶ οἷον συσπειραθῆναι ποιῆσαι ἐκείνην, ὃ δὲ
                                ἔλαβεν οἷον κλέψασα ποιῆσαι κακὸν εἶναι, ἕως ἂν δυνηθῇ ἀναδραμεῖν.
                                ὕλη τοίνυν <pb ed="org" n="82"/> καὶ ἀσθενείας ψυχῇ αἰτία καὶ κακίας
                                αἰτία. πρότερον ἄρα κακὴ αὐτὴ καὶ πρῶτον κακόν: καὶ γὰρ εἰ αὐτὴ ἡ
                                ψυχὴ τῇ ὕλῃ ἐγέννησε παθοῦσα, καὶ εἰ ἐκοινώνησεν αὐτῇ καὶ ἐγένετο
                                κακή, ἡ ὕλη αἰτία παροῦσα: οὐ γὰρ ἂν ἐγένετο εἰς αὐτὴν μὴ τῇ
                                παρουσίᾳ αὐτῆς τὴν γένεσιν λαβοῦσα. </p></div><div type="textpart" subtype="section" n="15"><p>εἰ δέ τις τὴν ὕλην μή φησιν εἶναι, δεικτέον αὐτῷ ἐκ τῶν περὶ ὕλης
                                λόγων τὴν ἀνάγκην τῆς ὑποστάσεως αὐτῆς διὰ πλειόνων ἐκεῖ περὶ τούτου
                                εἰρημένου. κακὸν δὲ εἴ τις λέγοι τὸ παράπαν ἐν τοῖς οὖσι μὴ εἶναι,
                                ἀνάγκη αὐτῷ καὶ τὸ ἀγαθὸν ἀναιρεῖν καὶ μηδὲ ὀρεκτὸν μηδὲν εἶναι: μὴ
                                τοίνυν μηδ̓ ὄρεξιν μηδ̓ αὖ ἔκκλισιν μηδὲ νόησιν: ἡ γὰρ ὄρεξις
                                ἀγαθοῦ, ἡ δὲ ἔκκλισις κακοῦ, ἡ δὲ νόησις καὶ ἡ φρόνησις ἀγαθοῦ ἐστι
                                καὶ κακοῦ, καὶ αὕτη ἕν τι τῶν ἀγαθῶν. εἶναι μὲν οὖν δεῖ καὶ ἀγαθὸν
                                καὶ ἄμικτον ἀγαθόν, τὸ δὲ μεμιγμένον ἤδη ἐκ κακοῦ καὶ ἀγαθοῦ, καὶ
                                πλείονος τοῦ κακοῦ μεταλαβὸν ἤδη καὶ αὐτὸ συντελέσαν ἐκείνῳ τῷ ὅλως
                                κακῷ, ἐλάττονος δέ, ᾗ ἠλάττωται, τῷ ἀγαθῷ: ἐπεὶ καὶ ψυχῇ τί ἂν εἴη
                                κακόν; ἢ τίνι ἂν μὴ ἐφαψαμένῃ <pb n="1.115"/> τῆς φύσεως τῆς
                                χείρονος; ἐπεὶ οὐδ̓ ἐπιθυμίαι οὐδ̓ αὖ λῦπαι, οὐ θυμοί, οὐ φόβοι: καὶ
                                γὰρ φόβοι τῷ συνθέτῳ, μὴ λυθῇ, καὶ λῦπαι καὶ ἀλγηδόνες λυομένου:
                                ἐπιθυμίαι δὲ ἐνοχλοῦντός τινος τῇ συστάσει ἤ, ἵνα μὴ ἐνοχλῇ, ἴασιν
                                προνοουμένου. φαντασία δὲ πληγὴ ἀλόγου ἔξωθεν: δέχεται δὲ τὴν πληγὴν
                                διὰ τοῦ οὐκ ἀμεροῦς: καὶ δόξαι ψευδεῖς ἔξω γενομένῃ τοῦ ἀληθοῦς
                                αὐτοῦ: ἔξω δὲ γίνεται τῷ μὴ εἶναι καθαρά. ἡ δὲ πρὸς νοῦν ὄρεξις
                                ἄλλο: συνεῖναι γὰρ δεῖ μόνην καὶ ἐν αὐτῷ ἱδρυμένην, οὐ νεύουσαν εἰς
                                τὸ χεῖρον. τὸ δὲ κακὸν οὐ μόνον ἐστὶ κακὸν διὰ δύναμιν ἀγαθοῦ καὶ
                                φύσιν, ἐπείπερ ἐφάνη ἐξ ἀνάγκης περιληφθὲν δεσμοῖς τισι καλοῖς, οἷα
                                δεσμῶταί τινες χρυσῷ, <del>καὶ</del> κρύπτεται τούτοις, ἵνα οὖσα
                                    <del>κακὴ</del> μὴ ὁρῷτο τοῖς θεοῖς, καὶ ἄνθρωποι ἔχοιεν μὴ ἀεὶ
                                τὸ κακὸν βλέπειν, ἀλλ̓ ὅταν καὶ βλέπωσιν, εἰδώλοις τοῦ καλοῦ εἰς
                                ἀνάμνησιν συνῶσιν. </p></div></div><div type="textpart" subtype="chapter" n="9"><head>ΠΕΡΙ ΕΥΛΟΓΟΥ ΕΞΑΓΩΓΗΣ.</head><div type="textpart" subtype="section" n="1"><p>οὐκ ἐξάξεις, ἵνα μὴ ἐξίῃ <del>ἔχουσά τι</del>: ἐξελεύσεται <pb ed="org" n="85"/> γὰρ ἔχουσά τι, ἵνα καὶ ἐξέλθῃ, τό τε ἐξελθεῖν
                                ἐστι μεταβῆναι εἰς ἄλλον τόπον: ἀλλὰ μενεῖ τὸ σῶμα ἀποστῆναι πᾶν
                                αὐτῆς, ὅτε μὴ δεῖται μετελθεῖν, ἀλλ̓ ἔστι πάντη ἔξω. πῶς οὖν
                                ἀφίσταται τὸ σῶμα; ὅταν μηδὲν ἔτι δεδεμένον ᾖ τῆς ψυχῆς ἀδυνατοῦντος
                                τοῦ σώματος ἐνδεῖν τῆς ἁρμονίας αὐτοῦ οὐκέτι οὔσης, ἣν ἔχον εἶχε τὴν
                                ψυχήν. τί οὖν, εἰ μηχανήσαιτό τις λυθῆναι τὸ σῶμα; ἢ ἐβιάσατο καὶ
                                ἀπέστη αὐτός, οὐκ ἐκεῖνο ἀφῆκε: καὶ ὅτε <pb n="1.116"/> λύει οὐκ
                                ἀπαθής, ἀλλ̓ ἢ δυσχέρανσις ἢ λύπη ἢ θυμός: δεῖ δὲ μηδὲν πράττειν. εἰ
                                οὖν ἀρχὴν αἴσθοιτο τοῦ ληρεῖν; ἢ τάχα μὲν οὐ περὶ σπουδαῖον: εἰ δὲ
                                καὶ γένοιτο, τάττοιτο ἂν ἐν τοῖς ἀναγκαίοις τοῦτο καὶ ἐκ περιστάσεως
                                αἱρετοῖς, οὐχ ἁπλῶς αἱρετοῖς. καὶ γὰρ ἡ τῶν φαρμάκων προσαγωγὴ πρὸς
                                ἔξοδον ψυχῆς τάχα ἂν ψυχῇ οὐ πρόσφορος. καὶ εἰ εἱμαρμένος χρόνος ὁ
                                δοθεὶς ἑκάστῳ, πρὸ τούτου οὐκ εὐτυχές, εἰ μή, ὥσπερ φαμέν,
                                ἀναγκαῖον. εἰ δέ, οἷος ἕκαστος ἔξεισι, τοιαύτην ἴσχει ἐκεῖ τάξιν,
                                εἰς τὸ προκόπτειν οὔσης ἐπιδόσεως οὐκ ἐξακτέον.</p></div></div></div></div></body></text></TEI>