<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="section" n="4"><p>περὶ δὲ τῶν προσωτέρω καλῶν, ἃ οὐκέτι αἴσθησις ὁρᾶν εἴληχε, ψυχὴ δὲ
                                ἄνευ ὀργάνων ὁρᾷ καὶ λέγει, ἀναβαίνοντας δεῖ θεάσασθαι καταλιπόντας
                                    <pb n="1.89"/> τὴν αἴσθησιν κάτω περιμένειν. ὥσπερ δὲ ἐπὶ τῶν
                                τῆς αἰσθήσεως καλῶν οὐκ ἦν περὶ αὐτῶν λέγειν τοῖς μήτε ἑωρακόσι μήθ̓
                                ὡς καλῶν ἀντειλημμένοις, οἷον εἴ τινες ἐξ ἀρχῆς τυφλοὶ γεγονότες,
                                τὸν αὐτὸν τρόπον οὐδὲ περὶ κάλλους ἐπιτηδευμάτων τοῖς μὴ
                                ἀποδεξαμένοις τὸ τῶν ἐπιτηδευμάτων καὶ ἐπιστημῶν καὶ τῶν ἄλλων τῶν
                                τοιούτων κάλλος, οὐδὲ περὶ ἀρετῆς φέγγους τοῖς μηδὲ φαντασθεῖσιν, ὡς
                                καλὸν τὸ τῆς δικαιοσύνης καὶ σωφροσύνης πρόσωπον, καὶ οὔτε ἕσπερος
                                οὔτε ἑῷος οὕτω καλά. ἀλλὰ δεῖ ἰδόντας μὲν εἶναι, ὧν ψυχὴ τὰ τοιαῦτα
                                βλέπει, ἰδόντας δὲ ἡσθῆναι καὶ ἔκπληξιν λαβεῖν καὶ πτοηθῆναι πολλῷ
                                μᾶλλον, ἢ ἐν τοῖς πρόσθεν, ἅτε ἀληθινῶν ἤδη ἐφαπτομένους. ταῦτα γὰρ
                                δεῖ τὰ πάθη γενέσθαι περὶ τὸ ὅ τι ἂν ᾖ καλόν, θάμβος καὶ ἔκπληξιν
                                ἡδεῖαν καὶ πόθον καὶ ἔρωτα καὶ πτόησιν μεθ̓ ἡδονῆς. ἔστι δὲ ταῦτα
                                παθεῖν καὶ πάσχουσιν αἱ ψυχαὶ καὶ περὶ τὰ μὴ ὁρώμενα πᾶσαι μέν, ὡς
                                εἰπεῖν, μᾶλλον μέντοι αἱ τούτων ἐρωτικώτεραι, ὥσπερ καὶ ἐπὶ τῶν
                                σωμάτων πάντες μὲν ἐρῶσι, κεντοῦνται δὲ οὐκ ἴσα, ἀλλ̓ εἰσὶν οἳ
                                μάλιστα, οἳ καὶ λέγονται ἐρᾶν. </p></div><div type="textpart" subtype="section" n="5"><p>τῷ δὴ καὶ περὶ τὰ ἐν οὐκ αἰσθήσει ἐρωτικῶν ἀναπυνθάνεσθαι δεῖ: τί
                                πάσχετε περὶ τὰ λεγόμενα ἐπιτηδεύματα καλὰ καὶ τρόπους καλοὺς καὶ
                                ἤθη σώφρονα καὶ ὅλως ἔργα ἀρετῆς καὶ διαθέσεις καὶ τὸ τῶν ψυχῶν
                                κάλλος; καὶ ἑαυτοὺς δὲ ἰδόντες τὰ ἔνδον καλοὺς τί πάσχετε; καὶ πῶς
                                ἀναβακχεύεσθε καὶ ἀνακινεῖσθε καὶ ἑαυτοῖς συνεῖναι ποθεῖτε
                                συλλεξάμενοι αὑτοὺς ἀπὸ τῶν σωμάτων; πάσχουσι μὲν γὰρ ταῦτα οἱ ὄντως
                                ἐρωτικοί. τί δέ ἐστι, περὶ ὃ ταῦτα πάσχουσιν; οὐ σχῆμα, οὐ χρῶμα, οὐ
                                μέγεθός τι, ἀλλὰ περὶ <pb n="1.90"/> ψυχήν, ἀχρώματον μὲν αὐτήν,
                                ἀχρώματον δὲ καὶ τὴν σωφροσύνην ἔχουσαν καὶ τὸ ἄλλο τῶν ἀρετῶν <pb ed="org" n="54"/> φέγγος, ὅταν ἢ ἐν αὑτοῖς ἴδητε, ἢ καὶ ἐν ἄλλῳ
                                θεάσησθε μέγεθος ψυχῆς καὶ ἦθος δίκαιον καὶ σωφροσύνην καθαρὰν καὶ
                                ἀνδρείαν βλοσυρὸν ἔχουσαν πρόσωπον καὶ σεμνότητα καὶ αἰδῶ ἐπανθοῦσαν
                                ἀτρεμεῖ καὶ ἀκύμονι καὶ ἀπαθεῖ διαθέσει, ἐπὶ πᾶσι δὲ τούτοις τὸν
                                θεοειδῆ νοῦν ἐπιλάμποντα. ταῦτα οὖν ἀγάμενοι καὶ φιλοῦντες πῶς αὐτὰ
                                λέγετε καλά; ἔστι μὲν γὰρ καὶ φαίνεται καὶ οὐ μήποτε ὁ ἰδὼν ἄλλο τι
                                φήσει, ἢ τὰ ὄντως ὄντα ταῦτα εἶναι. τί ὄντα ὄντως; ἢ καλά. ἀλλ̓ ἔτι
                                ποθεῖ ὁ λόγος, τί ὄντα πεποίηκε τὴν ψυχὴν εἶναι ἐράσμιον: τί τὸ ἐπὶ
                                πάσαις ἀρεταῖς διαπρέπον οἷον φῶς; βούλει δὴ καὶ τὰ ἐναντία λαβών,
                                τὰ περὶ ψυχὴν αἰσχρὰ γινόμενα, ἀντιπαραθεῖναι; τάχα γὰρ ἂν
                                συμβάλλοιτο πρὸς ὃ ζητοῦμεν τὸ αἰσχρὸν ὅ τί ποτ̓ ἐστὶ καὶ διότι
                                φανέν. ἔστω δὴ ψυχὴ αἰσχρά, ἀκόλαστός τε καὶ ἄδικος, πλείστων μὲν
                                ἐπιθυμιῶν γέμουσα, πλείστης δὲ ταραχῆς, ἐν φόβοις διὰ δειλίαν, ἐν
                                φθόνοις διὰ μικροπρέπειαν, πάντα φρονοῦσα ἃ δὴ καὶ φρονεῖ θνητὰ καὶ
                                ταπεινά, σκολιὰ πανταχοῦ, ἡδονῶν οὐ καθαρῶν φίλη, ζῶσα ζωὴν τοῦ ὅ τι
                                ἂν πάθῃ διὰ σώματος ὡς ἡδὺ λαβοῦσα <del>τὸ</del> αἶσχος. αὐτὸ τοῦτο
                                τὸ αἶσχος αὐτῇ ἆρα οὐ προσγεγονέναι οἷον ἐπακτὸν κακὸν φήσομεν, ὃ
                                ἐλωβήσατο μὲν αὐτῇ, πεποίηκε δὲ αὐτὴν ἀκάθαρτον καὶ πολλῷ τῷ κακῷ
                                συμπεφυρμένην, οὔτε ζωὴν ἔτι ἔχουσαν οὔτε αἴσθησιν καθαράν, ἀλλὰ τῷ
                                μίγματι τοῦ κακοῦ ἀμυδρᾷ τῇ ζωῇ κεχρημένην καὶ πολλῷ τῷ θανάτῳ
                                κεκραμένην, οὐκέτι μὲν ὁρῶσαν ἃ δεῖ ψυχὴν ὁρᾶν, οὐκέτι δὲ ἐωμένην ἐν
                                αὑτῇ μένειν τῷ ἕλκεσθαι ἀεὶ πρὸς τὸ <pb n="1.91"/> ἔξω καὶ τὸ κάτω
                                καὶ τὸ σκοτεινόν; ἀκάθαρτος δή, οἶμαι, οὖσα καὶ φερομένη πανταχοῦ
                                ὁλκαῖς πρὸς τὰ τῇ αἰσθήσει προσπίπτοντα, πολὺ τὸ τοῦ σώματος ἔχουσα
                                ἐγκεκραμένον, τῷ ὑλικῷ πολλῷ συνοῦσα καὶ εἰς αὑτὴν εἰσδεξαμένη εἶδος
                                ἕτερον ἠλλάξατο κράσει τῇ πρὸς τὸ χεῖρον: οἷον εἴ τις δὺς εἰς πηλὸν
                                ἢ βόρβορον τὸ μὲν ὅπερ εἶχε κάλλος μηκέτι προφαίνοι, τοῦτο δὲ ὁρῷτο,
                                ὃ παρὰ τοῦ πηλοῦ ἢ βορβόρου ἀπεμάξατο: ᾧ δὴ τὸ αἰσχρὸν προσθήκῃ τοῦ
                                ἀλλοτρίου προσῆλθε καὶ ἔργον αὐτῷ, εἴπερ ἔσται πάλιν καλός,
                                ἀπονιψαμένῳ καὶ καθηραμένῳ ὅπερ ἦν εἶναι. αἰσχρὰν δὴ ψυχὴν λέγοντες
                                μίξει καὶ κράσει καὶ νεύσει τῇ πρὸς τὸ σῶμα καὶ ὕλην ὀρθῶς ἂν
                                λέγοιμεν. καὶ ἔστι τοῦτο αἶσχος ψυχῇ μὴ καθαρᾷ μηδὲ εἰλικρινεῖ
                                εἶναι, ὥσπερ χρυσῷ ἀναπεπλῆσθαι τοῦ γεώδους, ὃ εἴ τις ἀφέλοι,
                                καταλέλειπται χρυσὸς καὶ ἔστι καλός, μονούμενος μὲν τῶν ἄλλων, αὑτῷ
                                δὲ συνὼν μόνῳ. τὸν αὐτὸν δὴ τρόπον καὶ ψυχή, μονωθεῖσα μὲν
                                ἐπιθυμιῶν, ἃς διὰ τὸ σῶμα ἔχει, ᾧ ἄγαν προσωμίλει, ἀπαλλαγεῖσα δὲ
                                τῶν ἄλλων παθῶν καὶ καθαρθεῖσα ἃ ἔχει σωματωθεῖσα, <pb ed="org" n="55"/> μείνασα μόνη τὸ αἰσχρὸν τὸ παρὰ τῆς ἑτέρας φύσεως ἅπαν
                                ἀπεθήκατο. </p></div><div type="textpart" subtype="section" n="6"><p>ἔστι γὰρ δή, ὡς ὁ παλαιὸς λόγος, καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία καὶ
                                πᾶσα ἀρετὴ κάθαρσις καὶ ἡ φρόνησις αὐτή. διὸ καὶ αἱ τελεταὶ ὀρθῶς
                                αἰνίττονται τὸν μὴ κεκαθαρμένον καὶ εἰς ᾅδου κείσεσθαι ἐν βορβόρῳ,
                                ὅτι τὸ μὴ καθαρὸν βορβόρῳ διὰ κάκην φίλον: οἷα δὴ καὶ ὗες, οὐ
                                καθαραὶ τὸ σῶμα, χαίρουσι τῷ τοιούτῳ. τί γὰρ ἂν καὶ εἴη σωφροσύνη
                                ἀληθὴς ἢ τὸ μὴ προσομιλεῖν ἡδοναῖς τοῦ σώματος, φεύγειν δὲ ὡς οὐ
                                καθαρὰς οὐδὲ καθαροῦ; <pb n="1.92"/> ἡ δὲ ἀνδρεία ἀφοβία θανάτου. ὁ
                                δέ ἐστι χωρὶς εἶναι τὴν ψυχὴν τοῦ σώματος. οὐ φοβεῖται δὲ τοῦτο, ὃς
                                ἀγαπᾷ μόνος γενέσθαι. μεγαλοψυχία δὲ δὴ ὑπεροψία τῷν τῇδε. ἡ δὲ
                                φρόνησις νόησις ἐν ἀποστροφῇ τῶν κάτω, πρὸς δὲ τὰ ἄνω τὴν ψυχὴν
                                ἄγουσα. γίνεται οὖν ἡ ψυχὴ καθαρθεῖσα εἶδος καὶ λόγος καὶ πάντη
                                ἀσώματος καὶ νοερὰ καὶ ὅλη τοῦ θείου, ὅθεν ἡ πηγὴ τοῦ καλοῦ καὶ τὰ
                                συγγενῆ πάντα τοιαῦτα. ψυχὴ οὖν ἀναχθεῖσα πρὸς νοῦν ἐπὶ τὸ μᾶλλόν
                                ἐστι καλόν. νοῦς δὲ καὶ τὰ παρὰ νοῦ τὸ κάλλος αὐτῇ οἰκεῖον καὶ οὐκ
                                ἀλλότριον, ὅτι τότε ἐστὶν ὄντως μόνον ψυχή. διὸ καὶ λέγεται ὀρθῶς τὸ
                                ἀγαθὸν καὶ καλὸν τὴν ψυχὴν γίνεσθαι ὁμοιωθῆναι εἶναι θεῷ, ὅτι
                                ἐκεῖθεν τὸ καλὸν καὶ ἡ μοῖρα ἡ ἑτέρα τῶν ὄντων. μᾶλλον δὲ τὰ ὄντα ἡ
                                καλλονή ἐστιν, ἡ δὲ ἑτέρα φύσις τὸ αἰσχρόν. τὸ δ̓ αὐτὸ
                                    <del>αἰσχρὸν</del> καὶ πρῶτον κακόν, ὥστε κἀκεῖνο ταὐτὸν ἀγαθόν
                                τε καὶ καλόν, ἢ τἀγαθόν τε καὶ καλλονή. ὁμοίως οὖν ζητητέον καλόν τε
                                καὶ ἀγαθὸν καὶ αἰσχρόν τε καὶ κακόν. καὶ τὸ πρῶτον θετέον τὴν
                                καλλονήν, ὅπερ καὶ τἀγαθόν: ἀφ̓ οὗ νοῦς εὐθὺς τὸ καλόν: ψυχὴ δὲ νῷ
                                καλόν: τὰ δὲ ἄλλα ἤδη παρὰ ψυχῆς μορφούσης καλά, τά τε ἐν ταῖς
                                πράξεσι τά τε ἐν τοῖς ἐπιτηδεύμασι. καὶ δὴ καὶ τὰ σώματα, ὅσα οὕτω
                                λέγεται, ψυχὴ ἤδη ποιεῖ: ἅτε γὰρ θεῖον οὖσα καὶ οἷον μοῖρα τοῦ
                                καλοῦ, ὧν ἂν ἐφάψηται καὶ κρατῇ, καλὰ ταῦτα, ὡς δυνατὸν αὐτοῖς
                                μεταλαβεῖν, ποιεῖ. </p></div><div type="textpart" subtype="section" n="7"><p>ἀναβατέον οὖν πάλιν ἐπὶ τὸ ἀγαθόν, οὗ ὀρέγεται πᾶσα ψυχή. εἴ τις οὖν
                                εἶδεν αὐτό, οἶδεν ὃ λέγω, ὅπως καλόν. ἐφετὸν μὲν γὰρ ὡς ἀγαθὸν καὶ ἡ
                                ἔφεσις πρὸς τοῦτο, τεῦξις δὲ αὐτοῦ ἀναβαίνουσι <pb n="1.93"/> πρὸς
                                τὸ ἄνω καὶ ἐπιστραφεῖσι καὶ ἀποδυομένοις, ἃ καταβαίνοντες
                                ἠμφιέσμεθα: οἷον ἐπὶ τὰ ἅγια τῶν ἱερῶν τοῖς ἀνιοῦσι καθάρσεις τε καὶ
                                ἱματίων ἀποθέσεις τῶν πρὶν καὶ τὸ γυμνοῖς ἀνιέναι: ἕως ἄν τις
                                παρελθὼν ἐν τῇ ἀναβάσει πᾶν ὅσον ἀλλότριον τοῦ θεοῦ αὑτῷ μόνῳ αὐτὸ
                                μόνον ἴδῃ εἰλικρινές, ἁπλοῦν, καθαρόν, ἀφ̓ οὗ πάντα ἐξήρτηται, καὶ
                                πρὸς αὐτὸ βλέπει καὶ ἔστι καὶ ζῇ καὶ νοεῖ: ζωῆς γὰρ αἴτιον καὶ νοῦ
                                καὶ τοῦ εἶναι. τοῦτο οὖν εἴ τις ἴδοι, ποίους ἂν ἴσχοι ἔρωτας, <pb ed="org" n="56"/> ποίους δὲ πόθους, βουλόμενος αὐτῷ
                                συγκερασθῆναι, πῶς δ̓ ἂν ἐκπλαγείη μεθ̓ ἡδονῆς; ἔστι γὰρ τῷ μὲν μήπω
                                ἰδόντι ὀρέγεσθαι ὡς ἀγαθοῦ: τῷ δὲ ἰδόντι ὑπάρχει ἐπὶ καλῷ ἄγασθαί τε
                                καὶ θάμβους πίμπλασθαι μεθ̓ ἡδονῆς καὶ ἐκπλήττεσθαι ἀβλαβῶς καὶ ἐρᾶν
                                ἀληθῆ ἔρωτα καὶ δριμέος πόθου καὶ τῶν ἄλλων ἐρώτων καταγελᾶν καὶ τῶν
                                πρόσθεν νομιζομένων καλῶν καταφρονεῖν: ὁποῖον πάσχουσιν ὅσοι θεῶν
                                εἴδεσιν ἢ δαιμόνων προστυχόντες οὐκέτ̓ ἂν ἀποδέχοιντο ὁμοίως ἄλλων
                                κάλλη σωμάτων. τί δῆτα οἰόμεθα, εἴ τις αὐτὸ τὸ καλὸν θεῷτο αὐτὸ ἐφ̓
                                ἑαυτοῦ καθαρόν, μὴ σαρκῶν, μὴ σώματος ἀνάπλεων, μὴ ἐν γῇ, μὴ ἐν
                                οὐρανῷ, ἵν̓ ᾖ καθαρόν; καὶ γὰρ ἐπακτὰ πάντα ταῦτα καὶ μέμικται καὶ
                                οὐ πρῶτα, παῤ ἐκείνου δέ. εἰ οὖν ἐκεῖνο, ὃ χορηγεῖ μὲν ἅπασιν, ἐφ̓
                                ἑαυτοῦ δὲ μένον δίδωσι καὶ οὐ δέχεταί τι εἰς αὑτό, ἴδοι, μένων ἐν τῇ
                                θέᾳ τοῦ τοιούτου καὶ ἀπολαύων αὐτοῦ ὁμοιούμενος τίνος ἂν ἔτι δέοιτο
                                καλοῦ; τοῦτο γὰρ αὐτὸ μάλιστα κάλλος ἂν αὐτὸ καὶ τὸ πρῶτον ἐργάζεται
                                τοὺς ἐραστὰς αὐτοῦ καλοὺς καὶ ἐραστοὺς ποιεῖ. οὗ δὴ καὶ ἀγὼν
                                μέγιστος καὶ ἔσχατος ψυχαῖς πρόκειται, ὑπἐρ οὗ καὶ ὁ πᾶς <pb n="1.94"/> πόνος, μὴ ἀμοίρους γενέσθαι τῆς ἀρίστης θέας, ἧς ὁ
                                μὲν τυχὼν μακάριος ὄψιν μακαρίαν τεθεαμένος ἀτυχὴς δὲ τούτου ὁ μὴ
                                τυχών. οὐ γὰρ ὁ χρωμάτων ἢ σωμάτων καλῶν μὴ τυχὼν οὐδὲ δυνάμεως οὐδὲ
                                ἀρχῶν οὐδ̓ ὁ βασιλείας μὴ τυχὼν ἀτυχής, ἀλλ̓ ὁ τούτου καὶ μόνου,
                                ὑπὲρ οὗ τῆς τεύξεως καὶ βασιλείας καὶ ἀρχὰς γῆς ἁπάσης καὶ θαλάττης
                                καὶ οὐρανοῦ προέσθαι χρεών, εἰ καταλιπών τις ταῦτα καὶ ὑπεριδὼν εἰς
                                ἐκεῖνο στραφεὶς ἴδοι. </p></div><div type="textpart" subtype="section" n="8"><p>τίς οὖν ὁ τρόπος; τίς μηχανή; πῶς τις θεάσεται κάλλος ἀμήχανον οἷον
                                ἔνδον ἐν ἁγίοις ἱεροῖς μένον οὐδὲ προιὸν εἰς τὸ ἔξω, ἵνα τις καὶ
                                βέβηλος ἴδῃ; ἴτω δὴ καὶ συνεπέσθω εἰς τὸ εἴσω ὁ δυνάμενος ἔξω
                                καταλιπὼν ὄψιν ὀμμάτων μηδ̓ ἐπιστρέφων αὑτὸν εἰς τὰς προτέρας
                                ἀγλαίας σωμάτων. ἰδόντα γὰρ δεῖ τὰ ἐν σώμασι καλὰ μήτοι προστρέχειν,
                                ἀλλὰ γνόντα, ὥς εἰσιν εἰκόνες καὶ ἴχνη καὶ σκιαί, φεύγειν πρὸς
                                ἐκεῖνο, οὗ ταῦτα εἰκόνες. εἰ γάρ τις ἐπιδράμοι λαβεῖν βουλόμενος ὡς
                                ἀληθινοῦ, οἷα εἰδώλου καλοῦ ἐφ̓ ὕδατος ὀχουμένου, οὗ λαβεῖν
                                βουληθείς, ὥς πού τις μῦθος, δοκεῖ μοι, αἰνίττεται, δὺς εἰς τὸ κάτω
                                τοῦ ῥεύματος ἀφανὴς ἐγένετο, τὸν αὐτὸν δὴ τρόπον ὁ ἐχόμενος τῶν
                                καλῶν σωμάτων καὶ μὴ ἀφιεὶς οὐ τῷ σώματι, τῇ δὲ ψυχῇ καταδύσεται εἰς
                                σκοτεινὰ καὶ ἀτερπῆ τῷ νῷ βάθη, ἔνθα τυφλὸς <del>καὶ</del> ἐν ᾅδου
                                μένων καὶ ἐνταῦθα κἀκεῖ σκιαῖς συνέσται. φεύγωμεν δὴ φίλην ἐς
                                πατρίδα, <pb ed="org" n="57"/> ἀληθέστερον ἄν τις παρακελεύοιτο. τίς
                                οὖν ἡ φυγή; καὶ πῶς ἀναξόμεθα; οἷον ἀπὸ μάγου Κίρκης φησὶν ἢ
                                Καλυψοῦς Ὀδυσσεὺς αἰνιττόμενος, δοκεῖ μοι, μεῖναι οὐκ ἀρεσθείς,
                                καίτοι ἔχων ἡδονὰς δἰ ὀμμάτων καὶ κάλλει πολλῷ αἰσθητῷ συνών. πατρὶς
                                δὲ ἡμῖν, <pb n="1.95"/> ὅθενπερ ἤλθομεν, καὶ πατὴρ ἐκεῖ. τίς οὖν ὁ
                                στόλος καὶ ἡ φυγή; οὐ ποσὶ δεῖ διανύσαι: πανταχοῦ γὰρ φέρουσι πόδες
                                ἐπὶ γῆν ἄλλην ἀπ̓ ἄλλης: οὐδέ σε δεῖ ἵππων ὄχημα ἤ τι θαλάττιον
                                παρασκευάσαι, ἀλλὰ ταῦτα πάντα ἀφεῖναι δεῖ καὶ μὴ βλέπειν, ἀλλ̓ οἷον
                                μύσαντα ὄψιν ἄλλην ἀλλάξασθαι καὶ ἀνεγεῖραι, ἣν ἔχει μὲν πᾶς,
                                χρῶνται δὲ ὀλίγοι. </p></div></div></div></div></body></text></TEI>