<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="5"><div type="textpart" subtype="section" n="4"><p>ἀλλὰ πλείονα ἅτερος ἥσθη χρόνον. ἀλλὰ τοῦτο οὐκ ἂν ὀρθῶς ἔχοι
                                ἀριθμεῖν εἰς τὸ εὐδαιμονεῖν. εἰ δὲ τὴν ἡδονὴν λέγει τις τὴν
                                ἐνέργειαν <pb n="1.81"/> τὴν ἀνεμπόδιστον, τὸ αὐτὸ τῷ ζητουμένῳ
                                λέγει. καὶ ἡ ἡδονὴ δὲ ἡ πλείων ἀεὶ τὸ παρὸν μόνον ἔχει, τὸ δὲ
                                παρεληλυθὸς αὐτῆς οἴχεται. </p></div><div type="textpart" subtype="section" n="5"><p>τί οὖν; εἰ ὁ μὲν ἐξ ἀρχῆς εὐδαιμόνησεν εἰς τέλος, ὁ δὲ τὸν ὕστερον
                                χρόνον, ὁ δὲ πρότερον <pb ed="org" n="44"/> εὐδαιμονήσας μετέβαλεν,
                                ἔχουσι τὸ ἴσον; ἢ ἐνταῦθα ἡ παραβολὴ οὐκ εὐδαιμονούντων γεγένηται
                                πάντων, ἀλλὰ μὴ εὐδαιμονούντων, ὅτε μὴ εὐδαιμόνουν, πρὸς
                                εὐδαιμονοῦντα. εἴ τι οὖν πλέον ἔχει, τοῦτο ἔχει, ὅσον ὁ εὐδαίμων
                                πρὸς οὐκ εὐδαίμονας, ᾧ καὶ συμβαίνει πλεονεκτεῖν αὐτῶν τῷ παρόντι.
                            </p></div><div type="textpart" subtype="section" n="6"><p>τί οὖν ὁ κακοδαίμων; οὐ μᾶλλον κακοδαίμων τῷ πλείονι; καὶ τὰ ἄλλα δὲ
                                ὅσα δυσχερῆ οὐκ ἐν τῷ πλείονι χρόνῳ πλείονα τὴν συμφορὰν δίδωσιν,
                                οἷον ὀδύναι πολυχρόνιοι καὶ λῦπαι καὶ πάντα τὰ τούτου τοῦ τύπου;
                                ἀλλ̓ εἰ ταῦτα οὕτω τῷ χρόνῳ τὸ κακὸν ἐπαύξει, διὰ τί οὐ καὶ τὰ
                                ἐναντία καὶ τὸ εὐδαιμονεῖν ὡσαύτως; ἢ ἐπὶ μὲν τῶν λυπῶν καὶ ὀδυνῶν
                                ἔχοι ἄν τις λέγειν, ὡς προσθήκην ὁ χρόνος δίδωσιν, οἷον τὸ ἐπιμένειν
                                τὴν νόσον: ἕξις γὰρ γίνεται, καὶ κακοῦται μᾶλλον τῷ χρόνῳ τὸ σῶμα.
                                ἐπεί, εἴ γε τὸ αὐτὸ μένοι καὶ μὴ μείζων ἡ βλάβη, καὶ ἐνταῦθα τὸ
                                παρὸν ἀεὶ τὸ λυπηρὸν ἔσται, εἰ μὴ τὸ παρεληλυθὸς προσαριθμοῖ ἀφορῶν
                                εἰς τὸ γενόμενον καὶ μένον ἐπί τε τῆς κακοδαίμονος ἕξεως τὸ κακὸν
                                εἰς τὸν πλείονα χρόνον ἐπιτείνεσθαι αὐξανομένης καὶ τῆς κακίας τῷ
                                ἐμμόνῳ. τῇ γοῦν προσθήκῃ τοῦ μᾶλλον, οὐ τῷ πλείονι τὸ μᾶλλον
                                κακοδαιμονεῖν γίνεται. τὸ δὲ πλεῖον ἴσως οὐχ ἅμα ἐστὶν οὐδὲ δὴ
                                πλεῖον ὅλως λεκτέον τὸ μηκέτι ὂν τῷ ὄντι συναριθμοῦντα. τὸ δὲ τῆς
                                εὐδαιμονίας ὅρον τε καὶ πέρας ἔχει καὶ ταὐτὸν ἀεί. εἰ δέ τις καὶ
                                ἐνταῦθα <pb n="1.82"/> ἐπίδοσις παρὰ τὸν πλείονα χρόνον, ὥστε μᾶλλον
                                εὐδαιμονεῖν εἰς ἀρετὴν ἐπιδιδόντα μείζονα, οὐ τὴν πολυετῆ
                                εὐδαιμονίαν ἀριθμῶν ἐπαινεῖ, ἀλλὰ τὴν μᾶλλον γενομένην τότε, ὅτε
                                μᾶλλόν ἐστιν. </p></div><div type="textpart" subtype="section" n="7"><p>ἀλλὰ διὰ τί, εἰ τὸ παρὸν θεωρεῖν δεῖ μόνον καὶ μὴ συναριθμεῖν τῷ
                                γενομένῳ, οὐκ ἐπὶ τοῦ χρόνου τὸ αὐτὸ ποιοῦμεν, ἀλλὰ καὶ τὸν
                                παρεληλυθότα τῷ παρόντι συναριθμοῦντες πλείω λέγομεν; διὰ τί οὖν
                                οὐχ, ὅσος ὁ χρόνος, τοσαύτην καὶ τὴν εὐδαιμονίαν ἐροῦμεν; καὶ
                                διαιροῖμεν ἂν κατὰ τὰς τοῦ χρόνου διαιρέσεις καὶ τὴν εὐδαιμονίαν:
                                καὶ γὰρ αὖ τῷ παρόντι μετροῦντες ἀδιαίρετον αὐτὴν ποιήσομεν. ἢ τὸν
                                μὲν χρόνον ἀριθμεῖν καὶ μηκέτι ὄντα οὐκ ἄτοπον, ἐπείπερ καὶ τῶν
                                γενομένων μέν, μηκέτι δὲ ὄντων, ἀριθμὸν ἂν ποιησαίμεθα, οἷον τῶν
                                τετελευτηκότων: εὐδαιμονίαν δὲ μηκέτι οὖσαν παρεῖναι λέγειν τῆς
                                παρούσης πλείονα ἄτοπον. τὸ μὲν γὰρ εὐδαιμονεῖν συμβεβηκέναι ἀξιοῖ,
                                ὁ δὲ χρόνος ὁ πλείων παρὰ τὸν παρόντα τὸ μηκέτι εἶναι. ὅλως δὲ τοῦ
                                χρόνου τὸ πλέον σκέδασιν βούλεται ἑνός τινος ἐν τῷ παρόντι ὄντος.
                                διὸ καὶ εἰκὼν αἰῶνος εἰκότως λέγεται ἀφανίζειν βουλομένη ἐν τῷ
                                σκιδναμένῳ αὑτῆς τὸ ἐκείνου μένον. ὅθεν κἂν ἀπὸ τοῦ αἰῶνος ἀφέληται
                                τὸ ἐν ἐκείνῳ μεῖναν καὶ <pb ed="org" n="45"/> αὑτῆς ποιήσηται,
                                ἀπώλεσεν αὐτό, σωζόμενον τέως ἐκείνῳ τρόπον τινά, ἀπολόμενον δέ, ἐν
                                αὐτῇ εἰ πᾶν γένοιτο. εἴπερ οὖν τὸ εὐδαιμονεῖν κατὰ ζωὴν ἀγαθήν,
                                δηλονότι κατὰ τὴν τοῦ ὄντος αὐτὴν θετέον ζωήν: αὕτη γὰρ ἀρίστη. οὐκ
                                ἄρα ἀριθμητέα χρόνῳ, ἀλλ̓ αἰῶνι: τοῦτο δὲ οὔτε πλέον οὔτε ἔλαττον
                                οὔτε μήκει τινί, ἀλλὰ τὸ τοῦτο καὶ τὸ ἀδιάστατον καὶ τὸ οὐ χρονικὸν
                                εἶναι. οὐ συναπτέον τοίνυν τὸ ὂν <pb n="1.83"/> τῷ μὴ ὄντι οὐδὲ τῷ
                                αἰῶνι τὸν χρόνον οὐδὲ τὸ χρονικὸν ἀεὶ τῷ αἰωνίῳ οὐδὲ παρεκτατέον τὸ
                                ἀδιάστατον, ἀλλὰ πᾶν ὅλον ληπτέον, εἴ ποτε λαμβάνοις, λαμβάνων οὐ
                                τοῦ χρόνου τὸ ἀδιαίρετον, ἀλλὰ τοῦ αἰῶνος τὴν ζωὴν τὴν οὐκ ἐκ πολλῶν
                                χρόνων, ἀλλὰ τὴν ἐκ παντὸς χρόνου πᾶσαν ὁμοῦ. </p></div><div type="textpart" subtype="section" n="8"><p>εἰ δέ τις λέγοι τὴν μνήμην τῶν παρεληλυθότων ἐν τῷ ἐνεστηκότι
                                μένουσαν παρέχεσθαι τὸ πλέον τῷ πλείονα χρόνον ἐν τῷ εὐδαιμονεῖν
                                γεγενημένῳ, τί ἂν τὸ τῆς μνήμης λέγοι; ἢ γὰρ φρονήσεως μνήμην τῆς
                                πρόσθεν γεγενημένης, ὥστε φρονιμώτερον ἂν λέγοι καὶ οὐκ ἂν τηροῖ τὴν
                                ὑπόθεσιν: ἢ τῆς ἡδονῆς τὴν μνήμην, ὥσπερ πολλῆς περιχαρείας δεομένου
                                τοῦ εὐδαίμονος καὶ οὐκ ἀρκουμένου τῇ παρούσῃ. καίτοι τί ἂν ἡδὺ ἡ
                                μνήμη τοῦ ἡδέος ἔχοι; ὥσπερ ἄν, εἰ μνημονεύοι τις, ὅτι χθὲς ἐπὶ ὄψῳ
                                ἥσθη: ἢ εἰς δέκατον ἔτος, ἔτι ἂν εἴη γελοιότερος: τὸ δὲ τῆς
                                φρονήσεως, ὅτι πέρυσιν ἐφρόνουν. </p></div></div></div></div></body></text></TEI>