<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg2000.tlg001.1st1K-grc1"><div type="textpart" subtype="book" n="1"><div type="textpart" subtype="chapter" n="4"><div type="textpart" subtype="section" n="10"><p>λανθάνει δὲ ἴσως τῷ μὴ περὶ ὁτιοῦν τῶν αἰσθητῶν: διὰ γὰρ τῆς
                                αἰσθήσεως ὥσπερ μέσης περὶ ταῦτα ἐνεργεῖν δεῖ καὶ περὶ τούτων. αὐτὸς
                                δὲ ὁ νοῦς διὰ τί οὐκ ἐνεργήσει καὶ ἡ ψυχὴ περὶ αὐτὸν ἡ πρὸ αἰσθήσεως
                                καὶ ὅλως ἀντιλήψεως; δεῖ γὰρ τὸ πρὸ ἀντιλήψεως ἐνέργημα εἶναι, εἴπερ
                                τὸ αὐτὸ τὸ νοεῖν καὶ εἶναι. καὶ ἔοικεν ἡ ἀντίληψις εἶναι καὶ
                                γίνεσθαι ἀνακάμπτοντος τοῦ νοήματος καὶ τοῦ ἐνεργοῦντος τοῦ κατὰ τὸ
                                ζῆν τῆς ψυχῆς οἷον ἀπωσθέντος πάλιν, ὥσπερ τὸ ἐν κατόπτρῳ περὶ τὸ
                                λεῖον καὶ λαμπρὸν ἡσυχάζον. ὡς οὖν ἐν τοῖς τοιούτοις παρόντος μὲν
                                τοῦ κατόπτρου ἐγένετο τὸ εἴδωλον, μὴ παρόντος δὲ ἢ μὴ οὕτως ἔχοντος
                                ἐνέργεια πάρεστιν οὗ τὸ εἴδωλον ἦν ἄν, οὕτω καὶ περὶ ψυχὴν ἡσυχίαν
                                μὲν ἄγοντος τοῦ ἐν ἡμῖν τοιούτου, ᾧ ἐμφαίνεται τὰ τῆς διανοίας καὶ
                                τοῦ νοῦ εἰκονίσματα, ἐνορᾶται ταῦτα καὶ οἷον αἰσθητῶς γινώσκεται
                                μετὰ τῆς προτέρας γνώσεως, ὅτι ὁ νοῦς καὶ ἡ διάνοια ἐνεργεῖ.
                                συγκλασθέντος δὲ τούτου διὰ τὴν τοῦ σώματος ταραττομένην ἁρμονίαν
                                ἄνευ εἰδώλου ἡ διάνοια καὶ ὁ νοῦς νοεῖ καὶ ἄνευ φαντασίας ἡ νόησις
                                τότε: ὥστε καὶ τοιοῦτον ἄν τι νοοῖτο μετὰ φαντασίας τὴν νόησιν
                                γίγνεσθαι οὐκ οὔσης τῆς νοήσεως φαντασίας. πολλὰς δ̓ ἄν τις εὕροι
                                καὶ ἐγρηγορότων καλὰς ἐνεργείας καὶ θεωρίας καὶ πράξεις, ὅτε
                                θεωροῦμεν καὶ ὅτε πράττομεν, τὸ <pb n="1.75"/> παρακολουθεῖν ἡμᾶς
                                αὐταῖς οὐκ ἐχούσας. οὐ γὰρ τὸν ἀναγινώσκοντα ἀνάγκη παρακολουθεῖν
                                ὅτι ἀναγινώσκει καὶ τότε μάλιστα, ὅτε μετὰ τοῦ συντόνου ἀναγινώσκει:
                                οὐδὲ ὁ ἀνδριζόμενος ὅτι ἀνδρίζεται καὶ κατὰ τὴν ἀνδρίαν ἐνεργεῖ ὅσῳ
                                ἐνεργεῖ: καὶ ἄλλα μυρία: ὥστε τὰς παρακολουθήσεις κινδυνεύειν
                                ἀμυδροτέρας αὐτὰς τὰς ἐνεργείας, αἷς παρακολουθοῦσι, ποιεῖν, μόνας
                                δὲ αὐτὰς οὔσας καθαρὰς τότε εἶναι καὶ μᾶλλον ἐνεργεῖν καὶ μᾶλλον ζῆν
                                καὶ δὴ καὶ ἐν τῷ τοιούτῳ πάθει τῶν σπουδαίων γενομένων μᾶλλον τὸ ζῆν
                                εἶναι, οὐ κεχυμένον εἰς αἴσθησιν, ἀλλ̓ ἐν ἑαυτῷ συνηγμένον. </p></div><div type="textpart" subtype="section" n="11"><p>εἰ δέ τινες μηδὲ ζῆν λέγοιεν τὸν τοιοῦτον, ζῆν μὲν αὐτὸν φήσομεν,
                                λανθάνειν δ̓ αὐτοὺς τὴν εὐδαιμονίαν τοῦ τοιούτου, ὥσπερ καὶ τὸ ζῆν.
                                εἰ δὲ μὴ πείθοιντο, ἀξιώσομεν αὐτοὺς ὑποθεμένους τὸν ζῶντα καὶ τὸν
                                σπουδαῖον οὕτω ζητεῖν, εἰ εὐδαίμων, μηδὲ τὸ ζῆν αὐτοῦ ἐλαττώσαντας
                                τὸ εὖ ζῆν ζητεῖν εἰ πάρεστι μηδὲ ἀνελόντας τὸν ἄνθρωπον περὶ
                                εὐδαιμονίας ἀνθρώπου ζητεῖν μηδὲ τὸν σπουδαῖον συγχωρήσαντας εἰς τὸ
                                εἴσω ἐπεστράφθαι <pb ed="org" n="37"/> ἐν ταῖς ἔξωθεν ἐνεργείαις
                                αὐτὸν ζητεῖν μηδὲ ὅλως τὸ βουλητὸν αὐτοῦ ἐν τοῖς ἔξω. οὕτω γὰρ ἂν
                                οὐδὲ ὑπόστασις εὐδαιμονίας εἴη, εἰ τὰ ἔξω βουλητὰ λέγοις καὶ τὸν
                                σπουδαῖον βούλεσθαι ταῦτα. ἐθέλοι γὰρ ἂν καὶ πάντας ἀνθρώπους εὖ
                                πράττειν καὶ μηδὲν τῶν κακῶν περὶ μηδένα εἶναι: ἀλλὰ μὴ γινομένων
                                ὅμως εὐδαίμων. εἰ δέ τις παράλογον ἂν αὐτὸν ποιήσειν φήσει, εἰ ταῦτα
                                ἐθελήσει — μὴ γὰρ οἷόν τε τὰ κακὰ μὴ εἶναι — δῆλον ὅτι συγχωρήσει
                                ἡμῖν ἐπιστρέφουσιν αὐτοῦ τὴν βούλησιν εἰς τὸ εἴσω. </p></div><div type="textpart" subtype="section" n="12"><p>τὸ δὲ ἡδὺ τῷ βίῳ τῷ τοιούτῳ ὅταν ἀπαιτῶσιν, <pb n="1.76"/> οὐ τὰς τῶν
                                ἀκολάστων οὐδὲ τὰς τοῦ σώματος ἡδονὰς ἀξιώσουσι παρεῖναι — αὗται γὰρ
                                ἀδύνατοι παρεῖναι καὶ τὸ εὐδαιμονεῖν ἀφανιοῦσιν — οὐδὲ μὴν τὰς
                                περιχαρείας — διὰ τί γάρ; — ἀλλὰ τὰς συνούσας παρουσίᾳ ἀγαθῶν οὐκ ἐν
                                κινήσεσιν οὔσας, οὐδὲ γινομένας τοίνυν: ἤδη γὰρ τὰ ἀγαθὰ πάρεστι,
                                καὶ αὐτὸς αὑτῷ πάρεστι, καὶ ἕστηκε τὸ ἡδὺ καὶ τὸ ἵλεων τοῦτο. ἵλεως
                                δὲ ὁ σπουδαῖος ἀεὶ καὶ κατάστασις ἥσυχος καὶ ἀγαπητὴ ἡ διάθεσις, ἣν
                                οὐδὲν τῶν λεγομένων κακῶν παρακινεῖ, εἴπερ σπουδαῖος. εἰ δέ τις ἄλλο
                                εἶδος ἡδονῆς περὶ τὸν σπουδαῖον βίον ζητεῖ, οὐ τὸν σπουδαῖον βίον
                                ζητεῖ. </p></div><div type="textpart" subtype="section" n="13"><p>οὐδ̓ αἱ ἐνέργειαι δὲ διὰ τὰς τύχας ἐμποδίζοιντ̓ ἄν, ἀλλὰ ἄλλαι ἂν
                                κατ̓ ἄλλας γίγνοιντο τύχας, πᾶσαι δὲ ὅμως καλαὶ καὶ καλλίους ἴσως
                                ὅσῳ περιστατικαί. αἱ δὲ κατὰ τὰς θεωρίας ἐνέργειαι αἱ μὲν καθ̓
                                ἕκαστα τάχα ἂν οἷον ἃς ζητήσας ἂν καὶ σκεψάμενος προφέροι: τὸ δὲ
                                μέγιστον μάθημα πρόχειρον ἀεὶ καὶ μετ̓ αὐτοῦ καὶ τοῦτο μᾶλλον, κἂν
                                ἐν τῷ Φαλάριδος ταύρῳ λεγομένῳ ᾖ, ὃ μάτην λέγεται ἡδὺ δὶς ἢ καὶ
                                πολλάκις λεγόμενον. ἐκεῖ μὲν γὰρ τὸ φθεγξάμενον τοῦτο αὐτό ἐστι τὸ
                                ἐν τῷ ἀλγεῖν ὑπάρχον, ἐνταῦθα δὲ τὸ μὲν ἀλγοῦν ἄλλο, τὸ δὲ ἄλλο, ὃ
                                συνὸν ἑαυτῷ, ἕως ἂν ἐξ ἀνάγκης συνῇ, οὐκ ἀπολελείψεται τῆς τοῦ
                                ἀγαθοῦ ὅλου θέας. </p></div><div type="textpart" subtype="section" n="14"><p>τὸ δὲ μὴ συναμφότερον εἶναι τὸν ἄνθρωπον καὶ μάλιστα τὸν σπουδαῖον
                                μαρτυρεῖ καὶ ὁ χωρισμὸς ὁ ἀπὸ τοῦ σώματος καὶ ἡ τῶν λεγομένων ἀγαθῶν
                                τοῦ σώματος καταφρόνησις. τὸ δὲ καθόσον ἀξιοῦν τὸ ζῷον τὴν
                                εὐδαιμονίαν εἶναι γελοῖον εὐζωίας τῆς εὐδαιμονίας οὔσης, ἣ περὶ
                                ψυχὴν συνίσταται, <pb n="1.77"/> ἐνεργείας ταύτης οὔσης καὶ ψυχῆς οὐ
                                πάσης — οὐ γὰρ δὴ τῆς φυτικῆς, ἵν̓ ἂν καὶ ἐφήψατο σώματος: οὐ γὰρ δὴ
                                τὸ εὐδαιμονεῖν τοῦτο ἦν σώματος μέγεθος καὶ εὐεξία — οὐδ̓ αὖ ἐν τῷ
                                αἰσθάνεσθαι εὖ, ἐπεὶ καὶ κινδυνεύσουσιν αἱ τούτων πλεονεξίαι
                                βαρύνασαι πρὸς αὑτὰς φέρειν τὸν ἄνθρωπον. ἀντισηκώσεως δὲ οἷον ἐπὶ
                                θάτερα πρὸς τὰ ἄριστα γενομένης μινύθειν <del>δεῖ</del> καὶ χείρω τὰ
                                σώματα ποιεῖν, ἵνα δεικνύοιτο οὗτος ὁ ἄνθρωπος ἄλλος ἂν ἢ τὰ ἔξω. ὁ
                                δὲ τῶν τῇδε ἄνθρωπος ἔστω καὶ καλὸς καὶ μέγας καὶ πλούσιος καὶ
                                πάντων ἀνθρώπων ἄρχων ὡς ἂν ὢν τοῦδε τοῦ τόπου, καὶ <pb ed="org" n="38"/> οὐ φθονητέον αὐτῷ τῶν τοιούτων ἠπατημένῳ. περὶ δὲ σοφὸν
                                ταῦτα ἴσως μὲν ἂν οὐδὲ τὴν ἀρχὴν γένοιτο, γενομένων δὲ ἐλαττώσει
                                αὐτός, εἴπερ αὑτοῦ κήδεται. καὶ ἐλαττώσει μὲν καὶ μαρανεῖ ἀμελείᾳ
                                τὰς τοῦ σώματος πλεονεξίας, ἀρχὰς δὲ ἀποθήσεται. σώματος δὲ ὑγίειαν
                                φυλάττων οὐκ ἄπειρος νόσων εἶναι παντάπασι βουλήσεται: οὐδὲ μὴν οὐδὲ
                                ἄπειρος εἶναι ἀλγηδόνων, ἀλλὰ καὶ μὴ γινομένων νέος ὢν μαθεῖν
                                βουλήσεται, ἤδη δὲ ἐν γήρᾳ ὢν οὔτε ταύτας οὔτε ἡδονὰς ἐνοχλεῖν οὐδέ
                                τι τῶν τῇδε οὔτε προσηνὲς οὔτε ἐναντίον, ἵνα μὴ πρὸς τὸ σῶμα βλέπῃ.
                                γινόμενος δὲ ἐν ἀλγηδόσι τὴν πρὸς ταύτας αὐτῷ πεπορισμένην δύναμιν
                                ἀντιτάξει οὔτε προσθήκην ἐν ταῖς ἡδοναῖς καὶ ὑγιείαις καὶ ἀπονίαις
                                πρὸς τὸ εὐδαιμονεῖν λαμβάνων οὔτε ἀφαίρεσιν ἢ ἐλάττωσιν ταύτης ἐν
                                τοῖς ἐναντίοις τούτων. τοῦ γὰρ ἐναντίου μὴ προστιθέντος τῷ αὐτῷ πῶς
                                ἂν τὸ ἐναντίον ἀφαιροῖ; </p></div></div></div></div></body></text></TEI>