(2) Exeges. in Iliad. ed. Hermann 1812, p. 7. 12-38 9 cum paucissima tantum proferat nova, satis duximus in adnotationibus ceterarum vitarum adscribere si quando opus esset. Eustathius in Iliadem 4. 17 Ὁμήρου δὲ γένος οὐδʼ αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις ὡς οὐκ ἂν ἡμεῖς κρειττόνως εἴπωμεν. εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰ τὸ ἐπιτρέχον, ὅτι ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας ὅστίς ποτε καὶ ὅθεν ἦν, περιμάχητος μᾶλλον ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶν ποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δʼ αὐτοῦ καὶ Χῖοι μαρτύριον προχειριζόμενοι τοὺς καλουμένους Ὁμηρίδας ὧν καὶ Πίνδαρος μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶ Ὁμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι αὐτὸν ἔχειν πολίτην ἢ ἑτέροις ἀγαθοῖς σεμνύνεσθαι.