<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg1805.tlg008.1st1K-grc1"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg1805.tlg008.1st1K-grc1" n="1"><note place="inline" xml:lang="lat"><pb facs="homeriopera05home_0270"/>Ioannes Tzetzes cum binas Homeri vitas reliquerit quae novi aliquid adferant, visum est alteram ceteris subiungere sine lectionis varietate: </note><p rend="indent"><pb facs="homeriopera05home_0270"/><foreign xml:lang="lat">(1) Chil. xiii. 626 sqq. ed. Kiessling. </foreign><quote rend="indent"><lb n="626"/>Ὁ Ὅμηρος ὁ πάνσοφος ἡ θάλασσα τῶν λόγων 
<lb/>πλὴν γέμουσα τοῦ νέκταρος οὐχ ἁλμυρῶν ὑδάτων, 
<lb/>ἑπτὰ πατρίδων λέγεται τυγχάνειν ἀμφιβόλων. 
<lb/>ἑπτὰ πατέρων γέννημα καὶ τούτων ἀμφιβόλων. 
<lb n="630"/>σὺ δὲ Σμυρναῖον γίνωσκε τὸν Ὅμηρον ὑπάρχειν, 
<lb/>υἱὸν δὲ δὴ τοῦ Μέλητος ὄντα καὶ Κριθηίδος 
<lb/>ἐῶ τὰ μυθωδέστερα γονῆς τῆς τούτου λέγειν. 
<lb/>διδάσκαλον Ὁμήρου δὲ τὸν Πορναπίδην νόει. 
<lb/>σύνευνος ἦν Ὁμήρου δὲ τὴν κλῆσιν Εὐρυδίκη, 
<lb n="635"/>Γνώστορος εἴτε Πάστορος θυγάτηρ τοῦ Κυμαίου.  
<lb/>Σερίφων καὶ Θεόλαος υἱοὶ δὲ τοῦ Ὁμήρου· 
<lb/>θυγάτηρ Ἀρσιφόνη δέ, ἣν ἔγημε Στασῖνος, 
<lb/>Στασῖνος ὁ τὰ Κύπρια συγγράμματα ποιήσας 
<lb/>ἅπερ οἱ πλείους λέγουσιν Ὁμήρου πεφυκέναι, 
<lb n="640"/>εἰς προῖκα δὲ σὺν χρήμασι δοθῆναι τῷ Στασίνῳ
<lb/>Ἀρκτῖνος ὁ Μιλήσιος ἦν μαθητὴς Ὁμήρου, 
<lb/>καὶ δοῦλος δὲ τῷ ποιητῇ κλῆσιν ὑπῆρχε Βύκκων 
<lb/>ὃν βίκωνα καὶ φλάσκωνα παίζων ὁ Τζέτζης λέγει. 
<lb/>βιβλία τοῦ Ὁμήρου δὲ τρία εἰσὶ καὶ δέκα. 
<lb n="645"/>ὁ χρόνος τούτου σύγχρονος ἦν ἐκστρατείας δύο,  
<lb/>Θηβαικῇ καὶ Τρωικῇ κατὰ πολλοὺς ἑτέρους. 
<lb/>ὁ δʼ Ἀπολλόδωρος αὐτὸς ὁ χρονογράφος λέγει 
<lb/>τελεῖν μετʼ ὀγδοήκοντα ἔτη τῆς Τρώων μάχης. 
<lb/>Ἡσίοδος δὲ ἤκμαζεν ὡς εὗρον ἐν ἑτέροις, 
<lb n="650"/>κατὰ τὴν ἑνδεκάτην μὲν αὐτὴν Ὀλυμπιάδα. 
<pb facs="homeriopera05home_0271"/>
<lb/>τοιάδε τῷ Ὁμήρῳ δὲ ἡ τελευτὴ συνέβη. 
<lb/>ἦν προχρησθὲν θανεῖν αὐτὸν ὅταν ἠρωτημένος 
<lb/>οὐ δυνηθῇ τὸ αἴνιγμα ἐκεῖνο ἐπιλῦσαι. 
<lb/>πένης τελῶν δὲ ὁ ἀνὴρ καί γε τυφλὸς ἐκ γήρως· 
<lb n="655"/>τὰ μυθικὰ ληρήματα τίς γὰρ φρονῶν ἐγγράφοι; 
<lb/>ἁπανταχοῦ διήρχετο τὰς χώρας τῆς Ἑλλάδος 
<lb/>λέγων αὐτοῦ ποιήματα δεχόμενος ἐντίμως 
<lb/>εἰς δʼ Ἀρκαδίαν ξενισθεὶς ὑπὸ τοῦ Κρεωφύλου 
<lb/>περιπατήσων ἔρχεται ἐπὶ τὴν παραλίαν. 
<lb n="660"/>ὡς δʼ εἶπεν ἄνδρες ἁλιεῖς Ἀρκάδες ἔχομέν τι; 
<lb/>οἱ δʼ ἀπεκρίθησαν αὐτῷ περὶ φθειρῶν λαλοῦντες 
<lb/>ὡς οὓς εἷλον οὐκ ἔχουσιν, ἔχουσι δʼ οὕς περ εἷλον, 
<lb/>ὑπέστρεφε λυπούμενος ὡς μὴ νοήσας τοῦτο. 
<lb/>πηλοῦ δʼ ὄντος ὠλίσθησε καὶ κεκρουκὼς εἰς πέτραν 
<lb n="665"/>κλᾶται πλευρὰν τὴν δεξιὰν καὶ τελευτᾷ τριταῖος.</quote><note xml:lang="lat" place="inline"><pb facs="homeriopera05home_0271"/> Cf. et xii. 183-205. </note></p></div></div></body></text></TEI>