Eustathius1 in Od. 1713. 17. Ἀλέξανδρος δὲ ὁ Πάφιος ἱστορεῖ τὸν Ὅμηρον υἱὸν Αἰγυπτίων Δμασαγόρου καὶ Αἴθρας· τροφὸν δὲ αὐτοῦ προφῆτίν τινα θυγατέρα Ὤρου ἱερέως Ἴσιδος, ἧς ἐκ τῶν μαστῶν μέλι ῥεῦσαί ποτε εἰς τὸ στόμα τοῦ παιδίου. καὶ τὸ βρέφος ἐν νυκτὶ φωνὰς ἐννέα προέσθαι· χελιδόνος, ταῶνος, περιστερᾶς, κορώνης, πέρδικος, πορφυρίωνος, ψαρός, ἀηδόνος καὶ κοττύφου. εὑρεθῆναί τε τὸ παιδίον μετὰ περιστερῶν ἐννέα παῖζον ἐπὶ τῆς κλίνης, εὐωχουμένην δὲ παρὰ τοῖς τοῦ παιδὸς τὴν Σίβυλλαν ἐμμανῆ γεγονυῖαν ἔπη σχεδιάσαι, ὧν ἀρχὴ Δμασαγόρα πολύνικε, ἐν οἷς καὶ μεγακλεῆ καὶ στεφανίτην αὐτὸν προσειπεῖν, καὶ ναὸν κτίσαι κελεῦσαι ἐννέα Πιερίδων· ἐδήλου δὲ τὰς μούσας. τὸν δὲ καὶ τοῦτο ποιῆσαι καὶ τῷ παιδὶ ἀνδρωθέντι ἐξειπεῖν τὸ πρᾶγμα. καὶ τὸν ποιητὴν οὕτω σεμνῦναι τὰ ζῷα οἷς βρέφος ὢν συνέπαιζε, καὶ ποιῆσαι αὐτὰ τῷ Διὶ τὴν ἀμβροσίαν κομίζοντα.