Ἀριστοτέλης δὲ ἐν τῷ τρίτῳ περὶ ποιητικῆς (fr. 66 Ros.) ἐν Ἴῳ φησὶ τῇ νήσῳ, καθʼ ὃν καιρὸν Νηλεὺς ὁ Κόδρου τῆς Ἰωνικῆς ἀποικίας ἡγεῖτο, κόρην τινα τῶν ἐπιχωρίων γενομένην ὑπό τινος δαίμονος τῶν συγχορευτῶν ταῖς Μούσαις ἐγκύμονα, αἰδεσθεῖσαν τὸ συμβὰν διὰ τὸν ὄγκον τῆς γαστρός, ἐλθεῖν εἴς τι χωρίον τὸ καλούμενον Αἴγιναν· εἰς ὃ καταδραμόντας λῃστὰς ἀνδραποδίσαι τὴν προειρημένην καὶ ἀγαγόντας εἰς Σμύρναν οὖσαν ὑπὸ Λυδοῖς τότε, τῷ βασιλεῖ τῶν Λυδῶν ὄντι φίλῳ τοὔνομα Μαίονι χαρίσασθαι· τὸν δὲ ἀγαπήσαντα τὴν κόρην διὰ τὸ κάλλος γῆμαι· ἣν διατρίβουσαν παρὰ τῷ Μέλητι καὶ συσχεθεῖσαν ὑπὸ τῆς ὠδῖνος ἔτυχεν ἀποκυῆσαι τὸν Ὅμηρον ἐπὶ τῷ ποταμῷ. ὃν ἀναλαβὼν ὁ Μαίων ὡς ἴδιον ἔτρεφε, τῆς Κριθηίδος μετὰ τὴν κύησιν εὐθέως τελευτησάσης. χρόνον δὲ οὐ πολλοῦ διελθόντος καὶ αὐτὸς ἐτελεύτησε. τῶν δὲ Λυδῶν καταπονουμένων ὑπὸ τῶν Αἰολέων καὶ κρινάντων καταλιπεῖν τὴν Σμύρναν, κηρυξάντων τῶν ἡγεμόνων τὸν βουλόμενον ἀκολουθεῖν ἐξιέναι τῆς πόλεως, ἔτι νήπιος ὢν Ὅμηρος ἔφη καὶ αὐτὸς βούλεσθαι ὁμηρεῖν· ὅθεν ἀντὶ Μελησιγένους Ὅμηρος προσηγορεύθη. γενόμενος δὲ ἐν ἡλικίᾳ καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτημένος ἤδη ἐπηρώτα τὸν θεὸν τίνων τε εἴη γονέων καὶ πόθεν· ὁ δʼ ἀνεῖλεν οὕτως· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι. φέρεται δὲ καὶ ἕτερος χρησμὸς τοιοῦτος· ὄλβιε καὶ δύσδαιμον· ἔφυς γὰρ ἐπʼ ἀμφοτέροισι· πατρίδα δίζηαι, μητρὸς δέ τοι οὐ πατρός ἐστι μητρόπολις ἐν νήσῳ ὑπὸ Κρήτης εὐρείης, Μίνωος γαίης οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ. ἐν τῇ σὴ μοῖρʼ ἐστὶ τελευτῆσαι βιότοιο εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας δυσξύνετον σκολιοῖσι λόγοις εἰρημένον ὕμνον. δοιὰς γὰρ ζωῆς μοίρας λάχες, ἣν μὲν ἀμαυρὰν ἠελίων δισσῶν, ἣν δʼ ἀθανάτοις ἰσόμοιρον ζῶντί τε καὶ φθιμένῳ· φθίμενος δʼ ἔτι πολλὸν ἀγήρως. μετʼ οὐ πολὺν δὲ χρόνον πλέων ἐς Θήβας ἐπὶ τὰ Κρόνια· ἀγὼν δʼ οὗτος ἄγεται παρʼ αὐτοῖς μουσικός· ἦλθεν εἰς Ἴον· ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπύθετο εἴ τι ἔχοιεν. οἱ δὲ ἐπὶ τῷ θηρᾶσαι μὲν μηδὲν φθειρίζεσθαι δὲ διὰ τὴν ἀπορίαν τῆς θήρας οὕτως ἀπεκρίναντο· ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσσʼ οὐχ ἕλομεν φερόμεσθα, αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες κατέλιπον· οὓς δʼ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι φέροιεν. ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησε. θάψαντες δʼ αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς τοιόνδε ἐπέγραψαν αὐτοῦ τῷ τάφῳ· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. εἰσὶ μέντοι οἳ καὶ Κολοφώνιον αὐτὸν ἀποδεικνύναι πειρῶνται, μεγίστῳ τεκμηρίῳ χρώμενοι πρὸς ἀπόδειξιν τῷ ἐπὶ τοῦ ἀνδριάντος ἐπιγεγραμμένῳ ἐλεγείῳ· ἔχει δʼ οὕτως· υἱὲ Μέλητος Ὅμηρε σὺ γὰρ κλέος Ἑλλάδι πάσῃ καὶ Κολοφῶνι πάτρῃ θῆκας ἐς ἀίδιον· καὶ τάσδʼ ἀντιθέῳ ψυχῇ γεννήσαο κούρας δισσὰς ἡμιθέων γραψάμενος σελίδας. ὑμνεῖ δʼ ἡ μὲν νόστον Ὀδυσσῆος πολύπλαγκτον ἡ δὲ τὸν Ἰλιακὸν Δαρδανιδῶν πόλεμον. ἄξιον δὲ μηδὲ τὸ ὑπὸ Ἀντιπάτρου τοῦ ἐπιγραμματοποιοῦ γραφὲν ἐπίγραμμα παραλιπεῖν, ἔχον οὐκ ἀσέμνως· ἔχει δʼ οὕτως· οἱ μέν σευ Κολοφῶνα τιθηνήτειραν Ὅμηρε, οἱ δὲ καλὰν Σμύρναν, οἱ δʼ ἐνέπουσι Χίον· οἱ δʼ Ἴον, οἱ δʼ ἐβόασαν ἐύκλαρον Σαλαμῖνα, οἱ δέ νυ τὰν Λαπιθᾶν ματέρα Θεσσαλίαν· ἄλλοι δʼ ἄλλο μέλαθρον ἀνίαχον· εἰ δέ με Φοίβου χρὴ λέξαι πινυτὰν ἀμφαδὰ μαντοσύναν, πάτρα τοι τελέθει μέγας οὐρανός, ἐκ δὲ γυναικὸς οὐ θνατᾶς ματρὸς δʼ ἔπλεο Καλλιόπας. γενέσθαι δʼ αὐτὸν τοῖς χρόνοις οἱ μέν φασι κατὰ τὸν Τρωικὸν πόλεμον, οὗ καὶ αὐτόπτην γενέσθαι· οἱ δὲ μετὰ ἑκατὸν ἔτη τοῦ πολέμου· ἄλλοι δὲ μετὰ πεντήκοντα καὶ ἑκατόν. ἔγραψε δὲ ποιήματα δύο, Ἰλιάδα καὶ Ὀδύσσειαν· ὡς δέ τινες, οὐκ ἀληθῶς λέγοντες, γυμνασίας καὶ παιδιᾶς ἕνεκα καὶ Βατραχομυομαχίαν προσθεὶς καὶ Μαργίτην. cc. 6 8 omisimus.