ϛʼ. Ἦν δὲ ἐν αὐτοῖς τότε καὶ Μέντης ναύκληρος ἀπὸ τῶν περὶ Λευκάδα τόπων καταπεπλευκὼς ἐπὶ σῖτον, ἔχων ναῦν, πεπαιδευμένος τε ἀνὴρ ὡς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πολυΐστωρ· ὅς μιν ἔπεισε τὸν Μελησιγένη μεθʼ ἑωυτοῦ πλεῖν καταλύσαντα τὴν διδασκαλίαν, μισθόν τε λαμβάνοντα καὶ τὰ δέοντα πάντα, καὶ ὅτι χώρας καὶ πόλιας θεήσασθαι ἄξιον εἴη αὐτῷ ἕως νέος ἐστί. καί μιν οἴομαι μάλιστα τούτοισι προαχθῆναι· ἴσως γὰρ καὶ τῇ ποιήσει ἤδη τότε ἐπενόει ἐπιθήσεσθαι. καταλύσας δὲ τὴν διδασκαλίαν ἐναυτίλλετο μετὰ τοῦ Μέντεω. καὶ ὅπου ἑκάστοτε ἀφίκοιτο πάντα τὰ ἐπιχώρια διεωρᾶτο, καὶ ἱστορέων ἐπυνθάνετο. εἰκὸς δέ μιν ἦν καὶ μνημόσυνα πάντων γράφεσθαι. ζ'. Ἀνακομιζόμενοι δὲ ἐκ Τυρσηνίης καὶ τῆς Ἰβηρίης ἀπικνέονται εἰς Ἰθάκην. καὶ τῷ Μελησιγένει συνέβη νοσήσαντι τοὺς ὀφθαλμοὺς κάρτα δεινῶς ἔχειν, καὶ αὐτὸν θεραπείης εἵνεκα πλεῖν μέλλων εἰς τὴν Λευκάδα, καταλιπεῖν ὁ Μέντης παρὰ ἀνδρὶ φίλῳ ἑωυτοῦ ἐς τὰ μάλιστα Μέντορι τῷ Ἀλκίμου Ἰθακησίῳ, πολλὰ δεηθεὶς ἐπιμελίην ἔχειν· ἐπαναπλώσας δὲ ἀναλήψεσθαι αὐτόν. ὁ δὲ Μέντωρ ἐνοσήλευσεν αὐτὸν ἐκτενέως· καὶ γὰρ τοῦ βίου ἀρκεόντως εἶχε, καὶ ἤκουεν εὖ ἐς δικαιοσύνην τε καὶ φιλοξενίην μακρῷ μάλιστα τῶν ἐν Ἰθάκῃ ἀνδρῶν. ἐνθαῦτα συνέβη τῷ Μελησιγένει περὶ Ὀδυσσέως ἐξιστορῆσαι καὶ πυθέσθαι. οἱ μὲν δὴ Ἰθακήσιοι λέγουσι τότε μιν παρʼ ἑωυτοῖς τυφλωθῆναι· ὡς δὲ ἐγώ φημι τότε μὲν ὑγιῆ γενέσθαι, ὕστερον δὲ ἐν Κολοφῶνι τυφλωθῆναι. συνομολογοῦσι δέ μοι καὶ Κολοφώνιοι τούτοις.